Παρακλητικη ήχος α΄

Page 1

ΠΑΡΑΚΛΗΤΙΚΗ Με Ολη Την Τυπικη Διαταξη Του Εσπερινου - Ορθρου - Θειασ Λειτουργιασ Σε Ολουσ Τουσ Ηχουσ

ΤΟΜΟΣ 1

Ηχος Πρωτοσ

Γεωργιος Καραγιαννακησ Πρωτοψαλτης Καθηγητησ Βυζαντινησ Μουσικησ



Δε υ τε ρα - Α΄ Η χοσ

Εσπερινοσ ΕΠΙΛΥΧΝΙΟΙ ΨΑΛΜΟΙ 1. Εάν η ακολουθία του Μηναίου είναι άνευ δοξαστικού ή έχει έστω ένα δοξαστικό στον εσπερινό, ψάλλονται α) τρία στιχηρά της Παρακλητικής (δύο από την πρώτη τριάδα και ένα από την δεύτερη τριάδα) και β) τρία από το Μηναίο (εάν είναι περισσότερα ψάλλουμε τα τρία πρώτα). 2. Εάν η ακολουθία του Μηναίου έχει δύο δοξαστικά, ψάλλονται έξι από το Μηναίο (εάν είναι λιγότερα, διπλασιάζουμε τα ανάλογα για να γίνουν έξι). Σε αυτήν την περίπτωση, οι επιλύχνιοι ψαλμοί ψάλλονται στον ήχο του πρώτου στιχηρού. 3. Εάν η ακολουθία του Μηναίου έχει δύο αγίους με τρία στιχηρά έκαστος, ψάλλονται τα του Μηναίου. Σε αυτήν την περίπτωση, οι επιλύχνιοι ψαλμοί ψάλλονται στον ήχο του πρώτου στιχηρού. Ψαλμὸς ρμ΄ (140) Κύριε, ἐκέκραξα πρὸς σέ, εἰσάκουσόν μου· εἰσάκουσόν μου, Κύριε. Κύριε, ἐκέκραξα πρὸς σέ, εἰσάκουσόν μου· πρόσχες τῇ φωνῇ τῆς δεήσεώς μου ἐν τῷ κεκραγέναι με πρὸς σὲ. Εἰσάκουσόν μου, Κύριε. Κατευθυνθήτω ἡ προσευχή μου ὡς θυμίαμα ἐνώπιόν σου, ἔπαρσις τῶν χειρῶν μου θυσία ἑσπερινὴ. Εἰσάκουσόν μου, Κύριε.

Θοῦ, Κύριε, φυλακὴν τῷ στόματί μου, καὶ θύραν περιοχῆς περὶ τὰ χείλη μου. Μὴ ἐκκλίνῃς τὴν καρδίαν μου εἰς λόγους πονηρίας, τοῦ προφασίζεσθαι προφάσεις ἐν ἁμαρτίαις. Σὺν ἀνθρώποις ἐργαζομένοις τὴν ἀνομίαν, καὶ οὐ μὴ συνδυάσω μετὰ τῶν ἐκλεκτῶν αὐτῶν. Παιδεύσει με δίκαιος ἐν ἐλέει καὶ ἐλέγξει με, ἔλαιον δὲ ἁμαρτωλοῦ μὴ λιπανάτω τὴν κεφαλήν μου. Ὅτι ἔτι καὶ ἡ προσευχή μου ἐν ταῖς εὐδοκίαις αὐτῶν· κατεπόθησαν ἐχόμενα πέτρας οἱ κριταὶ αὐτῶν. Ἀκούσονται τὰ ῥήματά μου, ὅτι ἡδύνθησαν ὡσεὶ πάχος γῆς ἐῤῥάγη ἐπὶ τῆς γῆς, διεσκορπίσθη τὰ ὀστᾶ αὐτῶν παρὰ τὸν ᾅδην. Ὅτι πρὸς σέ, Κύριε Κύριε, οἱ ὀφθαλμοὶ μου· ἐπὶ σοὶ ἤλπισα, μὴ ἀντανέλῃς τὴν ψυχήν μου. Φύλαξόν με ἀπὸ παγίδος, ἧς συνεστήσαντό μοι, καὶ ἀπὸ σκανδάλων τῶν ἐργαζομένων τὴν ἀνομίαν. Πεσοῦνται ἐν ἀμφιβλήστρῳ αὐτῶν οἱ ἁμαρτωλοί· κατὰ μόνας εἰμὶ ἐγώ, ἕως ἂν παρέλθω.

       

Ψαλμὸς ρμα΄ (141) Φωνῇ μου πρὸς Κύριον ἐκέκραξα, φωνῇ μου πρὸς Κύριον ἐδεήθην. Ἐκχεῶ ἐναντίον αὐτοῦ τὴν δέησίν μου, τὴν θλῖψίν μου ἐνώπιον αὐτοῦ ἀπαγγελῶ. Ἐν τῷ ἐκλείπειν ἐξ ἐμοῦ τὸ πνεῦμά μου, καὶ σὺ ἔγνως τὰς τρίβους μου. Ἐν ὁδῷ ταύτῃ, ᾗ ἐπορευόμην, ἔκρυψαν παγίδα μοι. Κατενόουν εἰς τὰ δεξιά καὶ ἐπέβλεπον, καὶ οὐκ ἦν ὁ ἐπιγινώσκων με. Ἀπώλετο φυγὴ ἀπ' ἐμοῦ, καὶ οὐκ ἔστιν ὁ ἐκζητῶν τὴν ψυχήν μου. Ἐκέκραξα πρὸς σέ, Κύριε· εἶπα· Σὺ εἶ ἡ ἐλπίς μου, μερίς μου εἶ, ἐν γῇ ζώντων. Πρόσχες πρὸς τὴν δέησίν μου, ὅτι ἐταπεινώθην σφόδρα.

       

Γεωργιοσ Καραγιαννακησ - Παρακλητικη

1


Δε υ τε ρα - Α΄ Η χοσ

  

Ῥῦσαί με ἐκ τῶν καταδιωκόντων με, ὅτι ἐκραταιώθησαν ὑπὲρ ἐμέ. Ἐξάγαγε ἐκ φυλακῆς τὴν ψυχήν μου τοῦ ἐξομολογήσασθαι τῷ ὀνόματί σου. Ἐμὲ ὑπομενοῦσι δίκαιοι, ἕως οὐ ἀνταποδῷς μοι.

 

Ψαλμὸς ρκθ΄ (129) Ἐκ βαθέων ἐκέκραξά σοι, Κύριε Κύριε, εἰσάκουσον τῆς φωνῆς μου. Γενηθήτω τὰ ὦτά σου προσέχοντα εἰς τὴν φωνὴν τῆς δεήσεώς μου. Από του επομένου στίχου επισυνάπτονται τα στιχηρά

Στιχηρὰ Προσόμοια Δεσποτικὰ Πανεύφημοι Μάρτυρες 1. Ἐὰν ἀνομίας παρατηρήσῃς, Κύριε Κύριε, τίς ὑποστήσεται; ὅτι παρὰ σοὶ ὁ ἱλασμὸς ἐστιν. Τὰ πάντα παρήγαγες τῷ σῷ, Λόγῳ καὶ τῷ Πνεύματι, δι’ ἀγαθότητα Κύριε· εἶτα πεποίηκας, λογικόν με ζῶον, ἵνα σου τὸ ἅγιον, δοξάζω Παντοδύναμε ὄνομα· ἐγὼ δὲ μάλιστα, τοῖς αἰσχροῖς μου ἔργοις πάντοτε, ἀτιμάζω, ἀλλὰ φεῖσαι δέομαι. (ή στιχηρό από το Μηναίο) 2. Ἕνεκεν τοῦ ὀνόματός σου ὑπέμεινά σε, Κύριε· ὑπέμεινεν ἡ ψυχή μου εἰς τὸν λόγον σου, ἤλπισεν ἡ ψυχή μου ἐπὶ τὸν Κύριον. Γνῶθί σου ταλαίπωρε ψυχή, τὴν θείαν εὐγένειαν, καὶ τὴν πατρίδα τὴν ἄφθαρτον, καὶ σπεῦδε πάντοτε, ἀγαθοεργίαις, ταύτην καταλήψασθαι· μηδέν σε τῶν φθαρτῶν προσηλώσειε· τῆς ἄνω μοίρας εἶ, τὸ δὲ σῶμα γῆ, καὶ φθείρεται· μὴ νικήσῃ τὸ χεῖρον τὴν κρείττονα. (ή στιχηρό από το Μηναίο) Ἔτερα Στιχηρὰ, τῶν Ἀσωμάτων, ὅμοια. 3. Ἀπὸ φυλακῆς πρωΐας μέχρι νυκτός, ἀπὸ φυλακῆς πρωΐας ἐλπισάτω Ἰσραὴλ ἐπὶ τὸν Κύριον. Ἀσώματοι Ἄγγελοι Θεοῦ, θρόνῳ παριστάμενοι, καὶ ταῖς ἐκεῖθεν ἐλλάμψεσιν καταστραπτόμενοι, καὶ φωτοχυσίαις αἰωνίως λάμποντες, καὶ φῶτα χρηματίζοντες δεύτερα, Χριστῷ πρεσβεύσατε, δωρηθῆναι ταῖς ψυχαῖς ἡμῶν, τὴν εἰρήνην καὶ τὸ μέγα ἔλεος. (ή στιχηρό από το Μηναίο) 4. Ὅτι παρὰ τῷ Κυρίῳ τὸ ἔλεος, καὶ πολλὴ παρ' αὐτῷ λύτρωσις, καὶ αὐτὸς λυτρώσεται τὸν Ἰσραὴλ ἐκ πασῶν τῶν ἀνομιῶν αὐτοῦ. (στιχηρό από το Μηναίο) Ψαλμὸς ριϛ΄ (116) 5. Αἰνεῖτε τὸν Κύριον, πάντα τὰ ἔθνη, ἐπαινέσατε αὐτόν, πάντες οἱ λαοί. (στιχηρό από το Μηναίο) 6. Ὅτι ἐκραταιώθη τὸ ἔλεος αὐτοῦ ἐφ' ἡμᾶς, καὶ ἡ ἀλήθεια τοῦ Κυρίου μένει εἰς τὸν αἰῶνα. (στιχηρό από το Μηναίο) Δόξα... Καὶ νῦν... Θεοτοκίον (Από το Μηναίο.)

2

Γεωργιοσ Καραγιαννακησ - Παρακλητικη


Δε υ τε ρα - Α΄ Η χοσ

(Είσοδος δεν γίνεται, αλλά ευθύς χύμα το) Φῶς ἱλαρὸν ἁγίας δόξης, ἀθανάτου Πατρός, οὐρανίου, ἁγίου, μάκαρος, Ἰησοῦ Χριστέ, ἐλθόντες ἐπὶ τὴν ἡλίου δύσιν, ἰδόντες φῶς ἑσπερινόν, ὑμνοῦμεν Πατέρα, Υἱόν, καὶ ἅγιον Πνεῦμα, Θεόν. Ἄξιόν σε ἐν πᾶσι καιροῖς ὑμνεῖσθαι φωναῖς αἰσίαις, Υἱὲ Θεοῦ, ζωὴν ὁ διδούς· διὸ ὁ κόσμος σὲ δοξάζει.

Ἑσπέρας προκείμενον.

ΠΡΟΚΕΙΜΕΝΟΝ

Τῇ Κυριακῇ ἑσπέρας Ἦχος πλ. δ΄. Ψαλμὸς ρλγ΄ (133) Ἰδοὺ δὴ εὐλογεῖτε τὸν Κύριον, πάντες οἱ δοῦλοι Κυρίου. Ἰδοὺ δὴ εὐλογεῖτε τὸν Κύριον, πάντες οἱ δοῦλοι Κυρίου. στίχ. Οἱ ἑστῶτες ἐν οἴκῳ Κυρίου, ἐν αὐλαῖς οἴκου Θεοῦ ἡμῶν. Ἰδοὺ δὴ εὐλογεῖτε τὸν Κύριον, πάντες οἱ δοῦλοι Κυρίου. (Μετά το προκείμενον ευθύς χύμα το)        

Καταξίωσον, Κύριε, ἐν τῇ ἑσπέρᾳ ταύτῃ ἀναμαρτήτους φυλαχθῆναι ἡμᾶς. Εὐλογητὸς εἶ, Κύριε, ὁ Θεὸς τῶν πατέρων ἡμῶν, καὶ αἰνετὸν καὶ δεδοξασμένον τὸ ὄνομά σου εἰς τοὺς αἰῶνας. Ἀμήν. Γένοιτο, Κύριε, τὸ ἔλεός σου ἐφ' ἡμᾶς, καθάπερ ἠλπίσαμεν ἐπὶ σέ. Εὐλογητὸς εἶ, Κύριε· δίδαξόν με τὰ δικαιώματά σου. Εὐλογητὸς εἶ, Δέσποτα· συνέτισον με τὰ δικαιώματά σου. Εὐλογητὸς εἶ, Ἅγιε· φώτισόν με τοῖς δικαιώμασί σου. Κύριε, τὸ ἔλεός σου εἰς τὸν αἰῶνα· τὰ ἔργα τῶν χειρῶν σου μὴ παρίδῃς. Σοὶ πρέπει αἶνος, σοὶ πρέπει ὕμνος, σοὶ δόξα πρέπει, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

ΠΛΗΡΩΤΙΚΑ Πληρώσωμεν τὴν ἑωθινὴν δέησιν ἡμῶν τῷ Κυρίῳ Κύριε ἐλέησον. Ἀντιλαβοῦ, σῶσον... Κύριε ἐλέησον. Τὴν ἑσπέραν πᾶσαν... Παράσχου Κύριε. (μετά από κάθε δέηση) ... Τῆς Παναγίας, ἀχράντου... Σοί, Κύριε. Ὅτι ἀγαθὸς καὶ φιλάνθρωπος Θεὸς ὑπάρχεις...Ἀμήν. Εἰρήνη πᾶσι. Καὶ τῷ πνεύματί σου. Τὰς κεφαλὰς ἡμῶν τῷ Κυρίῳ κλίνωμεν. Σοί, Κύριε. (Η ευχή της κεφαλοκλισίας μυστικώς: Κύριε ὁ Θεὸς ἡμῶν...) Εἴη τὸ κράτος τῆς βασιλείας σου... Ἀμήν.

