Περὶ τοῦ ἀγαθοῦ ὁ λόγος Τῷ καιρῷ ἐκείνῳ καὶ ἐν τῷ μέσῳ τῆς νυκτὸς ὁ Βασίλειος ἐστάθη ἐμπρός. Ἤρξατο εὐθὺς λαλεῖν καὶ περὶ τῆς ἀρετῆς εἰπεῖν. «Ἐκ ποιήσεως καὶ ῥητορικῆς δυνάμεθα μανθάνειν τὰς ἀγαθὰς πράξεις.» Ἐπεὶ οἱ λόγοι αὐτοῦ θαυμαστοὶ ἦσαν, ἐγὼ ἠπόρουν. -«Λέγε μοι πλεῖστα, Ἅγιε!» -«Ἵνα σὺ κατανοήσῃς τούτους, ἐρῶ σοι ῥήσεις ἀνδρῶν ἐπιφανῶν ῥητόρων τε καὶ ποιητῶν. Ἡσίοδος δ΄ ἔφη ὡς ἄριστος μὲν ἐσθ’ ὅς παρ’ ἑαυτοῦ τὰ δέοντα συνορῴη, ἐσθλὸς δ’ ἐσθ’ ὅς ἅπαντα τὰ δέοντα δρῴη. Πρὸς δὲ τούτοις ὁ μὲν Ὅμηρος ἔγραφεν ὅτι δέοι φεύγειν τὰ τῶν Σειρήνων μέλη τὰ ὦτα ἐπιφρασσομένους, ὥσπερ Ὀδυσσεὺς ἐποίησεν, ὁ δὲ Πλάτων ἔφη ὅτι κτώμεθα τὴν ἀρετὴν ἐὰν εἰς τὸ εἶναι στοχαζώμεθα καὶ οὐκ εἰς τὸ φαίνεσθαι. Εἰ ταῦτα σοι δοκεῖ, πράττε ὅ,τι ὁ ἀγαθός ποιεῖ καὶ τέλος εἰ ἐθέλεις ἐλθεῖν πρὸς τὸν Χριστόν, πράττε νῦν καὶ ἀεὶ τὸ ἀγαθόν».