Γεωργιοσ Καραγιαννακησ - Παρακλητικη

3


Δε υ τε ρα - Α΄ Η χοσ

ΑΠΟΣΤΙΧΑ Ἀπόστιχα Κατανυκτικὰ Ὅτι τὸ πέλαγος πολύ, τῶν παραπτωμάτων μου Σωτήρ, καὶ δεινῶς βεβύθισμαι ταῖς πλημμελείαις μου, δός μοι χεῖρα σῶσόν με, ὡς τῷ Πέτρῳ ὁ Θεός, καὶ ἐλέησόν με. στίχ. Πρὸς σὲ ᾖρα τοὺς ὀφθαλμούς μου τὸν κατοικοῦντα ἐν τῷ οὐρανῷ. Ἰδού ὡς ὀφθαλμοὶ δούλων εἰς χεῖρας τῶν κυρίων αὐτῶν, ὡς ὀφθαλμοὶ παιδίσκης εἰς χεῖρας τῆς κυρίας αὐτῆς, οὕτως οἱ ὀφθαλμοὶ ἡμῶν πρὸς Κύριον τὸν Θεὸν ἡμῶν, ἕως οὗ οἰκτειρῆσαι ἡμᾶς. Ὅτι ἐννοίαις πονηραῖς, καὶ ἔργοις καταδεδίκασμαι Σωτήρ, λογισμόν μοι δώρησαι, ἐπιστροφῆς ὁ Θεός, ἵνα κράζω· Σῶσόν με, Εὐεργέτα ἀγαθέ, καὶ ἐλέησόν με. Μαρτυρικὸν στίχ. Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, ὅτι ἐπὶ πολὺ ἐπλήσθημεν ἐξουδενώσεως, ἐπὶ πλεῖον ἐπλήσθη ἡ ψυχὴ ἡμῶν. Τὸ ὄνειδος τοῖς εὐθηνοῦσι καὶ ἡ ἐξουδένωσις τοῖς ὑπερηφάνοις. Τῇ πρεσβείᾳ Κύριε, πάντων τῶν ἁγίων, καὶ τῆς Θεοτόκου, τὴν σὴν εἰρήνην δὸς ἡμῖν, καὶ ἐλέησον ἡμᾶς, ὡς μόνος οἰκτίρμων. Δόξα... Καὶ νῦν... Θεοτοκίον (Από το Μηναίο. Εάν δεν έχει το Μηναίο, το κάτωθι) Τῶν οὐρανίων ταγμάτων τὸ ἀγαλλίαμα, τῶν ἐπὶ γῆς ἀνθρώπων, κραταιὰ προστασία, ἄχραντε Παρθένε, σῶσον ἡμᾶς, τοὺς εἰς σὲ καταφεύγοντας, ὅτι ἐν σοὶ τὰς ἐλπίδας μετὰ Θεόν, Θεοτόκε ἀνεθέμεθα. Νῦν ἀπολύεις τὸν δοῦλόν σου, Δέσποτα, κατὰ τὸ ῥῆμά σου, ἐν εἰρήνῃ· ὅτι εἶδον οἱ ὀφθαλμοί μου τὸ σωτήριόν σου, ὃ ἡτοίμασας κατὰ πρόσωπον πάντων τῶν λαῶν, φῶς εἰς ἀποκάλυψιν ἐθνῶν καὶ δόξαν λαοῦ σου Ἰσραήλ.

ΤΡΙΣΑΓΙΟΝ Ἅγιος ὁ Θεός, ἅγιος ἰσχυρός, ἅγιος ἀθάνατος ἐλέησον ἡμᾶς (γ΄). Δόξα... Καὶ νῦν... Παναγία Τριάς, ἐλέησον ἡμᾶς. Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τὰς ἀνομίας ἡμῖν. Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν, ἕνεκεν του ὀνόματός σου. Κύριε ἐλέησον, Κύριε ἐλέησον, Κύριε ἐλέησον. Δόξα... Καὶ νῦν... Πάτερ ἡμῶν, ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου, ἐλθέτω ἡ βασιλεία σου, γενηθήτω τὸ θέλημά σου ὡς ἐν οὐρανῷ καὶ ἐπί τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν, καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ. Ὅτι σοῦ ἐστιν ἡ βασιλεία... Ἀμήν.

4

Γεωργιοσ Καραγιαννακησ - Παρακλητικη


Δε υ τε ρα - Α΄ Η χοσ

ΑΠΟΛΥΤΙΚΙΑ 1. Εάν η ακολουθία του Μηναίου έχει έστω και ένα δοξαστικό στον εσπερινό, ψάλλεται το απολυτίκιο του Μηναίου, Δόξα... Και νυν... το ομόηχο θεοτόκιο των απολυτικίων. 2. Εάν στο Μηναίο υπάρχουν δύο άγιοι, ψάλλεται το απολυτίκιο του αγίου που έχει δοξαστικό. Εάν έχουν και οι δύο δοξαστικά, ψάλλεται το του ενός, Δόξα... το του ετέρου, Και νυν... το ομόηχο θεοτόκιο των απολυτικίων. Θεοτόκια ἀπολυτίκια Θεοτοκίον Ἦχος α΄ Θαῦμα θαυμάτων Κεχαριτωμένη, ἐν σοὶ θεωροῦσα ἡ κτίσις ἀγάλλεται· συνέλαβες γὰρ ἀσπόρως καὶ ἔτεκες ἀφράστως, ὃν ταξιαρχίαι ἀγγέλων, ὁρᾶν οὐ δεδύνηνται· αὐτὸν ἱκέτευε ὑπὲρ τῶν ψυχῶν ἡμῶν. Θεοτοκίον Ἦχος β΄ Εὐσπλαγχνίας ὑπάρχουσα πηγή, συμπαθείας ἀξίωσον ἡμᾶς Θεοτόκε· βλέψον εἰς λαὸν τὸν ἁμαρτήσαντα, δεῖξον ὡς ἀεὶ τὴν δυναστείαν σου· εἰς σὲ γὰρ ἐλπίζοντες, τὸ Χαῖρε βοώμέν σοί, ὦς ποτε ὁ Γαβριήλ, ὁ τῶν ἀσωμάτων ἀρχιστράτηγος. Θεοτοκίον Ἦχος γ΄ Τὴν ὡραιότητα τῆς παρθενίας σου, καὶ τὸ ὑπέρλαμπρον, τὸ τῆς ἁγνείας σου, ὁ Γαβριὴλ καταπλαγείς, ἐβόα σοὶ Θεοτόκε· ποῖόν σοὶ ἐγκώμιον, προσαγάγω ἐπάξιον; τὶ δὲ ὀνομάσω σε; ἀπορῶ καὶ ἐξίσταμαι· διὸ ὡς προσετάγην βοῶ σοί· Χαῖρε ἡ Κεχαριτωμένη. Θεοτοκίον Ἦχος δ΄ Τὴ ἀνατραφείση ἐν τῷ ναῶ, εἰς τὰ ἅγια τῶν ἁγίων, τῇ περιβεβλημένη τὴν πίστιν καὶ τὴν σοφίαν, καὶ τὴν ἄμεμπτον παρθενίαν, ὁ ἀρχιστράτηγος Γαβριήλ, προσέφερεν οὐρανόθεν τὸν ἀσπασμόν καὶ τὸ Χαῖρε, Χαῖρε Εὐλογημένη, χαῖρε δεδοξασμένη· ὁ Κύριος μετὰ σοῦ. Θεοτοκίον Ἦχος πλ. α΄ Μετὰ Ἀγγέλων τὰ οὐράνια, μετὰ ἀνθρώπων τὰ ἐπίγεια, ἐν φωνῇ ἀγαλλιάσεως, Θεοτόκε βοώμέν σοί· Χαῖρε πύλη, τῶν οὐρανῶν πλατυτέρα, χαῖρε μόνη τῶν γηγενῶν σωτηρία· χαῖρε σεμνὴ Κεχαριτωμένη, ἡ τεκοῦσα Θεὸν σεσαρκωμένον. Θεοτοκίον Ἦχος πλ. β΄ Ἀρχὴ σωτηρίας, ἡ τοῦ Γαβριὴλ προσηγορία πρὸς τὴν Παρθένον γέγονεν· ἤκουσε γὰρ τὸ Χαῖρε, καὶ οὐκ ἀπέφυγε τὸν ἀσπασμόν, οὐκ ἐδίστασεν, ὡς ἡ Σάρρα ἐν τῇ σκηνή, ἀλλ' οὕτως ἔλεγεν· Ἰδοὺ ἡ δούλη Κυρίου, γένοιτό μοὶ κατὰ τὸ ῥήμά σου. Θεοτοκίον Ἦχος Βαρὺς Θεοτόκε Παρθένε ἀμίαντε, τὸν Υἱόν σου δυσώπει, σὺν ταὶς ἄνω Δυνάμεσι, συγχώρησιν πταισμάτων ἡμῖν, πρὸ τοῦ τέλους δωρήσασθαι, τοὶς πιστῶς σὲ δοξάζουσι. Θεοτοκίον Ἦχος πλ. δ΄ Χαῖρε, ἡ δι' Ἀγγέλου τὴν χαρὰν τοῦ κόσμου δεξαμένη· χαῖρε ἡ τεκοῦσα, τὸν ποιητήν σου καὶ Κύριον· χαῖρε ἡ ἀξιωθεῖσα, γενέσθαι Μήτηρ Θεοῦ. 3. Εάν η ακολουθία του Μηναίου στερείται δοξαστικού, ψάλλεται το απολυτίκιο της ημέρας της εβδομάδος με το ομόηχο θεοτόκιο των απολυτικίων. Ἀπολυτίκιον τῶν Ἀσωμάτων Ἦχος δ΄ Τῶν οὐρανίων στρατιῶν Ἀρχιστράτηγοι, δυσωποῦμεν ὑμᾶς ἡμεῖς οἱ ἀνάξιοι, ἵνα ταῖς ὑμῶν δεήσεσι, τειχίσητε ἡμᾶς, σκέπῃ τῶν πτερύγων, τῆς ἀΰλου ὑμῶν δόξης, φρουροῦντες ἡμᾶς προσπίπτοντας, ἐκτενῶς καὶ βοῶντας· Ἐκ τῶν κινδύνων λυτρώσασθε ἡμᾶς, ὡς Ταξιάρχαι τῶν ἄνω Δυνάμεων. Δόξα... Καὶ νῦν... Θεοτοκίον Τὴ ἀνατραφείση ἐν τῷ ναῶ...

Γεωργιοσ Καραγιαννακησ - Παρακλητικη

5


Δε υ τε ρα - Α΄ Η χοσ

4. Σε ορισμένες μνήμες αποστόλων ή προφητών, λέγονται τα αρχαία απολυτίκια αυτών, επειδή στερούνται δοξαστικού. Ἀπολυτίκιον εἰς ἀπόστολον Ἦχος γ΄ Ἀπόστολε ἅγιε (...), πρέσβευε τῷ ἐλεήμονι Θεῷ, ἵνα πταισμάτων ἄφεσιν, παράσχῃ ταῖς ψυχαῖς ἡμῶν. ή ἐὰν εἶναι εὐαγγελιστής Ἀπόστολε ἅγιε καὶ ἐυαγγελιστὰ (...), πρέσβευε... Δόξα... Καὶ νῦν... Θεοτοκίον Τὴν ὡραιότητα τῆς παρθενίας σου... Ἀπολυτίκιον εἰς προφήτην Ἦχος β΄ Τοῦ προφήτου σου (...) τὴν μνήμην Κύριε ἑορτάζοντες, δι᾿ αὐτοῦ σὲ δυσωποῦμεν· σῶσον τὰς ψυχὰς ἡμῶν. Δόξα... Καὶ νῦν... Θεοτοκίον Εὐσπλαγχνίας ὑπάρχουσα πηγή...

6

Γεωργιοσ Καραγιαννακησ - Παρακλητικη


Δε υ τε ρα - Α΄ Η χοσ

Ορθροσ ΘΕΟΣ ΚΥΡΙΟΣ - ΑΠΟΛΥΤΙΚΙΑ (Το Θεός Κύριος στον ήχο του απολυτικίου) Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν· εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου. στίχ. Ἐξομολογεῖσθε τῷ Κυρίω, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ. Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν... στίχ. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με, καὶ τῷ ὀνόματι Κυρίου ἤμυνάμην αὐτούς. Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν... στίχ. Παρὰ Κυρίου ἐγένετο αὕτη, καὶ ἔστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν. Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν... 1. Εάν η ακολουθία του Μηναίου έχει έστω και ένα δοξαστικό στον εσπερινό, ψάλλεται το απολυτίκιο του Μηναίου, Δόξα... το ίδιο, Και νυν... το ομόηχο θεοτόκιο των απολυτικίων. 2. Εάν στο Μηναίο υπάρχουν δύο άγιοι, ψάλλεται το απολυτίκιο του αγίου που έχει δοξαστικό. Εάν έχουν και οι δύο δοξαστικά, ψάλλεται το του ενός, Δόξα... το του ετέρου, Και νυν... το ομόηχο θεοτόκιο των απολυτικίων. Εἰς τό Θεὸς Κύριος Θεοτόκια Θεοτοκίον Ἦχος α΄ Θαῦμα θαυμάτων Κεχαριτωμένη, ἐν σοὶ θεωροῦσα ἡ κτίσις ἀγάλλεται· συνέλαβες γὰρ ἀσπόρως καὶ ἔτεκες ἀφράστως, ὃν ταξιαρχίαι ἀγγέλων, ὁρᾶν οὐ δεδύνηνται· αὐτὸν ἱκέτευε ὑπὲρ τῶν ψυχῶν ἡμῶν. Θεοτοκίον Ἦχος β΄ Εὐσπλαγχνίας ὑπάρχουσα πηγή, συμπαθείας ἀξίωσον ἡμᾶς Θεοτόκε· βλέψον εἰς λαὸν τὸν ἁμαρτήσαντα, δεῖξον ὡς ἀεὶ τὴν δυναστείαν σου· εἰς σὲ γὰρ ἐλπίζοντες, τὸ Χαῖρε βοώμέν σοί, ὦς ποτε ὁ Γαβριήλ, ὁ τῶν ἀσωμάτων ἀρχιστράτηγος. Θεοτοκίον Ἦχος γ΄ Τὴν ὡραιότητα τῆς παρθενίας σου, καὶ τὸ ὑπέρλαμπρον, τὸ τῆς ἁγνείας σου, ὁ Γαβριὴλ καταπλαγείς, ἐβόα σοὶ Θεοτόκε· ποῖόν σοὶ ἐγκώμιον, προσαγάγω ἐπάξιον; τὶ δὲ ὀνομάσω σε; ἀπορῶ καὶ ἐξίσταμαι· διὸ ὡς προσετάγην βοῶ σοί· Χαῖρε ἡ Κεχαριτωμένη. Θεοτοκίον Ἦχος δ΄ Τὴ ἀνατραφείση ἐν τῷ ναῶ, εἰς τὰ ἅγια τῶν ἁγίων, τῇ περιβεβλημένη τὴν πίστιν καὶ τὴν σοφίαν, καὶ τὴν ἄμεμπτον παρθενίαν, ὁ ἀρχιστράτηγος Γαβριήλ, προσέφερεν οὐρανόθεν τὸν ἀσπασμόν καὶ τὸ Χαῖρε, Χαῖρε Εὐλογημένη, χαῖρε δεδοξασμένη· ὁ Κύριος μετὰ σοῦ. Θεοτοκίον Ἦχος πλ. α΄ Μετὰ Ἀγγέλων τὰ οὐράνια, μετὰ ἀνθρώπων τὰ ἐπίγεια, ἐν φωνῇ ἀγαλλιάσεως, Θεοτόκε βοώμέν σοί· Χαῖρε πύλη, τῶν οὐρανῶν πλατυτέρα, χαῖρε μόνη τῶν γηγενῶν σωτηρία· χαῖρε σεμνὴ Κεχαριτωμένη, ἡ τεκοῦσα Θεὸν σεσαρκωμένον. Θεοτοκίον Ἦχος πλ. β΄ Ἀρχὴ σωτηρίας, ἡ τοῦ Γαβριὴλ προσηγορία πρὸς τὴν Παρθένον γέγονεν· ἤκουσε γὰρ τὸ Χαῖρε, καὶ οὐκ ἀπέφυγε τὸν ἀσπασμόν, οὐκ ἐδίστασεν, ὡς ἡ Σάρρα ἐν τῇ σκηνή, ἀλλ' οὕτως ἔλεγεν· Ἰδοὺ ἡ δούλη Κυρίου, γένοιτό μοὶ κατὰ τὸ ῥήμά σου. Θεοτοκίον Ἦχος Βαρὺς Θεοτόκε Παρθένε ἀμίαντε, τὸν Υἱόν σου δυσώπει, σὺν ταὶς ἄνω Δυνάμεσι, συγχώρησιν πταισμάτων ἡμῖν, πρὸ τοῦ τέλους δωρήσασθαι, τοὶς πιστῶς σὲ δοξάζουσι. Θεοτοκίον Ἦχος πλ. δ΄ Χαῖρε, ἡ δι' Ἀγγέλου τὴν χαρὰν τοῦ κόσμου δεξαμένη· χαῖρε ἡ τεκοῦσα, τὸν ποιητήν σου καὶ Κύριον· χαῖρε ἡ ἀξιωθεῖσα, γενέσθαι Μήτηρ Θεοῦ. 3. Εάν η ακολουθία του Μηναίου στερείται δοξαστικού, ψάλλεται το απολυτίκιο της ημέρας της εβδομάδος με το οικείο α΄ ομόηχο θεοτόκιο της ημέρας. Ἀπολυτίκιον τῶν Ἀσωμάτων Ἦχος δ΄ Γεωργιοσ Καραγιαννακησ - Παρακλητικη

7


Δε υ τε ρα - Α΄ Η χοσ

Τῶν οὐρανίων στρατιῶν Ἀρχιστράτηγοι, δυσωποῦμεν ὑμᾶς ἡμεῖς οἱ ἀνάξιοι, ἵνα ταῖς ὑμῶν δεήσεσι, τειχίσητε ἡμᾶς, σκέπῃ τῶν πτερύγων, τῆς ἀΰλου ὑμῶν δόξης, φρουροῦντες ἡμᾶς προσπίπτοντας, ἐκτενῶς καὶ βοῶντας· Ἐκ τῶν κινδύνων λυτρώσασθε ἡμᾶς, ὡς Ταξιάρχαι τῶν ἄνω Δυνάμεων. Δόξα... Τῶν οὐρανίων στρατιῶν Ἀρχιστράτηγοι... Καὶ νῦν... Θεοτοκίον Τὴ ἀνατραφείση ἐν τῷ ναῶ... 4. Σε ορισμένες μνήμες αποστόλων ή προφητών, λέγονται τα αρχαία απολυτίκιά τους, επειδή στερούνται δοξαστικού. Ἀπολυτίκιον εἰς ἀπόστολον Ἦχος γ΄ Ἀπόστολε ἅγιε (...), πρέσβευε τῷ ἐλεήμονι Θεῷ, ἵνα πταισμάτων ἄφεσιν, παράσχῃ ταῖς ψυχαῖς ἡμῶν. ή ἐὰν εἶναι εὐαγγελιστής Ἀπόστολε ἅγιε καὶ ἐυαγγελιστὰ (...), πρέσβευε... Δόξα... Ἀπόστολε ἅγιε... Καὶ νῦν... Θεοτοκίον Τὴν ὡραιότητα τῆς παρθενίας σου... Ἀπολυτίκιον εἰς προφήτην Ἦχος β΄ Τοῦ προφήτου σου (...) τὴν μνήμην Κύριε ἑορτάζοντες, δι᾿ αὐτοῦ σὲ δυσωποῦμεν· σῶσον τὰς ψυχὰς ἡμῶν. Δόξα... Τοῦ προφήτου σου... Καὶ νῦν... Θεοτοκίον Εὐσπλαγχνίας ὑπάρχουσα πηγή... Μικρή Συναπτή    

Ἔτι καὶ ἔτι... Κύριε, ἐλέησον Ἀντιλαβοῦ, σῶσον...Κύριε, ἐλέησον Τῆς Παναγίας, ἀχράντου... Σοί, Κύριε. Ὅτι Σὸν τὸ κράτος... Ἀμήν.

Μετὰ τὴν α΄ στιχολογίαν

ΚΑΘΙΣΜΑΤΑ

Κατανυκτικὰ Ἐν ἀνομίαις συλληφθεὶς ἐγὼ ὁ ἄσωτος, οὐ τολμῶ ἀτενίσαι εἰς τὸ ὕψος τοῦ οὐρανοῦ, ἀλλὰ θαρρῶν εἰς τὴν φιλανθρωπίαν σου, κράζω, ὁ Θεὸς ἱλάσθητί μοι, καὶ σῶσόν με. στιχ. Κύριε, μὴ τῷ θυμῷ σου ἐλέγξῃς με, μηδὲ τῇ ὀργῇ σου παιδεύσῃς με. Εἰ ὁ δίκαιος μόλις σῴζεται, ἐγὼ ποῦ φανοῦμαι ὁ ἁμαρτωλός; τὸ βάρος καὶ τὸν καύσωνα τῆς ἡμέρας οὐκ ἐβάστασα· τοῖς περὶ τὴν ἑνδεκάτην ὥραν, συναρίθμησόν με, ὁ Θεός, καὶ σῶσόν με. Δόξα... Καὶ νῦν... Θεοτοκίον Ἄχραντε Θεοτόκε, ἡ ἐν οὐρανοῖς εὐλογημένη, καὶ ἐπὶ γῆς δοξολογουμένη, χαῖρε Νύμφη ἀνύμφευτε. Μετὰ τὴν β΄ στιχολογίαν

Κατανυκτικὰ Τὸν τάφον σου Σωτὴρ Ἀγκάλας πατρικάς, διανοῖξαί μοι σπεῦσον· ἀσώτως τὸν ἐμόν, κατηνάλωσα βίον· εἰς πλοῦτον ἀδαπάνητον, ἀφορῶν των οἰκτιρμῶν σου Σωτήρ, νῦν πτωχεύουσαν, μὴ ὑπερίδῃς καρδίαν· σοὶ γάρ,Κύριε, ἐν κατανύξει κραυγάζω· Ἥμαρτόν σοι σῶσόν με.

8

Γεωργιοσ Καραγιαννακησ - Παρακλητικη


Δε υ τε ρα - Α΄ Η χοσ

στιχ. Ἐπίβλεψον ἐπ' ἐμὲ καὶ ἐλέησόν με κατὰ τὸ κρῖμα τῶν ἀγαπώντων τὸ ὂνομά σου. Τὸ βῆμά σου φρικτόν, καὶ ἡ κρίσις δικαία, τὰ ἔργα μου δεινά, ἀλλ’ αὐτὸς Ἐλεῆμον, προφθάσας με διάσωσον, καὶ κολάσεως λύτρωσαι· ῥῦσαι Δέσποτα, τῆς τῶν ἐρίφων μερίδος, καὶ ἀξίωσον, ἐκ δεξιῶν σου με στῆναι, Κριτὰ δικαιότατε. Δόξα... Καὶ νῦν... Θεοτοκίον Κυβέρνησον Ἁγνή, τὴν ἀθλίαν ψυχήν μου, καὶ οἴκτειρον αὐτήν, ὑπὸ πλήθους πταισμάτων, βυθῷ ὀλισθαίνουσαν, ἀπωλείας Πανάμωμε, καὶ ἐν ὥρᾳ με, τῇ φοβερᾷ τοῦ θανάτου, ἐλευθέρωσον, κατηγορούντων δαιμόνων, φρικτῆς ἀποφάσεως. Μετὰ τὴν γ΄ στιχολογίαν

Τὸν τάφον σου Σωτὴρ Ἀφρόνως ἀπὸ σοῦ, μακρυνθεὶς Πανοικτίρμον, ἀσώτως τὸν ἐμόν, ἐδαπάνησα βίον, δουλεύων τοῖς πάθεσι, τοῖς ἀλόγοις ἑκάστοτε· ἀλλὰ δέξαι με, ταῖς τῶν Ἀγγέλων πρεσβείαις, Πάτερ εὔσπλαγχνε, ὥσπερ τὸν ἄσωτον παῖδα, καὶ σῶσόν με δέομαι. Μαρτυρικὸν στιχ. Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς ἁγίοις αύτοῦ. Ἀθλήσεως καύχημα, καὶ στεφάνων ἀξίωμα, οἱ ἔνδοξοι Ἀθλοφόροι, περιβέβληνταί σε Κύριε· καρτερίᾳ γὰρ αἰκισμῶν, τοὺς ἀνόμους ἐτροπώσαντο, καὶ δυνάμει θεϊκῇ, ἐξ οὐρανοῦ τὴν νίκην ἐδέξαντο. Αὐτῶν ταῖς ἱκεσίαις, ἐλευθέρωσον τοῦ ἀοράτου ἐχθροῦ Σωτήρ, καὶ σῶσόν με. Δόξα... Καὶ νῦν... Θεοτοκίον Τὸν τάφον σου Σωτὴρ Ἀΰλων στρατιῶν, ὑπερέχουσα Κόρη, καὶ τάξεις οὐρανῶν, ὑπερβαίνουσα μόνη, ἐπάξιον τὴν αἴνεσιν, παρ’ αὐτῶν δέχῃ Πάναγνε· ἀλλὰ πρέσβευε, τῷ σῷ Υἱῷ σὺν Ἀγγέλοις, τοῦ ῥυσθῆναί με, τῆς τῶν παθῶν τυραννίδος, τὸν μόνον κατάκριτον.

                   

Ψαλμὸς ν΄ (50) χύμα Ελέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἐλεός σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου. Ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μού ἐστι διὰ παντός. Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα, ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε. Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ καὶ καθαρισθήσομαι· πλυνεῖς με καὶ ὑπὲρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην· ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοὶ, ὁ Θεός καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψης μὲ ἀπὸ τοῦ προσώπου σου καὶ τὸ Πνεῦμα σου τὸ ἅγιον μὴ ἀντανέλῃς ἀπ' ἐμοῦ. Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τὰς ὁδούς σου καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι. Ῥύσαί με ἐξ αἱμάτων, ὁ Θεός, ὁ Θεὸς τῆς σωτηρίας μου· ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου. Κύριε, τὰ χείλη μου ἀνοίξεις καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου. Ὅτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσία τῷ Θεῷ πνεῦμα συντετριμμένον· καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει. Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιὼν καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ. Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καὶ ὁλοκαυτώματα. Τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους.

Γεωργιοσ Καραγιαννακησ - Παρακλητικη

9


Δε υ τε ρα - Α΄ Η χοσ

ΚΑΝΟΝΕΣ ᾨδὴ α΄ - Κανὼν Κατανυκτικὸς

Ὁ Εἱρμὸς 1. »Σοῦ ἡ τροπαιοῦχος δεξιά, θεοπρεπῶς ἐν ἰσχύϊ δεδόξασται· αὕτη γὰρ Ἀθάνατε, ὡς πανσθενής, ὑπεναντίους ἔθραυσε, τοῖς Ἰσραηλίταις, ὁδὸν βυθοῦ καινουργήσασα. Τροπάρια στίχ. Δόξα σοι, ὁ Θεὸς ἡμῶν δόξα σοι. 2. Τῶν ἁμαρτιῶν μου τὴν πληθύν, κατὰ τὸ πλῆθος Χριστὲ τοῦ ἐλέους σου, δέομαι ἐξάλειψον, καὶ λογισμὸν ἐπιστροφῆς μοι δώρησαι, ὅπως σοῦ δοξάζω, τὴν ὑπὲρ νοῦν ἀγαθότητα. στίχ. Δόξα σοι, ὁ Θεὸς ἡμῶν δόξα σοι. 3. Ὤφθης διὰ σπλάγχνα οἰκτιρμῶν, ἐπὶ τῆς γῆς σωματούμενος ἄνθρωπος· ὅθεν ὑπὲρ ἄνθρωπον, Λόγε Θεοῦ, ἡμαρτηκότα δέξαι με, νῦν ἐν μετανοίᾳ, τοῖς οἰκτιρμοῖς σου προσπίπτοντα. Μαρτυρικὰ στιχ. Ἃγιοι τοῦ Θεοῦ, πρεσβεύσατε ὑπέρ ἡμῶν. 4. Νέκρωσιν μιμούμενοι Χριστοῦ, τοῦ ἑκουσίως παθόντος καὶ θάνατον, πάθη ὑπεμείνατε, πολυειδῆ καὶ θάνατον ἀοίδιμοι· ὅθεν ἀθανάτου, ζωῆς ἐτύχετε μάρτυρες. στιχ. Ἃγιοι τοῦ Θεοῦ, πρεσβεύσατε ὑπέρ ἡμῶν. 5. Πῦρ ἔνδον ἀγάπης θεϊκῆς, περιφανῶς περιφέροντες Μάρτυρες, πῦρ οὐκ ἐπτοήθητε, ἀλλὰ θερμαῖς τῶν πόνων ἐπιδόσεσι, τῆς πολυθεΐας, τὴν ὕλην πᾶσαν ἐφλέξατε. Θεοτοκίον στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς. 6. Τάξεις Ἀσωμάτων σὺν ἡμῖν, σὲ ἀνυμνοῦσι, Παρθένε πανύμνητε· τὸν γὰρ ἀπερίληπτον, ἐν σῇ γαστρὶ σωματωθέντα τέτοκας, μείνασα παρθένος, ὡς πρὸ τοῦ τόκου Θεόνυμφε. (Μηναίο με δύο κανόνες, άνευ ειρμών, εις 8) ᾨδὴ α΄ - Κανὼν τῶν Ἀσωμάτων Σοῦ ἡ τροπαιοῦχος δεξιά στίχ. Ἀρχάγγελοι τοῦ Θεοῦ, πρεσβεύσατε ὑπὲρ ἡμῶν. 7. Θρόνῳ παριστάμενοι φαιδρῶς, τῷ τοῦ Δεσπότου, πανάγιοι Ἄγγελοι, τὸν Πατρὶ συνάναρχον, καὶ τῆς αὐτοῦ μεγάλης βουλῆς Ἄγγελον, λόγον μοι ἐμπνεῦσαι, ὑμᾶς ὑμνοῦντι, πρεσβεύσατε. στίχ. Ἀρχάγγελοι τοῦ Θεοῦ, πρεσβεύσατε ὑπὲρ ἡμῶν. 8. Θρόνῳ παριστάμενοι φαιδρῶς... στίχ. Ἀρχάγγελοι τοῦ Θεοῦ, πρεσβεύσατε ὑπὲρ ἡμῶν. 9. Ἔσοπτρα φωτὸς θεαρχικοῦ, καὶ τρισηλίου λαμπάδος τὴν ἔλλαμψιν, πᾶσαν εἰσδεχόμενα, ὡς ἐφικτόν, τὰ τῶν Ἀγγέλων τάγματα, πρῶτον ἐννοήσας, ὁ Νοῦς ὁ θεῖος ὑπέστησεν. Θεοτοκίον στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς. 10. Ὁ διακοσμήσας ὡς Θεός, ταξιαρχίας τῶν ἄνω δυνάμεων, μήτραν ἀπειρόγαμον, τῶν Σεραφεὶμ ὑψηλοτέραν ᾤκησε, τὴν σὴν Θεοτόκε, καὶ σάρξ ἀτρέπτως ἐγένετο. (Μηναίο με ένα κανόνα, άνευ ειρμού, εις 4)

10

Γεωργιοσ Καραγιαννακησ - Παρακλητικη


Δε υ τε ρα - Α΄ Η χοσ

ᾨδὴ γ΄ - Κανὼν Κατανυκτικὸς Ὁ Εἱρμὸς 1. »Ὁ μόνος εἰδὼς τῆς τῶν βροτῶν, οὐσίας τὴν ἀσθένειαν, καὶ συμπαθῶς αὐτῇν μορφωσάμενος, περίζωσόν με ἐξ ὕψους δύναμιν, τοῦ βοᾶν σοι· Ἅγιος, ὁ ναὸς ὁ ἔμψυχος, τῆς ἀχράντου σου δόξης, Φιλάνθρωπε. Τροπάρια στίχ. Δόξα σοι, ὁ Θεὸς ἡμῶν δόξα σοι. 2. Ἀνάνηψον δεῦρο, ὦ ψυχή, καὶ βόησον ἥμαρτον, τῷ τὰ κρυπτά σου πάντα γινώσκοντι, καὶ μετανοίας καρποὺς ἐπίδειξαι, ὅπως ἐλεήσῃ σε, ὁ οἰκτίρμων Κύριος, καὶ πυρὸς αἰωνίου λυτρώσηται. στίχ. Δόξα σοι, ὁ Θεὸς ἡμῶν δόξα σοι. 3. Ἱλάσθητι μόνε Ἀγαθέ, ἱλάσθητι καὶ σῶσόν με, ὡς ὁ Τελώνης φόβῳ κραυγάζω σοι, ἐσμὸν πταισμάτων ἐπισυρόμενος, καὶ κατακαμπτόμενος, βάρει παραπτώσεων, καὶ αἰσχύνης ἀμέτρου πληρούμενος. Μαρτυρικὰ στίχ. Ἅγιοι τοῦ Θεοῦ πρεσβεύσατε ὑπὲρ ἡμῶν. 4. Σοφίᾳ καὶ γνώσει ἀληθεῖ, οἱ Μάρτυρες πληρούμενοι, Ἑλληνικὴν σοφίαν ἐμώραναν, τὸν σοφιστήν τε κακίαν ὤλεσαν, καὶ στερρῶς ἀθλήσαντες, ἐπαξίως ἔλαβον, τούς τῆς νίκης στεφάνους γηθόμενοι. στίχ. Ἅγιοι τοῦ Θεοῦ πρεσβεύσατε ὑπὲρ ἡμῶν. 5. Μονάδα μὲν φύσει ἀθληταί, Τριάδα τοῖς προσώποις δέ, ὁμολογοῦντες, πλάνην πολύθεον, ἐνθέῳ πίστει ἐξηφανίσατε, καὶ φωστῆρες ὤφθητε, πάντων καταυγάζοντες, τὰς καρδίας ἀκτῖσι τῆς χάριτος. Θεοτοκίον στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς. 6. Ἁγία Θεόνυμφε ἁγνή, ἁγίως ἀπεκύησας, τὸν ἐν Ἁγίοις ἀναπαυόμενον, Υἱὸν καὶ Λόγον, Πατρὶ συνάναρχον, τὸν καθαγιάζοντα ἐν Ἁγίῳ Πνεύματι, τοὺς αὐτὸν εὐσεβῶς ἁγιάζοντας. (Μηναίο με δύο κανόνες, άνευ ειρμών, εις 8) ᾨδὴ γ΄ - Κανὼν τῶν Ἀσωμάτων

Ὁ μόνος εἰδὼς τῆς τῶν βροτῶν στίχ. Ἀρχάγγελοι τοῦ Θεοῦ, πρεσβεύσατε ὑπὲρ ἡμῶν. 7. Φωτὶ θεουργῷ τὰ Σεραφείμ, ἀμέσως πλησιάζοντα, καὶ πολλαχῶς αὐτοῦ ἐμπιπλάμενα, ταῖς πρωτοδότοις σαφῶς ἐλλάμψεσι, πρωτουργῶς λαμπρύνονται, καὶ ὡς φῶτα δεύτερα, χρηματίζουσι θέσει θεούμενα. στίχ. Ἀρχάγγελοι τοῦ Θεοῦ, πρεσβεύσατε ὑπὲρ ἡμῶν. 8. Φωτὶ θεουργῷ τὰ Σεραφείμ... στίχ. Ἀρχάγγελοι τοῦ Θεοῦ, πρεσβεύσατε ὑπὲρ ἡμῶν. 9. Ἀγγέλων λαμπρότητας ὑμνεῖν, προθύμως ἐφιέμενοι, τὴν δι’ αὐτῶν θεόθεν βοήθειαν, χορηγουμένην πιστοί, αἰτήσωμεν, νοὸς καθαρότητι, καὶ πανάγνοις στόμασι, καὶ τευξόμεθα τούτων ἐλλάμψεως. Θεοτοκίον στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς. 10. Νοῦν τὸν ὑπερούσιον ἰδεῖν, ὡς θέμις ἀξιούμενος, ὁ Γαβριήλ, Παρθένε πανάμωμε, περιχαρῆ σοι φωνὴν ἐκόμισε, τὴν τοῦ Λόγου σύλληψιν, ἐμφανῶς μηνύων σοι, καὶ τὸν ἄφραστον τόκον κηρύττων σου. (Μηναίο με ένα κανόνα, άνευ ειρμού, εις 4) (και στο τέλος, ο ειρμός της 3ης ωδής από το Μηναίο)

Γεωργιοσ Καραγιαννακησ - Παρακλητικη

11


Δε υ τε ρα - Α΄ Η χοσ

ΜΕΤΑ ΤΗΝ 3η ΩΔΗ Μικρή Συναπτή    

Ἔτι καὶ ἔτι... Κύριε, ἐλέησον Ἀντιλαβοῦ, σῶσον...Κύριε, ἐλέησον Τῆς Παναγίας, ἀχράντου... Σοί, Κύριε. Ὅτι Σὺ εἶ ὁ Θεὸς ἡμῶν... Ἀμήν. (Μεσώδια Καθίσματα από το Μηναίο -η 4η, 5η και 6η ωδή συνήθως παραλείπονταικαι στο τέλος, ο ειρμός της 6ης ωδής από το Μηναίο) ΜΕΤΑ ΤΗΝ 6η ΩΔΗ

   

Μικρή Συναπτή Ἔτι καὶ ἔτι... Κύριε, ἐλέησον Ἀντιλαβοῦ, σῶσον...Κύριε, ἐλέησον Τῆς Παναγίας, ἀχράντου... Σοί, Κύριε. Σὺ γὰρ εἶ ὁ Βασιλεὺς τῆς εἰρήνης... Ἀμήν. (Κοντάκιο και Οίκος από το Μηναίο. Εάν δεν υπάρχουν, λέμε τα κάτωθι)

Tῇ Δευτέρα

Τὰ καθ' ἡμέραν Κοντάκια

Κοντάκιον τῶν Ἀσωμάτων Ἦχος β΄ Ἀρχιστράτηγοι Θεοῦ, λειτουργοὶ θείας δόξης, τῶν ἀνθρώπων ὁδηγοί, καὶ ἀρχηγοὶ Ἀσωμάτων, τὸ συμφέρον ἡμῖν πρεσβεύσατε, καὶ τὸ μέγα ἔλεος, ὡς τῶν ἀσωμάτων ἀρχιστράτηγοι. (Συναξάριο της ημέρας -η 7η και 8η ωδή συνήθως παραλείπονταικαι στο τέλος, ο ειρμός της 8ης ωδής από το Μηναίο με στίχο) στίχ. Αἰνοῦμεν, εὐλογοῦμεν, καὶ προσκυνοῦμεν τὸν Κύριον.

12

Γεωργιοσ Καραγιαννακησ - Παρακλητικη


Δε υ τε ρα - Α΄ Η χοσ

9η ΩΔΗ (Ωδή της Θεοτόκου) Τὴν Θεοτόκον καὶ Μητέρα τοῦ Φωτός, ἐν ὕμνοις τιμῶντες, μεγαλύνωμεν. 1. στίχ. Μεγαλύνει ἡ ψυχή μου τὸν Κύριον, καὶ ἠγαλλίασε τὸ πνεύμά μου ἐπὶ τῶ Θεῷ τῶ σωτήρί μου. Τὴν τιμιωτέραν τῶν Χερουβίμ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφίμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, σὲ μεγαλύνομεν. 2. στίχ. Ὅτι ἐπέβλεψεν ἐπὶ τὴν ταπείνωσιν τῆς δούλης αὐτοῦ· ἰδοὺ γὰρ ἀπὸ τοῦ νὺν μακαριοῦσί με πᾶσαι αἱ γενεαί. 3. στίχ. Ὅτι ἐποίησέ μοὶ μεγαλεῖα ὁ δυνατός, καὶ ἅγιον τὸ ὄνομα αὐτοῦ· καὶ τὸ ἔλεος αὐτοῦ εἰς γενεάν καὶ γενεὰν τοὶς φοβουμένοις αὐτόν. 4. στίχ. Ἐποίησε κράτος ἐν βραχίονι αὐτοῦ, διεσκόρπισεν ὑπερηφάνους διανοίᾳ καρδίας αὐτῶν. 5. στίχ. Καθεῖλε δυνάστας ἀπὸ θρόνων καὶ ὕψωσε ταπεινούς· πεινῶντας ἐνέπλησεν ἀγαθῶν καὶ πλουτοῦντας ἐξαπέστειλε κενούς. 6. στίχ. Ἀντελάβετο Ἰσραὴλ παιδὸς αὐτοῦ μνησθῆναι ἐλέους, καθὼς ἐλάλησε πρὸς τοὺς πατέρας ἡμῶν, τῶ Ἀβραάμ καὶ τῶ σπέρματι αὐτοῦ ἕως αἰῶνος. (-η 9η ωδή συνήθως παραλείπεταιμετά ο ειρμός της 9ης ωδής από το Μηναίο και στο τέλος, το μεγαλυνάριον της Θεοτόκου) Ἄξιόν ἐστιν ὦς ἀληθῶς, μακαρίζειν σὲ τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ Μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβίμ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφίμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, σὲ μεγαλύνομεν. Μικρή Συναπτή    

Ἔτι καὶ ἔτι... Κύριε, ἐλέησον Ἀντιλαβοῦ, σῶσον...Κύριε, ἐλέησον Τῆς Παναγίας, ἀχράντου... Σοί, Κύριε. Ὅτι Σὲ αἰνοῦσι... Ἀμήν. ΕΞΑΠΟΣΤΕΙΛΑΡΙΑ

Tῇ Δευτέρα

Τὰ καθ' ἡμέραν ἐξαποστειλάρια

Ἦχος γ΄ Αὐτόμελον Ὁ οὐρανὸν τοῖς ἄστροις, κατακοσμήσας ὡς Θεός καὶ διὰ τῶν σῶν Ἁγίων, πᾶσαν τὴν γῆν φωταγωγῶν, Δημιουργὲ τῶν ἁπάντων, τοὺς ἀνυμνοῦντάς σε σῷζε. (Εξαποστειλάριο και Θεοτόκιο από το Μηναίο. Εάν δεν υπάρχουν, λέμε το κάτωθι) Θεοτοκίον ὅμοιον Ὁ γλυκασμὸς τῶν ἀγγέλων, τῶν θλιβομένων ἡ χαρά, Χριστιανῶν ἡ προστάτις, Παρθένε μήτηρ Κυρίου, ἀντιλαβοῦ μου καὶ ῥῦσαι, τῶν αἰωνίων βασάνων.

Γεωργιοσ Καραγιαννακησ - Παρακλητικη

13


Δε υ τε ρα - Α΄ Η χοσ

ΑΙΝΟΙ (Εάν υπάρχουν αίνοι στο Μηναίο) (το Πάσα πνοή στον ήχο των στιχηρών) Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον. Αἰνεῖτε τὸν Κύριον ἐκ τῶν οὐρανῶν, αἰνεῖτε αὐτὸν ἐν τοῖς ὑψίστοις. Σοὶ πρέπει ὕμνος τῶ Θεῷ. Αἰνεῖτε αὐτόν, πάντες οἱ Ἄγγελοι αὐτοῦ· αἰνεῖτε αὐτόν, πᾶσαι αἱ δυνάμεις αὐτοῦ. Σοὶ πρέπει ὕμνος τῶ Θεῷ. (οι ενδιάμεσοι στίχοι συνήθως παραλείπονται και στους 4 τελευταίους στίχους, ψάλλονται τα στιχηρά του Μηναίου) 1. στίχ. Αἰνεῖτε αὐτὸν ἐπὶ ταῖς δυναστείαις αὐτοῦ· αἰνεῖτε αὐτὸν κατὰ τὸ πλῆθος τῆς μεγαλωσύνης αὐτοῦ. 2. στίχ. Αἰνεῖτε αὐτὸν ἐν ἤχῳ σάλπιγγος· αἰνεῖτε αὐτὸν ἐν ψαλτηρίῳ καὶ κιθάρᾳ. 3. στίχ. Αἰνεῖτε αὐτὸν ἐν τυμπάνῳ καὶ χορῷ· αἰνεῖτε αὐτὸν ἐν χορδαῖς καὶ ὀργάνῳ. 4. στίχ. Αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις εὐήχοις· αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις ἀλλαλαγμοῦ. Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον. (Δόξα... Και νυν... του Μηναίου)

14

Γεωργιοσ Καραγιαννακησ - Παρακλητικη


Δε υ τε ρα - Α΄ Η χοσ

ΑΙΝΟΙ (Εάν δεν υπάρχουν αίνοι στο Μηναίο, οι 3 ψαλμοί των αίνων 148 - 149 - 150 χύμα)                              

Ψαλμὸς ρμη΄ (148) Αἰνεῖτε τὸν Κύριον ἐκ τῶν οὐρανῶν, αἰνεῖτε αὐτὸν ἐν τοῖς ὑψίστοις. Σοὶ πρέπει ὕμνος τῶ Θεῷ. Αἰνεῖτε αὐτόν, πάντες οἱ Ἄγγελοι αὐτοῦ· αἰνεῖτε αὐτόν, πᾶσαι αἱ δυνάμεις αὐτοῦ. Σοὶ πρέπει ὕμνος τῶ Θεῷ. Αἰνεῖτε αὐτόν, ἥλιος καὶ σελήνη· αἰνεῖτε αὐτόν, πάντα τὰ ἄστρα καὶ τὸ φῶς. Αἰνεῖτε αὐτόν, οἱ οὐρανοὶ τῶν οὐρανῶν καὶ τὸ ὕδωρ τὸ ὑπεράνω τῶν οὐρανῶν. Αἰνεσάτωσαν τὸ ὄνομα Κυρίου, ὅτι αὐτὸς εἶπε καὶ ἐγενήθησαν, αὐτὸς ἐνετείλατο, καὶ ἐκτίσθησαν. Ἔστησεν αὐτὰ εἰς τὸν αἰῶνα, καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος· πρόσταγμα ἔθετο, καὶ οὐ παρελεύσεται. Αἰνεῖτε τὸν Κύριον ἐκ τῆς γῆς, δράκοντες καὶ πᾶσαι ἄβυσσοι. Πῦρ, χάλαζα, χιών, κρύσταλλος, πνεῦμα καταιγίδος, τὰ ποιοῦντα τὸν λόγον αὐτοῦ. Τὰ ὄρη καὶ πάντες οἱ βουνοί, ξύλα καρποφόρα καὶ πᾶσαι κέδροι. Τὰ θηρία καὶ πάντα τὰ κτήνη, ἑρπετὰ καὶ πετεινὰ πτερωτά. Βασιλεῖς τῆς γῆς καὶ πάντες λαοί, ἄρχοντες καὶ πάντες κριταὶ τῆς γῆς. Νεανίσκοι καὶ παρθένοι, πρεσβύτεροι μετὰ νεωτέρων, αἰνεσάτωσαν τὸ ὄνομα Κυρίου, ὅτι ὑψώθη τὸ ὄνομα αὐτοῦ μόνου. Ἡ ἐξομολόγησις αὐτοῦ ἐπὶ γῆς καὶ οὐρανοῦ καὶ ὑψώσει κέρας λαοῦ αὐτοῦ. Ὕμνος πᾶσι τοῖς ὁσίοις αὐτοῦ, τοῖς υἱοὶς Ἰσραήλ, λαῷ ἐγγίζοντι αὐτῷ. Ψαλμὸς ρμθ΄ (149) ᾌσατε τῷ Κυρίῳ ᾆσμα καινόν ἡ αἴνεσις αὐτοῦ ἐν ἐκκλησίᾳ ὁσίων. Εὐφρανθήτω Ἰσραὴλ ἐπὶ τῷ ποιήσαντι αὐτόν καὶ υἱοὶ Σιὼν ἀγαλλιάσθωσαν ἐπὶ τῷ βασιλεῖ αὐτῶν. Αἰνεσάτωσαν τὸ ὄνομα αὐτοῦ ἐν χορῷ, ἐν τυμπάνῳ καὶ ψαλτηρίῳ ψαλάτωσαν αὐτῷ. Ὅτι εὐδοκεῖ Κύριος ἐν τῷ λαῷ αὐτοῦ καὶ ὑψώσει πραεῖς ἐν σωτηρίᾳ. Καυχἠσονται ὅσιοι ἐν δόξῃ καὶ ἀγαλλιάσονται ἐπὶ τῶν κοιτῶν αὐτῶν. Αἱ ὑψώσεις τοῦ Θεοῦ ἐν τῷ λάρυγγι αὐτῶν καὶ ῥομφαῖαι δίστομοι ἐν ταῖς χερσὶν αὐτῶν. Τοῦ ποιῆσαι ἐκδίκησιν ἐν τοῖς ἔθνεσιν, ἐλεγμοὺς ἐν τοῖς λαοῖς. Τοῦ δῆσαι τοὺς βασιλεῖς αὐτῶν ἐν πέδαις, καὶ τοὺς ἐνδόξους αὐτῶν ἐν χειροπέδαις σιδηραῖς. Τοῦ ποιῆσαι ἐν αὐτοῖς κρῖμα ἔγγραπτον· δόξα αὕτη ἔσται πᾶσι τοῖς ὁσίοις αὐτοῦ. Ψαλμὸς ρν΄ (l50) Αἰνεῖτε τὸν Θεὸν ἐν τοῖς ἁγίοις αὐτοῦ· αἰνεῖτε αὐτὸν ἐν στερεώματι τῆς δυνάμεως αὐτοῦ. Αἰνεῖτε αὐτὸν ἐπὶ ταῖς δυναστείαις αὐτοῦ, αἰνεῖτε αὐτὸν κατὰ τὸ πλῆθος τῆς μεγαλωσύνης αὐτοῦ. Αἰνεῖτε αὐτὸν ἐν ἤχῳ σάλπιγγος, αἰνεῖτε αὐτὸν ἐν ψαλτηρίῳ καὶ κιθάρᾳ. Αἰνεῖτε αὐτὸν ἐν τυμπάνῳ καὶ χορῷ, αἰνεῖτε αὐτὸν ἐν χορδαῖς καὶ ὀργάνῳ . Αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις εὐήχοις, αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις ἀλλαλαγμοῦ, Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον. Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι. Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Γεωργιοσ Καραγιαννακησ - Παρακλητικη

15


Δε υ τε ρα - Α΄ Η χοσ

ΔΟΞΟΛΟΓΙΑ (Εάν το Μηναίο ζητά Μεγάλη Δοξολογία, η ημέρα είναι ημιεορτάσιμη και τελειώνει ο Όρθρος με την κάτωθι σειρά)                    

Δοξολογία μεγάλη Δόξα σοι τῷ δείξαντι τὸ φῶς. Δόξα ἐν ὑψίστοις Θεῷ καὶ ἐπὶ γῆς εἰρήνη, ἐν ἀνθρώποις εὐδοκία. Ὑμνοῦμέν σε, εὐλογοῦμέν σε, προσκυνοῦμέν σε, δοξολογοῦμέν σε, εὐχαριστοῦμέν σοι διὰ τὴν μεγάλην σου δόξαν. Κύριε βασιλεῦ, ἐπουράνιε Θεέ, Πάτερ παντοκράτορ· Κύριε Υἱὲ μονογενές, Ἰησοῦ Χριστέ καὶ ἅγιον Πνεῦμα. Κύριε ὁ Θεός, ὁ ἀμνὸς τοῦ Θεοῦ, ὁ Υἱὸς τοῦ Πατρός, ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου, ἐλέησον ἡμᾶς, ὁ αἴρων τὰς ἁμαρτίας τοῦ κόσμου. Πρόσδεξαι τὴν δέησιν ἡμῶν, ὁ καθήμενος ἐν δεξιᾷ τοῦ Πατρός, καὶ ἐλέησον ἡμᾶς. Ὅτι σὺ εἶ μόνος ἅγιος, σὺ εἶ μόνος Κύριος, Ἰησοῦς Χριστός, εἰς δόξαν Θεοῦ Πατρός. Ἀμήν. Καθ' ἑκάστην ἡμέραν εὐλογήσω σε καὶ αἰνέσω τὸ ὄνομά σου εἰς τὸν αἰῶνα καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος. Καταξίωσον, Κύριε, ἐν τῇ ἡμέρᾳ ταύτῃ, ἀναμαρτήτους φυλαχθῆναι ἡμᾶς. Εὐλογητὸς εἶ, Κύριε, ὁ Θεὸς τῶν πατέρων ἡμῶν καὶ αἰνετὸν καὶ δεδοξασμένον τὸ ὄνομά σου εἰς τοὺς αἰῶνας. Ἀμήν. Γένοιτο, Κύριε, τὸ ἔλεός σου ἐφ' ἡμᾶς, καθάπερ ἠλπίσαμεν ἐπὶ σέ. Εὐλογητὸς εἶ, Κύριε· δίδαξόν με τὰ δικαιώματά σου (γ΄). Κύριε, καταφυγὴ ἐγενήθης ἡμῖν ἐν γενεᾷ καὶ γενεᾷ. Ἐγὼ εἶπα· Κύριε, ἐλέησόν με· ἴασαι τὴν ψυχήν μου, ὅτι ἥμαρτόν σοι. Κύριε, πρὸς σὲ κατέφυγον· δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεός μου. Ὅτι παρὰ σοὶ πηγὴ ζωῆς· ἐν τῷ φωτί σου ὀψόμεθα φῶς. Παράτεινον τὸ ἔλεός σου τοῖς γινώσκουσί σε. Ἅγιος ὁ Θεός, ἅγιος ἰσχυρός, ἅγιος ἀθάνατος· ἐλέησον ἡμᾶς (γ΄). Δόξα Πατρὶ καὶ Υἱῷ καὶ ἁγίῳ Πνεύματι. Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰῶνων. Ἀμήν. Ἅγιος ἀθάνατος· ἐλέησον ἡμᾶς. Ἅγιος ὁ Θεός, ἅγιος ἰσχυρός, ἅγιος ἀθάνατος· ἐλέησον ἡμᾶς. (Απολυτίκιο και Θεοτόκιο τέλους και άρχεται η Θεία Λειτουργία)

16

Γεωργιοσ Καραγιαννακησ - Παρακλητικη


Δε υ τε ρα - Α΄ Η χοσ

ΔΟΞΟΛΟΓΙΑ (Εάν το Μηναίο δεν ζητά Μεγάλη Δοξολογία, τελειώνει ο Όρθρος με την κάτωθι σειρά) Δοξολογία μικρή (χύμα) Σοὶ δόξα πρέπει, Κύριε, ὁ Θεὸς ἡμῶν, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρί, καὶ τῷ Υἱῷ, καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν, καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.                   

Δόξα σοι τῷ δείξαντι τὸ φῶς. Δόξα ἐν ὑψίστοις Θεῷ καὶ ἐπὶ γῆς εἰρήνη ἐν ἀνθρώποις εὐδοκία. Ὑμνοῦμέν σε, εὐλογοῦμέν σε, προσκυνοῦμέν σε, δοξολογοῦμέν σε, εὐχαριστοῦμέν σοι, διὰ τὴν μεγάλην σου δόξαν. Κύριε Βασιλεῦ, ἐπουράνιε Θεέ, Πάτερ παντοκράτορ, Κύριε Υἱὲ μονογενές, Ἰησοῦ Χριστέ, καὶ Ἅγιον Πνεῦμα. Κύριε ὁ Θεός, ὁ ἀμνὸς τοῦ Θεοῦ, ὁ Υἱός τοῦ Πατρός, ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου, ἐλέησον ἡμᾶς, ὁ αἴρων τὰς ἁμαρτίας τοῦ κόσμου. Πρόσδεξαι τὴν δέησιν ἡμῶν, ὁ καθήμενος ἐν δεξιᾷ τοῦ Πατρός, καὶ ἐλέησον ἡμᾶς. Ὅτι σὺ εἶ μόνος Ἅγιος, σὺ εἶ μόνος Κύριος, Ἰησοῦς Χριστός, εἰς δόξαν Θεοῦ Πατρός. Ἀμήν. Καθ' ἑκάστην ἡμέραν εὐλογήσω σε, καὶ αἰνέσω τὸ ὄνομά σου εἰς τὸν αἰῶνα καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος. Κύριε, καταφυγὴ ἐγενήθης ἡμῖν ἐν γενεᾷ καὶ γενεᾷ. Ἐγὼ εἶπα· Κύριε, ἐλέησόν με, ἴασαι τὴν ψυχήν μου, ὅτι ἥμαρτόν σοι. Κύριε, πρὸς σὲ κατέφυγον, δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεός μου. Ὅτι παρὰ σοὶ πηγὴ ζωῆς ἐν τῷ φωτί σου ὀψόμεθα φῶς. Παράτεινον τὸ ἔλεός σου τοῖς γινώσκουσί σε. Καταξίωσον, Κύριε, ἐν τῇ ἡμέρᾳ ταύτη ἀναμαρτήτους φυλαχθῆναι ἡμᾶς. Εὐλογητὸς εἶ, Κύριε, ὁ Θεὸς τῶν Πατέρων ἡμῶν, καὶ αἰνετὸν καὶ δεδοξασμένον τὸ ὄνομά σου εἰς τοὺς αἰῶνας. Ἀμήν. Γένοιτο, Κύριε, τὸ ἔλεός σου ἐφ' ἡμᾶς, καθάπερ ἠλπίσαμεν ἐπὶ σέ. Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου. Εὐλογητὸς εἶ, Δέσποτα, συνέτισόν με τὰ δικαιώματά σου. Εὐλογητὸς εἶ, Ἅγιε, φώτισόν με τοῖς δικαιώμασί σου. Κύριε, τὸ ἔλεός σου εἰς τὸν αἰῶνα, τὰ ἔργα τῶν χειρῶν σου μὴ παρίδῃς. Σοὶ πρέπει αἶνος, Σοὶ πρέπει ὕμνος, Σοὶ δόξα πρέπει, τῷ Πατρὶ καὶ τῷ Υἱῷ, καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν, καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Πληρωτικά Πληρώσωμεν τὴν ἑωθινὴν δέησιν ἡμῶν τῷ Κυρίῳ Κύριε ἐλέησον. Ἀντιλαβοῦ, σῶσον... Κύριε ἐλέησον. Τὴν ἡμέραν πᾶσαν... Παράσχου Κύριε. (μετά από κάθε δέηση) ... Τῆς Παναγίας, ἀχράντου... Σοί, Κύριε. Ὅτι Θεὸς ἐλέους, οἰκτιρμῶν...Ἀμήν. Εἰρήνη πᾶσι. Καὶ τῷ πνεύματί σου. Τὰς κεφαλὰς ἡμῶν τῷ Κυρίῳ κλίνωμεν. Σοί, Κύριε. (Η ευχή της κεφαλοκλισίας μυστικώς: Κύριε, Ἅγιε, ὁ ἐν ὑψηλοῖς...) Σὸν γάρ ἐστι τὸ ἐλεεῖν... Ἀμήν.

Γεωργιοσ Καραγιαννακησ - Παρακλητικη

17


Δε υ τε ρα - Α΄ Η χοσ

ΑΠΟΣΤΙΧΑ ΤΩΝ ΑΙΝΩΝ Κατανυκτικὰ Ἄλλος σε κόσμος, ψυχή, ἀναμένει καὶ Κριτής, τὰ σὰ μέλλων δημοσιεύειν κρυπτὰ καὶ δεινά· μὴ οὖν ἐμμείνῃς τοῖς ᾧδε, ἀλλὰ πρόφθασον βοῶσα τῷ Κριτῇ, ὁ Θεός ἱλάσθητί μοι, καὶ σῶσόν με. στίχ. Ἐνεπλήσθημεν τὸ πρωῒ τοῦ ἐλέους σου, Κύριε, καὶ ἠγαλλιασάμεθα καὶ εὐφράνθημεν. Ἐν πάσαις ταῖς ἡμέραις ἡμῶν εὐφρανθείημεν, ἀνθ΄ὧν ἡμερῶν ἐταπείνωσας ἡμᾶς, ἐτῶν ὧν εἴδομεν κακά· καὶ ἴδε ἐπὶ τοὺς δούλους σου καὶ ἐπὶ τὰ ἔργα σου, καὶ ὁδήγησον τοὺς υἱοὺς αὐτῶν. Μὴ ἀποδοκιμάσῃς με Σωτήρ μου, τῇ ῥαθυμίᾳ τῆς ἁμαρτίας συνεχόμενον, διέγειρόν μου τὸν λογισμὸν πρὸς μετάνοιαν, καὶ τοῦ σοῦ ἀμπελῶνος ἐργάτην δόκιμον ἀνάδειξόν με, δωρούμενός μοι τῆς ἑνδεκάτης ὥρας τὸν μισθόν, καὶ τὸ μέγα ἔλεος. Μαρτυρικὸν στίχ. Καὶ ἔστω ἡ λαμπρότης Κυρίου τοῦ Θεοῦ ἡμῶν ἐφ' ἡμᾶς, καὶ τὰ ἔργα τῶν χειρῶν ἡμῶν κατεύθυνον ἐφ' ἡμᾶς, καὶ τὸ ἔργον τῶν χειρῶν ἡμῶν κατεύθυνον. Τοὺς Ἀθλοφόρους τοῦ Χριστοῦ, δεῦτε λαοὶ ἅπαντες τιμήσωμεν, ὕμνοις καὶ ᾠδαῖς πνευματικαῖς, τοὺς φωστῆρας τοῦ κόσμου, καὶ κήρυκας τῆς πίστεως, τὴν πηγὴν τήν ἀέναον, ἐξ ἧς ἀναβλύζει τοῖς πιστοῖς τὰ ἰάματα. Αὐτῶν ταῖς ἱκεσίαις, Χριστὲ ὁ Θεὸς ἡμῶν, τὴν εἰρήνην δώρησαι τῷ κόσμῳ σου, καὶ ταῖς ψυχαῖς ἡμῶν τὸ μέγα ἔλεος. Δόξα... Καὶ νῦν... Θεοτοκίον (Από το Μηναίο. Εάν δεν έχει το Μηναίο, το κάτωθι) Πανεύφημοι μάρτυρες Ἁγιωτέρα ἁγίων πασῶν Δυνάμεων, τιμιωτέρα πάσης κτίσεως, Θεοτόκε, Δέσποινα τοῦ κόσμου, σῶσον ἡμᾶς, τὸν Σωτῆρα κυήσασα, ἀπὸ πταισμάτων μυρίων, ὡς ἀγαθή, καὶ κινδύνων ταῖς πρεσβείαις σου. Ἀγαθὸν τὸ ἐξομολογεῖσθαι τῷ Κυρίῳ καὶ ψάλλειν τῷ ὀνόματί Σου, Ὕψιστε· τοῦ ἀναγγέλειν τὸ πρωῒ τὸ ἔλεός Σου καὶ τὴν ἀλήθειάν Σου κατὰ νύκτα. Τρισάγιον Ἅγιος ὁ Θεός, ἅγιος ἰσχυρός, ἅγιος ἀθάνατος ἐλέησον ἡμᾶς (γ΄). Δόξα... Καὶ νῦν... Παναγία Τριάς, ἐλέησον ἡμᾶς. Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τὰς ἀνομίας ἡμῖν. Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν, ἕνεκεν του ὀνόματός σου. Κύριε ἐλέησον, Κύριε ἐλέησον, Κύριε ἐλέησον. Δόξα... Καὶ νῦν... Πάτερ ἡμῶν, ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου, ἐλθέτω ἡ βασιλεία σου, γενηθήτω τὸ θέλημά σου ὡς ἐν οὐρανῷ καὶ ἐπί τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν, καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ. Ὅτι σοῦ ἐστιν ἡ βασιλεία... Ἀμήν. ΑΠΟΛΥΤΙΚΙΑ τέλους 1. Το απολυτίκιο που ψάλλαμε στο Θεός Κύριος, αλλά, Δόξα... Και νυν... το εις το τέλος του Όρθρου ομόηχο Θεοτόκιο. Εάν υπάρχει και δεύτερο απολυτίκιο, το ψάλλουμε στο Δόξα..., και εις το Και νυν... το εις το τέλος του Όρθρου ομόηχο Θεοτόκιο. Εἰς τὸ, τέλος τοῦ Ὄρθρου Θεοτόκια Θεοτοκίον Ἦχος α΄ Ἄχραντε Θεοτόκε, ἡ ἐν οὐρανοῖς εὐλογημένη, καὶ ἐπὶ γῆς δοξολογουμένη, χαῖρε Νύμφη ἀνύμφευτε.

18

Γεωργιοσ Καραγιαννακησ - Παρακλητικη


Δε υ τε ρα - Α΄ Η χοσ

Θεοτοκίον Ἦχος β΄ Μήτηρ ἁγία, ἡ τοῦ ἀφράστου φωτός, ἀγγελικοὶς σὲ ὕμνοις τιμῶντες, εὐσεβῶς μεγαλύνομεν. Θεοτοκίον Ἦχος γ΄ Ἕκαστος ὅπου σώζεται, ἐκεῖ δικαίως καὶ προστρέχει· καὶ ποία ἄλλη τοιαύτη καταφυγή, ὡς σὺ Θεοτόκε, σκέπουσα τὰς ψυχὰς ἡμῶν; Θεοτοκίον Ἦχος δ΄ Ὅτι πάντων ὑπάρχεις, τῶν ποιημάτων ὑπερτέρα, ἀνυμνεῖν σὲ ἀξίως, μὴ εὐποροῦντες Θεοτόκε, δωρεὰν αἰτούμέν σε, ἐλέησον ἡμᾶς. Θεοτοκίον Ἦχος πλ. α΄ Ὁ ἐκ Παρθένου ἀνατείλας τῶ κόσμω, Χριστὲ ὁ Θεός, υἱοὺς φωτὸς δι' αὐτῆς ἀναδείξας, ἐλέησον ἡμᾶς. Θεοτοκίον Ἦχος πλ. β΄ Ἀρχαγγελικὸν λόγον ὑπεδέξω καὶ χερουβικὸς θρόνος ἀνεδείχθης, καὶ ἐν ἀγκάλαις σου ἐβάστασας, Θεοτόκε, τὴν ἐλπίδα τῶν ψυχῶν ἡμῶν. Θεοτοκίον Ἦχος Βαρὺς Ὑπερέβης τὰς δυνάμεις τῶν οὐρανῶν, ὅτι ναὸς ἐδείχθης θεϊκός, εὐλογημένη Θεοτόκε, ὡς τεκοῦσα Χριστόν, τὸν Σωτήρα τῶν ψυχῶν ἡμῶν. Θεοτοκίον Ἦχος πλ. δ΄ Χαῖρε ἡ πύλη, τοῦ Βασιλέως τῆς δόξης, ἣν ὁ Ὕψιστος μόνος διώδευσε, καὶ μόνην ἐσφραγισμένην ἐφύλαξεν, εἰς σωτηρίαν τῶν ψυχῶν ἡμῶν. 2. Εάν η ακολουθία του Μηναίου στερείται δοξαστικού, ψάλλεται το απολυτίκιο της ημέρας της εβδομάδος με το οικείο α΄ ομόηχο θεοτόκιο της ημέρας. Ἀπολυτίκιον τῶν Ἀσωμάτων Ἦχος δ΄ Τῶν οὐρανίων στρατιῶν Ἀρχιστράτηγοι, δυσωποῦμεν ὑμᾶς ἡμεῖς οἱ ἀνάξιοι, ἵνα ταῖς ὑμῶν δεήσεσι, τειχίσητε ἡμᾶς, σκέπῃ τῶν πτερύγων, τῆς ἀΰλου ὑμῶν δόξης, φρουροῦντες ἡμᾶς προσπίπτοντας, ἐκτενῶς καὶ βοῶντας· Ἐκ τῶν κινδύνων λυτρώσασθε ἡμᾶς, ὡς Ταξιάρχαι τῶν ἄνω Δυνάμεων. Δόξα... Καὶ νῦν... Θεοτοκίον Ὅτι πάντων ὑπάρχεις... 3. Σε ορισμένες μνήμες αποστόλων ή προφητών, λέγονται τα αρχαία απολυτίκιά τους, επειδή στερούνται δοξαστικού. Ἀπολυτίκιον εἰς ἀπόστολον Ἦχος γ΄ Ἀπόστολε ἅγιε (...), πρέσβευε τῷ ἐλεήμονι Θεῷ, ἵνα πταισμάτων ἄφεσιν, παράσχῃ ταῖς ψυχαῖς ἡμῶν. ή ἐὰν εἶναι εὐαγγελιστής Ἀπόστολε ἅγιε καὶ ἐυαγγελιστὰ (...), πρέσβευε... Δόξα... Καὶ νῦν... Θεοτοκίον Ἕκαστος ὅπου σώζεται... Ἀπολυτίκιον εἰς προφήτην Ἦχος β΄ Τοῦ προφήτου σου (...) τὴν μνήμην Κύριε ἑορτάζοντες, δι᾿ αὐτοῦ σὲ δυσωποῦμεν· σῶσον τὰς ψυχὰς ἡμῶν. Δόξα... Καὶ νῦν... Θεοτοκίον Μήτηρ ἁγία, ἡ τοῦ ἀφράστου φωτός...

Γεωργιοσ Καραγιαννακησ - Παρακλητικη

19


Δε υ τε ρα - Α΄ Η χοσ

Θεια Λειτουργια ΑΝΤΙΦΩΝΟ Α΄ Ἠχος β΄. Ψαλμὸς Ϟα΄ (91) στίχ. Ἀγαθὸν τὸ ἐξομολογεῖσθαι τῷ Κυρίῳ, καὶ ψάλλειν τῷ ὀνόματί σου, Ὕψιστε. Ταῖς πρεσβείαις τῆς Θεοτόκου, Σῶτερ, σῶσον ἡμᾶς. στίχ. Τοῦ ἀναγγέλλειν τῷ πρωῒ τὸ ἔλεός σου, καὶ τὴν ἀλήθειάν σου κατὰ νύκτα. Ταῖς πρεσβείαις τῆς Θεοτόκου... στίχ. Ὅτι εὔφρανάς με, Κύριε, ἐν τοῖς ποιήμασί σου, καὶ ἐν τοῖς ἔργοις τῶν χειρῶν σου ἀγαλλιάσομαι. Ταῖς πρεσβείαις τῆς Θεοτόκου... στίχ. Ὅτι εὐθὺς Κύριος ὁ Θεὸς ἡμῶν, καὶ οὐκ ἔστιν ἀδικία ἐν αὐτῷ. Ταῖς πρεσβείαις τῆς Θεοτόκου... Δόξα... Καὶ νῦν... Ταῖς πρεσβείαις τῆς Θεοτόκου... ΑΝΤΙΦΩΝΟ Β΄ Ἠχος πλ.α΄. Ψαλμὸς Ϟβ΄ (92) στίχ. Ὁ Κύριος ἐβασίλευσεν, εὐπρέπειαν ἐνεδύσατο, ἐνεδύσατο Κύριος δύναμιν καὶ περιεζώσατο. Πρεσβείαις τῶν ἁγίων σου σῶσον ἡμᾶς, Κύριε. στίχ. Καὶ γὰρ ἐστερέωσε τὴν οἰκουμένην, ἥτις οὐ σαλευθήσεται. Πρεσβείαις τῶν ἁγίων σου σῶσον ἡμᾶς, Κύριε. στίχ. Θαυμαστοὶ οἱ μετεωρισμοὶ τῆς θαλάσσης, θαυμαστὸς ἐν ὑψηλοῖς ὁ Κύριος. Πρεσβείαις τῶν ἁγίων σου σῶσον ἡμᾶς, Κύριε. στίχ. Τὰ μαρτύριά σου ἐπιστώθησαν σφόδρα· τῷ οἴκῳ σου πρέπει ἁγίασμα, Κύριε, εἰς μακρότητα ἡμερῶν. Πρεσβείαις τῶν ἁγίων σου σῶσον ἡμᾶς, Κύριε. Δόξα... Καὶ νῦν... Ἠχος β΄ Ὁ Μονογενὴς Υἱὸς καὶ Λόγος τοῦ Θεοῦ, ἀθάνατος ὑπάρχων καὶ καταδεξάμενος διὰ τὴν ἡμετέραν σωτηρίαν σαρκωθῆναι ἐκ τῆς ἁγίας Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας, ἀτρέπτως ἐνανθρωπήσας, σταυρωθείς τε, Χριστὲ ὁ Θεός, θανάτῳ θάνατον πατήσας, εἷς ὢν τῆς Ἁγίας Τριάδος, συνδοξαζόμενος τῷ Πατρὶ καὶ τῷ Ἁγίῳ Πνεύματι, σῶσον ἡμᾶς.

20

Γεωργιοσ Καραγιαννακησ - Παρακλητικη


Δε υ τε ρα - Α΄ Η χοσ

ΑΝΤΙΦΩΝΟ Γ΄ Ἠχος β΄. Ψαλμὸς Ϟδ΄ (94) στίχ. Δεῦτε ἀγαλλιασώμεθα τῷ Κυρίῳ, ἀλαλάξωμεν τῷ Θεῷ τῷ Σωτῆρι ἡμῶν. Σῶσον ἡμᾶς, Υἱὲ Θεοῦ, ὁ ἐν Ἁγίοις θαυμαστός, ψάλλοντάς σοι. Ἀλληλούϊα. στίχ. Προφθάσωμεν τὸ πρόσωπον αὐτοῦ ἐν ἐξομολογήσει καὶ ἐν ψαλμοῖς ἀλαλάξωμεν αὐτῷ. Σῶσον ἡμᾶς, Υἱὲ Θεοῦ, ὁ ἐν Ἁγίοις θαυμαστός... στίχ. Ὅτι Θεὸς μέγας Κύριος καὶ βασιλεὺς μέγας ἐπὶ πᾶσαν τὴν γῆν. Σῶσον ἡμᾶς, Υἱὲ Θεοῦ, ὁ ἐν Ἁγίοις θαυμαστός... (είσοδος του Ευαγγελίου) Σοφία· ὀρθοί. στίχ. Δεῦτε προσκυνήσωμεν καὶ προσπέσωμεν Χριστῷ. Σῶσον ἡμᾶς, Υἱὲ Θεοῦ, ὁ ἐν Ἁγίοις θαυμαστός... ΑΠΟΛΥΤΙΚΙΑ - ΚΟΝΤΑΚΙΑ 1. Το απολυτίκιο που είπαμε στον Όρθρο. 2. Το απολυτίκιο του ναού. 3. Το κοντάκιο της ημέρας της εβδομάδος. Δόξα... Κοντάκιον τῶν Ἀσωμάτων Ἦχος β΄ Ἀρχιστράτηγοι Θεοῦ, λειτουργοὶ θείας δόξης, τῶν ἀνθρώπων ὁδηγοί, καὶ ἀρχηγοὶ Ἀσωμάτων, τὸ συμφέρον ἡμῖν πρεσβεύσατε, καὶ τὸ μέγα ἔλεος, ὡς τῶν ἀσωμάτων ἀρχιστράτηγοι. 4. Το κοντάκιο της Θεοτόκου «Προστασία τῶν χριστιανών». Καὶ νῦν... Κοντάκιον τῆς Θεοτόκου Ἦχος β΄ Προστασία τῶν Χριστιανῶν ἀκαταίσχυντε, μεσιτεία, πρὸς τὸν Ποιητὴν ἀμετάθετε, μὴ παρίδῃς, ἁμαρτωλῶν δεήσεων φωνάς, ἀλλὰ πρόφθασον, ὡς ἀγαθή, εἰς τὴν βοήθειαν ἡμῶν, τῶν πιστῶς κραυγαζόντων σοι· Τάχυνον εἰς πρεσβείαν, καὶ σπεῦσον εἰς ἱκεσίαν, ἡ προστατεύουσα ἀεί, Θεοτόκε, τῶν τιμώντων σε. (εάν είπαμε μεγάλη δοξολογία στον Όρθρο, η ημέρα είναι ημιεορτάσιμη και στα κοντάκια λέμε Δόξα... το κοντάκιο του Μηναίου, Και νυν... το κοντάκιο της περιόδου) ΚΟΙΝΩΝΙΚΟΝ Ἦχος α΄ Ψαλμὸς ργ΄ (103) Ὁ ποιῶν τοὺς ἀγγέλους αὐτοῦ πνεύματα καὶ τοὺς λειτουργοὺς αὐτοῦ πυρὸς φλόγα. Ἀλληλούια         

Εὐλόγει, ἡ ψυχή μου, τὸν Κύριον· Κύριε ὁ Θεός μου, ἐμεγαλύνθης σφόδρα. Ἐξομολόγησιν καὶ μεγαλοπρέπειαν ἐνεδύσω, ἀναβαλλόμενος φῶς ὡς ἱμάτιον· Ἐκτείνων τὸν οὐρανὸν ὡσεὶ δέῤῥιν, ὁ στεγάζων ἐν ὕδασιν τὰ ὑπερῷα αὐτοῦ· Ὁ τιθεὶς νέφη τὴν ἐπίβασιν αὐτοῦ, ὁ περιπατῶν ἐπὶ πτερύγων ἀνέμων· Ὁ ποιῶν τοὺς ἀγγέλους αὐτοῦ πνεύματα καὶ τοὺς λειτουργοὺς αὐτοῦ πυρὸς φλόγα. Ὁ θεμελιῶν τὴν γῆν ἐπὶ τὴν ἀσφάλειαν αὐτῆς, οὐ κλιθήσεται εἰς τὸν αἰῶνα τοῦ αἰῶνος. Ἄβυσσος ὡς ἱμάτιον τὸ περιβόλαιον αὐτοῦ, ἐπὶ τῶν ὀρέων στήσονται ὕδατα. Ἀπὸ ἐπιτιμήσεώς σου φεύξονται, ἀπὸ φωνῆς βροντῆς σου δειλιάσουσιν. Ἀναβαίνουσιν ὄρη καὶ καταβαίνουσι πεδία εἰς τὸν τόπον, ὃν ἐθεμελίωσας αὐτά. Γεωργιοσ Καραγιαννακησ - Παρακλητικη

21


Δε υ τε ρα - Α΄ Η χοσ

                           

Ὅριον ἔθου, ὃ οὐ παρελεύσονται, οὐδὲ ἐπιστρέψουσι καλύψαι τὴν γῆν. Ὁ ἐξαποστέλλων πηγὰς ἐν φάραγξιν, ἀναμέσον τῶν ὀρέων διελεύσονται ὕδατα. Ποτιοῦσι πάντα τὰ θηρία τοῦ ἀγροῦ, προσδέξονται ὄναγροι εἰς δίψαν αὐτῶν. Ἐπ' αὐτὰ τὰ πετεινὰ τοῦ οὐρανοῦ κατασκηνώσει, ἐκ μέσου τῶν πετρῶν δώσουσι φωνήν. Ποτίζων ὄρη ἐκ τῶν ὑπερῴων αὐτοῦ, ἀπὸ καρποῦ τῶν ἔργων σου χορτασθήσεται ἡ γῆ. Ὁ ἐξανατέλλων χόρτον τοῖς κτήνεσι, καὶ χλόην τῇ δουλείᾳ τῶν ἀνθρώπων, τοῦ ἐξαγαγεῖν ἄρτον ἐκ τῆς γῆς. Καὶ οἶνος εὐφραίνει καρδίαν ἀνθρώπου, τοῦ ἱλαρῦναι πρόσωπον ἐν ἐλαίῳ· καὶ ἄρτος καρδίαν ἀνθρώπου στηρίζει. Χορτασθήσεται τὰ ξύλα τοῦ πεδίου, αἱ κέδροι τοῦ Λιβάνου, ἃς ἐφύτευσας. Ἐκεῖ στρουθία ἐννοσσεύσουσι, τοῦ ἐρωδιοῦ ἡ κατοικία ἡγεῖται αὐτῶν. Ὄρη τὰ ὑψηλὰ ταῖς ἐλάφοις, πέτρα καταφυγὴ τοῖς λαγῳοῖς. Ἐποίησε σελήνην εἰς καιρούς· ὁ ἥλιος ἔγνω τὴν δύσιν αὐτοῦ. Ἔθου σκότος, καὶ ἐγένετο νύξ· ἐν αὐτῇ διελεύσονται πάντα τὰ θηρία τοῦ δρυμοῦ. Σκύμνοι ὠρυόμενοι τοῦ ἁρπάσα, καὶ ζητῆσαι παρὰ τῷ Θεῷ βρῶσιν αὐτοῖς. Ἀνέτειλεν ὁ ἥλιος, καὶ συνήχθησαν, καὶ εἰς τὰς μάνδρας αὐτῶν κοιτασθήσονται. Ἐξελεύσεται ἄνθρωπος ἐπὶ τὸ ἔργον αὐτοῦ καὶ ἐπὶ τὴν ἐργασίαν αὐτοῦ ἕως ἑσπέρας. Ὡς ἐμεγαλύνθη τὰ ἔργα σου, Κύριε· πάντα ἐν σοφίᾳ ἐποίησας· ἐπληρώθη ἡ γῆ τῆς κτίσεώς σου. Αὕτη ἡ θάλασσα ἡ μεγάλη καὶ εὐρύχωρος· ἐκεῖ ἑρπετὰ, ὧν οὐκ ἔστιν ἀριθμός, ζῷα μικρὰ μετὰ μεγάλων. Ἐκεῖ πλοῖα διαπορεύονται, δράκων οὗτος, ὃν ἔπλασας ἐμπαίζειν αὐτῇ. Πάντα πρὸς σὲ προσδοκῶσι δοῦναι τὴν τροφὴν αὐτῶν εἰς εὔκαιρον· δόντος σου αὐτοῖς συλλέξουσιν. Ἀνοίξαντός σου τὴν χεῖρα, τὰ σύμπαντα πλησθήσονται χρηστότητος· ἀποστρέψαντος δέ σου τὸ πρόσωπον, ταραχθήσονται. Ἀντανελεῖς τὸ πνεῦμα αὐτῶν, καὶ ἐκλείψουσι, καὶ εἰς τὸν χοῦν αὐτῶν ἐπιστρέψουσιν. Ἐξαποστελεῖς τὸ πνεῦμά σου, καὶ κτισθήσονται, καὶ ἀνακαινιεῖς τὸ πρόσωπον τῆς γῆς. Ἤτω ἡ δόξα Κυρίου εἰς τοὺς αἰῶνας· εὐφρανθήσεται Κύριος ἐπὶ τοῖς ἔργοις αὐτοῦ. Ὁ ἐπιβλέπων ἐπὶ τὴν γῆν καὶ ποιῶν αὐτὴν τρέμειν· ὁ ἁπτόμενος τῶν ὀρέων καὶ καπνίζονται. ᾌσω τῷ Κυρίῳ ἐν τῇ ζωῇ μου, ψαλῶ τῷ Θεῷ μου, ἕως ὑπάρχω. Ἠδυνθείη αὐτῷ ἡ διαλογή μου, ἐγὼ δὲ εὐφρανθήσομαι ἐπὶ τῷ Κυρίῳ. Ἐκλείποιεν ἁμαρτωλοὶ ἀπὸ τῆς γῆς καὶ ἄνομοι, ὥστε μὴ ὑπάρχειν αὐτούς. Εὐλόγει, ἡ ψυχή μου, τὸν Κύριον.

22

Γεωργιοσ Καραγιαννακησ - Παρακλητικη


Τ ριτη - Α΄ Η χοσ

Εσπερινοσ ΕΠΙΛΥΧΝΙΟΙ ΨΑΛΜΟΙ 1. Εάν η ακολουθία του Μηναίου είναι άνευ δοξαστικού ή έχει έστω ένα δοξαστικό στον εσπερινό, ψάλλονται α) τρία στιχηρά της Παρακλητικής (δύο από την πρώτη τριάδα και ένα από την δεύτερη τριάδα) και β) τρία από το Μηναίο (εάν είναι περισσότερα ψάλλουμε τα τρία πρώτα). 2. Εάν η ακολουθία του Μηναίου έχει δύο δοξαστικά, ψάλλονται έξι από το Μηναίο (εάν είναι λιγότερα, διπλασιάζουμε τα ανάλογα για να γίνουν έξι). Σε αυτήν την περίπτωση, οι επιλύχνιοι ψαλμοί ψάλλονται στον ήχο του πρώτου στιχηρού. 3. Εάν η ακολουθία του Μηναίου έχει δύο αγίους με τρία στιχηρά έκαστος, ψάλλονται τα του Μηναίου. Σε αυτήν την περίπτωση, οι επιλύχνιοι ψαλμοί ψάλλονται στον ήχο του πρώτου στιχηρού. Ψαλμὸς ρμ΄ (140) Κύριε, ἐκέκραξα πρὸς σέ, εἰσάκουσόν μου· εἰσάκουσόν μου, Κύριε. Κύριε, ἐκέκραξα πρὸς σέ, εἰσάκουσόν μου· πρόσχες τῇ φωνῇ τῆς δεήσεώς μου ἐν τῷ κεκραγέναι με πρὸς σὲ. Εἰσάκουσόν μου, Κύριε. Κατευθυνθήτω ἡ προσευχή μου ὡς θυμίαμα ἐνώπιόν σου, ἔπαρσις τῶν χειρῶν μου θυσία ἑσπερινὴ. Εἰσάκουσόν μου, Κύριε.

Θοῦ, Κύριε, φυλακὴν τῷ στόματί μου, καὶ θύραν περιοχῆς περὶ τὰ χείλη μου. Μὴ ἐκκλίνῃς τὴν καρδίαν μου εἰς λόγους πονηρίας, τοῦ προφασίζεσθαι προφάσεις ἐν ἁμαρτίαις. Σὺν ἀνθρώποις ἐργαζομένοις τὴν ἀνομίαν, καὶ οὐ μὴ συνδυάσω μετὰ τῶν ἐκλεκτῶν αὐτῶν. Παιδεύσει με δίκαιος ἐν ἐλέει καὶ ἐλέγξει με, ἔλαιον δὲ ἁμαρτωλοῦ μὴ λιπανάτω τὴν κεφαλήν μου. Ὅτι ἔτι καὶ ἡ προσευχή μου ἐν ταῖς εὐδοκίαις αὐτῶν· κατεπόθησαν ἐχόμενα πέτρας οἱ κριταὶ αὐτῶν. Ἀκούσονται τὰ ῥήματά μου, ὅτι ἡδύνθησαν ὡσεὶ πάχος γῆς ἐῤῥάγη ἐπὶ τῆς γῆς, διεσκορπίσθη τὰ ὀστᾶ αὐτῶν παρὰ τὸν ᾅδην. Ὅτι πρὸς σέ, Κύριε Κύριε, οἱ ὀφθαλμοὶ μου· ἐπὶ σοὶ ἤλπισα, μὴ ἀντανέλῃς τὴν ψυχήν μου. Φύλαξόν με ἀπὸ παγίδος, ἧς συνεστήσαντό μοι, καὶ ἀπὸ σκανδάλων τῶν ἐργαζομένων τὴν ἀνομίαν. Πεσοῦνται ἐν ἀμφιβλήστρῳ αὐτῶν οἱ ἁμαρτωλοί· κατὰ μόνας εἰμὶ ἐγώ, ἕως ἂν παρέλθω.

       

Ψαλμὸς ρμα΄ (141) Φωνῇ μου πρὸς Κύριον ἐκέκραξα, φωνῇ μου πρὸς Κύριον ἐδεήθην. Ἐκχεῶ ἐναντίον αὐτοῦ τὴν δέησίν μου, τὴν θλῖψίν μου ἐνώπιον αὐτοῦ ἀπαγγελῶ. Ἐν τῷ ἐκλείπειν ἐξ ἐμοῦ τὸ πνεῦμά μου, καὶ σὺ ἔγνως τὰς τρίβους μου. Ἐν ὁδῷ ταύτῃ, ᾗ ἐπορευόμην, ἔκρυψαν παγίδα μοι. Κατενόουν εἰς τὰ δεξιά καὶ ἐπέβλεπον, καὶ οὐκ ἦν ὁ ἐπιγινώσκων με. Ἀπώλετο φυγὴ ἀπ' ἐμοῦ, καὶ οὐκ ἔστιν ὁ ἐκζητῶν τὴν ψυχήν μου. Ἐκέκραξα πρὸς σέ, Κύριε· εἶπα· Σὺ εἶ ἡ ἐλπίς μου, μερίς μου εἶ, ἐν γῇ ζώντων. Πρόσχες πρὸς τὴν δέησίν μου, ὅτι ἐταπεινώθην σφόδρα.

       

Γεωργιοσ Καραγιαννακησ - Παρακλητικη

1


Τ ριτη - Α΄ Η χοσ

  

Ῥῦσαί με ἐκ τῶν καταδιωκόντων με, ὅτι ἐκραταιώθησαν ὑπὲρ ἐμέ. Ἐξάγαγε ἐκ φυλακῆς τὴν ψυχήν μου τοῦ ἐξομολογήσασθαι τῷ ὀνόματί σου. Ἐμὲ ὑπομενοῦσι δίκαιοι, ἕως οὐ ἀνταποδῷς μοι.

 

Ψαλμὸς ρκθ΄ (129) Ἐκ βαθέων ἐκέκραξά σοι, Κύριε Κύριε, εἰσάκουσον τῆς φωνῆς μου. Γενηθήτω τὰ ὦτά σου προσέχοντα εἰς τὴν φωνὴν τῆς δεήσεώς μου. Από του επομένου στίχου επισυνάπτονται τα στιχηρά

Στιχηρὰ Προσόμοια Δεσποτικὰ Τῶν οὐρανίων Ταγμάτων 1. Ἐὰν ἀνομίας παρατηρήσῃς, Κύριε Κύριε, τίς ὑποστήσεται; ὅτι παρὰ σοὶ ὁ ἱλασμὸς ἐστιν. Ἁμαρτημάτων πελάγει περιαντλούμενος, καὶ ἐν βυθῷ πταισμάτων, συνεχόμενος ὅλως, βοῶ σοι τῷ Δεσπότῃ· Τῶν χαλεπῶν, καὶ ποικίλων με λύτρωσαι, πειρατηρίων τοῦ βίου, καὶ τοῦ πυρὸς τοῦ ἀσβέστου, Ὑπεράγαθε. (ή στιχηρό από το Μηναίο) 2. Ἕνεκεν τοῦ ὀνόματός σου ὑπέμεινά σε, Κύριε· ὑπέμεινεν ἡ ψυχή μου εἰς τὸν λόγον σου, ἤλπισεν ἡ ψυχή μου ἐπὶ τὸν Κύριον. Βεβυθισμένος ὑπάρχων ἐξ ἀπογνώσεως, καὶ πονηρίας πλήρης, λογισμῶν ἐναντίων, πρὸς σέ μου τὰς ἐλπίδας, Λόγε Θεοῦ, ἀνεθέμην ὁ ἄθλιος· ἀπὸ ἐχθρῶν ἀοράτων καὶ ὁρατῶν, ἐπιθέσεώς με λύτρωσαι. (ή στιχηρό από το Μηναίο) Ἔτερα Στιχηρὰ,τοῦ Προδρόμου Πανεύφημοι Μάρτυρες 3. Ἀπὸ φυλακῆς πρωΐας μέχρι νυκτός, ἀπὸ φυλακῆς πρωΐας ἐλπισάτω Ἰσραὴλ ἐπὶ τὸν Κύριον. Προφῆτα θαυμάσιε Χριστοῦ, Βαπτιστὰ καὶ Πρόδρομε, τὴν ξηρανθεῖσαν καρδίαν μου, τοῖς ἀτοπήμασι, ποταμοὺς δακρύων, ἀενάως ποίησον, προχέειν δυσωπῶ σε πρεσβείαις σου, ὅπως σῳζόμενος, διὰ σοῦ ὁ πολυώδυνος, μεγαλύνω τὸν σὲ μεγαλύναντα. (ή στιχηρό από το Μηναίο) 4. Ὅτι παρὰ τῷ Κυρίῳ τὸ ἔλεος, καὶ πολλὴ παρ' αὐτῷ λύτρωσις, καὶ αὐτὸς λυτρώσεται τὸν Ἰσραὴλ ἐκ πασῶν τῶν ἀνομιῶν αὐτοῦ. (στιχηρό από το Μηναίο) Ψαλμὸς ριϛ΄ (116) 5. Αἰνεῖτε τὸν Κύριον, πάντα τὰ ἔθνη, ἐπαινέσατε αὐτόν, πάντες οἱ λαοί. (στιχηρό από το Μηναίο) 6. Ὅτι ἐκραταιώθη τὸ ἔλεος αὐτοῦ ἐφ' ἡμᾶς, καὶ ἡ ἀλήθεια τοῦ Κυρίου μένει εἰς τὸν αἰῶνα. (στιχηρό από το Μηναίο) Δόξα... Καὶ νῦν... Θεοτοκίον (Από το Μηναίο.)

2

Γεωργιοσ Καραγιαννακησ - Παρακλητικη


Τ ριτη - Α΄ Η χοσ

(Είσοδος δεν γίνεται, αλλά ευθύς χύμα το) Φῶς ἱλαρὸν ἁγίας δόξης, ἀθανάτου Πατρός, οὐρανίου, ἁγίου, μάκαρος, Ἰησοῦ Χριστέ, ἐλθόντες ἐπὶ τὴν ἡλίου δύσιν, ἰδόντες φῶς ἑσπερινόν, ὑμνοῦμεν Πατέρα, Υἱόν, καὶ ἅγιον Πνεῦμα, Θεόν. Ἄξιόν σε ἐν πᾶσι καιροῖς ὑμνεῖσθαι φωναῖς αἰσίαις, Υἱὲ Θεοῦ, ζωὴν ὁ διδούς· διὸ ὁ κόσμος σὲ δοξάζει.

Ἑσπέρας προκείμενον.

ΠΡΟΚΕΙΜΕΝΟΝ

Τῇ Δευτέρᾳ ἑσπέρας Ἦχος δ΄. Ψαλμὸς δ΄ (4). Κύριος εἰσακούσεταί μου ἐν τῷ κεκραγέναι με πρὸς αὐτόν. Κύριος εἰσακούσεταί μου ἐν τῷ κεκραγέναι με πρὸς αὐτόν. στίχ. Ἐν τῷ ἐπικαλεῖσθαί με εἰσήκουσάς μου, ὁ Θεὸς τῆς δικαι-οσύνης μου, ἐν θλίψει ἐπλάτυνάς με. Κύριος εἰσακούσεταί μου ἐν τῷ κεκραγέναι με πρὸς αὐτόν. (Μετά το προκείμενον ευθύς χύμα το)        

Καταξίωσον, Κύριε, ἐν τῇ ἑσπέρᾳ ταύτῃ ἀναμαρτήτους φυλαχθῆναι ἡμᾶς. Εὐλογητὸς εἶ, Κύριε, ὁ Θεὸς τῶν πατέρων ἡμῶν, καὶ αἰνετὸν καὶ δεδοξασμένον τὸ ὄνομά σου εἰς τοὺς αἰῶνας. Ἀμήν. Γένοιτο, Κύριε, τὸ ἔλεός σου ἐφ' ἡμᾶς, καθάπερ ἠλπίσαμεν ἐπὶ σέ. Εὐλογητὸς εἶ, Κύριε· δίδαξόν με τὰ δικαιώματά σου. Εὐλογητὸς εἶ, Δέσποτα· συνέτισον με τὰ δικαιώματά σου. Εὐλογητὸς εἶ, Ἅγιε· φώτισόν με τοῖς δικαιώμασί σου. Κύριε, τὸ ἔλεός σου εἰς τὸν αἰῶνα· τὰ ἔργα τῶν χειρῶν σου μὴ παρίδῃς. Σοὶ πρέπει αἶνος, σοὶ πρέπει ὕμνος, σοὶ δόξα πρέπει, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

ΠΛΗΡΩΤΙΚΑ Πληρώσωμεν τὴν ἑωθινὴν δέησιν ἡμῶν τῷ Κυρίῳ Κύριε ἐλέησον. Ἀντιλαβοῦ, σῶσον... Κύριε ἐλέησον. Τὴν ἑσπέραν πᾶσαν... Παράσχου Κύριε. (μετά από κάθε δέηση) ... Τῆς Παναγίας, ἀχράντου... Σοί, Κύριε. Ὅτι ἀγαθὸς καὶ φιλάνθρωπος Θεὸς ὑπάρχεις...Ἀμήν. Εἰρήνη πᾶσι. Καὶ τῷ πνεύματί σου. Τὰς κεφαλὰς ἡμῶν τῷ Κυρίῳ κλίνωμεν. Σοί, Κύριε. (Η ευχή της κεφαλοκλισίας μυστικώς: Κύριε ὁ Θεὸς ἡμῶν...) Εἴη τὸ κράτος τῆς βασιλείας σου... Ἀμήν.

Γεωργιοσ Καραγιαννακησ - Παρακλητικη

3


Τ ριτη - Α΄ Η χοσ

ΑΠΟΣΤΙΧΑ Ἀπόστιχα Κατανυκτικὰ Ὅτι τὸ πέλαγος πολύ, τῶν παραπτωμάτων μου Σωτήρ, καὶ δεινῶς βεβύθισμαι ταῖς πλημμελείαις μου, δός μοι χεῖρα, σῶσόν με, ὡς τῷ Πέτρῳ ὁ Θεός, καὶ ἐλέησόν με. στίχ. Πρὸς σὲ ᾖρα τοὺς ὀφθαλμούς μου τὸν κατοικοῦντα ἐν τῷ οὐρανῷ. Ἰδού ὡς ὀφθαλμοὶ δούλων εἰς χεῖρας τῶν κυρίων αὐτῶν, ὡς ὀφθαλμοὶ παιδίσκης εἰς χεῖρας τῆς κυρίας αὐτῆς, οὕτως οἱ ὀφθαλμοὶ ἡμῶν πρὸς Κύριον τὸν Θεὸν ἡμῶν, ἕως οὗ οἰκτειρῆσαι ἡμᾶς. Ὅτι ἐννοίαις πονηραῖς, καὶ ἔργοις καταδεδίκασμαι Σωτήρ, λογισμόν μοι δώρησαι, ἐπιστροφῆς ὁ Θεός, ἵνα κράζω· Σῶσόν με, Εὐεργέτα ἀγαθέ, καὶ ἐλέησόν με. Μαρτυρικὸν στίχ. Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, ὅτι ἐπὶ πολὺ ἐπλήσθημεν ἐξουδενώσεως, ἐπὶ πλεῖον ἐπλήσθη ἡ ψυχὴ ἡμῶν. Τὸ ὄνειδος τοῖς εὐθηνοῦσι καὶ ἡ ἐξουδένωσις τοῖς ὑπερηφάνοις. Ἡ ἐν σταδίῳ ὑμῶν ὁμολογία Ἅγιοι, τῶν δαιμόνων κατέπτηξε τὴν δύναμιν, καὶ τῆς πλάνης τοὺς ἀνθρώπους ἠλευθέρωσε, διὸ καὶ τὰς κεφαλὰς ἀποτεμνόμενοι, ἐκράζετε· Γενέσθω Κύριε, ἡ θυσία τῶν ψυχῶν ἡμῶν εὐπρόσδεκτος ἐνώπιόν σου, ὅτι σὲ ποθήσαντες, κατεφρονήσαμεν τῆς προσκαίρου ζωῆς Φιλάνθρωπε. Δόξα... Καὶ νῦν... Θεοτοκίον (Από το Μηναίο. Εάν δεν έχει το Μηναίο, το κάτωθι) Ἁμαρτωλῶν τὰς δεήσεις προσδεχομένη, καὶ θλιβομένων στεναγμὸν μὴ παρορῶσα, πρέσβευε τῷ ἐξ ἁγνῶν λαγόνων σου, σωθῆναι ἡμᾶς, Παναγία Παρθένε. Νῦν ἀπολύεις τὸν δοῦλόν σου, Δέσποτα, κατὰ τὸ ῥῆμά σου, ἐν εἰρήνῃ· ὅτι εἶδον οἱ ὀφθαλμοί μου τὸ σωτήριόν σου, ὃ ἡτοίμασας κατὰ πρόσωπον πάντων τῶν λαῶν, φῶς εἰς ἀποκάλυψιν ἐθνῶν καὶ δόξαν λαοῦ σου Ἰσραήλ.

ΤΡΙΣΑΓΙΟΝ Ἅγιος ὁ Θεός, ἅγιος ἰσχυρός, ἅγιος ἀθάνατος ἐλέησον ἡμᾶς (γ΄). Δόξα... Καὶ νῦν... Παναγία Τριάς, ἐλέησον ἡμᾶς. Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τὰς ἀνομίας ἡμῖν. Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν, ἕνεκεν του ὀνόματός σου. Κύριε ἐλέησον, Κύριε ἐλέησον, Κύριε ἐλέησον. Δόξα... Καὶ νῦν... Πάτερ ἡμῶν, ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου, ἐλθέτω ἡ βασιλεία σου, γενηθήτω τὸ θέλημά σου ὡς ἐν οὐρανῷ καὶ ἐπί τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν, καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ. Ὅτι σοῦ ἐστιν ἡ βασιλεία... Ἀμήν.

4

Γεωργιοσ Καραγιαννακησ - Παρακλητικη


Τ ριτη - Α΄ Η χοσ

ΑΠΟΛΥΤΙΚΙΑ 1. Εάν η ακολουθία του Μηναίου έχει έστω και ένα δοξαστικό στον εσπερινό, ψάλλεται το απολυτίκιο του Μηναίου, Δόξα... Και νυν... το ομόηχο θεοτόκιο των απολυτικίων. 2. Εάν στο Μηναίο υπάρχουν δύο άγιοι, ψάλλεται το απολυτίκιο του αγίου που έχει δοξαστικό. Εάν έχουν και οι δύο δοξαστικά, ψάλλεται το του ενός, Δόξα... το του ετέρου, Και νυν... το ομόηχο θεοτόκιο των απολυτικίων. Θεοτόκια ἀπολυτίκια Θεοτοκίον Ἦχος α΄ Συλλαβοῦσα ἀφλέκτως τὸ πὺρ τῆς θεότητος καὶ τεκοῦσα ἀσπόρως πηγὴν ζωῆς τὸν Κύριον, κεχαριτωμένη Θεοτόκε, περίσωζε τοὺς σὲ μεγαλύνοντας. Θεοτοκίον Ἦχος β΄ Θείας γεγόναμεν κοινωνοὶ φύσεως, διὰ σοῦ Θεοτόκε ἀειπάρθενε· Θεὸν γὰρ ἡμῖν σεσαρκωμένον τέτοκας· διὸ κατὰ χρέος σὲ πάντες εὐσεβῶς μεγαλύνομεν. Θεοτοκίον Ἦχος γ΄ Καταφυγὴ καὶ δύναμις ἡμῶν Θεοκτόκε, ἡ κραταιὰ βοήθεια τοῦ κόσμου, ταὶς πρεσβείαις σου σκέπε τοὺς δούλους σου, ἀπὸ πάσης ἀνάγκης, μόνη εὐλογημένη. Θεοτοκίον Ἦχος δ΄ Τὴ Θεοτόκω ἐκτενῶς, νὺν προσδράμωμεν, ἁμαρτωλοὶ καὶ ταπεινοῖ καὶ προσπέσωμεν ἐν μετανοίᾳ, κράζοντες ἐκ βάθους ψυχῆς· Δέσποινα βοήθησον, ἐφ ἡμῖν σπλαγχνισθεῖσα· σπεῦσον ἀπολλύμεθα, ὑπὸ πλήθους πταισμάτων· μὴ ἀποστρέψης σοὺς δούλους κενούς· σὲ γὰρ καὶ μόνην ἐλπίδα κεκτήμεθα. Θεοτοκίον Ἦχος πλ. α΄ Τὴν ταχείάν σου σκέπην καὶ τὴν βοήθειαν καὶ τὸ ἔλεος δεῖξον ἐπὶ τοὺς δούλους σου· καὶ τὰ κύματα ἁγνὴ καταπράϋνον, τῶν ματαίων λογισμῶν· καὶ τὴν πεσοῦσάν μου ψυχήν ἀνάστησον Θεοτόκε, οἶδα γὰρ ὅτι Παρθένε, ἰσχύεις ὅσα καὶ βούλεσαι. Θεοτοκίον Ἦχος πλ. β΄ Ἐλπὶς τοῦ κόσμου ἀγαθή, Θεοτόκε Παρθένε, τὴν σὴν καὶ μόνην κραταιάν προστασίαν αἰτοῦμεν· σπλαγχνίσθητι, εἰς ἀπροστάτευτον λαόν, δυσώπησον τὸν ἐλεήμονα Θεόν, ῥυσθῆναι τὰς ψυχὰς ἡμῶν, ἐκ πάσης ἀπειλῆς, μόνη εὐλογημένη. Θεοτοκίον Ἦχος Βαρὺς Τὸ χαίρέ σοὶ προσάγομεν, Θεοτόκε· τῶν Ἀγγέλων γὰρ ἀνωτέρα ἐδείχθης, Θεὸν κυήσασα. Θεοτοκίον Ἦχος πλ. δ΄ Τὸ ἀσάλευτον στήριγμα, τὸ τῆς πίστεως, καὶ σεβάσμιον δώρημα τῶν ψυχῶν ἡμῶν, τὴν Θεοτόκον ἐν ὕμνοις μεγαλύνωμεν πιστοί· Χαῖρε ἡ τὴν πέτραν τῆς ζωῆς, ἐν γαστρί σου χωρήσασα· χαῖρε τῶν περάτων ἡ ἐλπίς, θλιβομένων ἀντίληψις· χαῖρε Νύμφη ἀνύμφευτε. 3. Εάν η ακολουθία του Μηναίου στερείται δοξαστικού, ψάλλεται το απολυτίκιο της ημέρας της εβδομάδος με το ομόηχο θεοτόκιο των απολυτικίων. Ἀπολυτίκιον τοῦ Τιμίου Προδρόμου Ἦχος β΄ Μνήμη δικαίου μετ᾽ ἐγκωμίων, σοὶ δὲ ἀρκέσει ἡ μαρτυρία τοῦ Κυρίου Πρόδρομε· ἀνεδείχθης γὰρ ὄντως καὶ Προφητῶν σεβασμιώτερος, ὅτι καὶ ἐν ῥείθροις βαπτίσαι κατηξιώθης τὸν κηρυττόμενον. Ὅθεν τῆς ἀληθείας ὑπεραθλήσας, χαίρων εὐηγγελίσω καὶ τοῖς ἐν ᾄδῃ, Θεὸν φανερωθέντα ἐν σαρκί, τὸν αἴροντα τὴν ἁμαρτίαν τοῦ κόσμου, καὶ παρέχοντα ἡμῖν τὸ μέγα ἔλεος. Δόξα... Καὶ νῦν... Θεοτοκίον Θείας γεγόναμεν...

Γεωργιοσ Καραγιαννακησ - Παρακλητικη

5


Τ ριτη - Α΄ Η χοσ

4. Σε ορισμένες μνήμες αποστόλων ή προφητών, λέγονται τα αρχαία απολυτίκια αυτών, επειδή στερούνται δοξαστικού. Ἀπολυτίκιον εἰς ἀπόστολον Ἦχος γ΄ Ἀπόστολε ἅγιε (...), πρέσβευε τῷ ἐλεήμονι Θεῷ, ἵνα πταισμάτων ἄφεσιν, παράσχῃ ταῖς ψυχαῖς ἡμῶν. ή ἐὰν εἶναι εὐαγγελιστής Ἀπόστολε ἅγιε καὶ ἐυαγγελιστὰ (...), πρέσβευε... Δόξα... Καὶ νῦν... Θεοτοκίον Καταφυγὴ καὶ δύναμις ἡμῶν Θεοκτόκε... Ἀπολυτίκιον εἰς προφήτην Ἦχος β΄ Τοῦ προφήτου σου (...) τὴν μνήμην Κύριε ἑορτάζοντες, δι᾿ αὐτοῦ σὲ δυσωποῦμεν· σῶσον τὰς ψυχὰς ἡμῶν. Δόξα... Καὶ νῦν... Θεοτοκίον Θείας γεγόναμεν κοινωνοὶ φύσεως...

6

Γεωργιοσ Καραγιαννακησ - Παρακλητικη


Τ ριτη - Α΄ Η χοσ

Ορθροσ ΘΕΟΣ ΚΥΡΙΟΣ - ΑΠΟΛΥΤΙΚΙΑ (Το Θεός Κύριος στον ήχο του απολυτικίου) Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν· εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου. στίχ. Ἐξομολογεῖσθε τῷ Κυρίω, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ. Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν... στίχ. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με, καὶ τῷ ὀνόματι Κυρίου ἤμυνάμην αὐτούς. Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν... στίχ. Παρὰ Κυρίου ἐγένετο αὕτη, καὶ ἔστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν. Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν... 1. Εάν η ακολουθία του Μηναίου έχει έστω και ένα δοξαστικό στον εσπερινό, ψάλλεται το απολυτίκιο του Μηναίου, Δόξα... το ίδιο, Και νυν... το ομόηχο θεοτόκιο των απολυτικίων. 2. Εάν στο Μηναίο υπάρχουν δύο άγιοι, ψάλλεται το απολυτίκιο του αγίου που έχει δοξαστικό. Εάν έχουν και οι δύο δοξαστικά, ψάλλεται το του ενός, Δόξα... το του ετέρου, Και νυν... το ομόηχο θεοτόκιο των απολυτικίων. Εἰς τό Θεὸς Κύριος Θεοτόκια Θεοτοκίον Ἦχος α΄ Συλλαβοῦσα ἀφλέκτως τὸ πὺρ τῆς θεότητος καὶ τεκοῦσα ἀσπόρως πηγὴν ζωῆς τὸν Κύριον, κεχαριτωμένη Θεοτόκε, περίσωζε τοὺς σὲ μεγαλύνοντας. Θεοτοκίον Ἦχος β΄ Θείας γεγόναμεν κοινωνοὶ φύσεως, διὰ σοῦ Θεοτόκε ἀειπάρθενε· Θεὸν γὰρ ἡμῖν σεσαρκωμένον τέτοκας· διὸ κατὰ χρέος σὲ πάντες εὐσεβῶς μεγαλύνομεν. Θεοτοκίον Ἦχος γ΄ Καταφυγὴ καὶ δύναμις ἡμῶν Θεοκτόκε, ἡ κραταιὰ βοήθεια τοῦ κόσμου, ταὶς πρεσβείαις σου σκέπε τοὺς δούλους σου, ἀπὸ πάσης ἀνάγκης, μόνη εὐλογημένη. Θεοτοκίον Ἦχος δ΄ Τὴ Θεοτόκω ἐκτενῶς, νὺν προσδράμωμεν, ἁμαρτωλοὶ καὶ ταπεινοῖ καὶ προσπέσωμεν ἐν μετανοίᾳ, κράζοντες ἐκ βάθους ψυχῆς· Δέσποινα βοήθησον, ἐφ ἡμῖν σπλαγχνισθεῖσα· σπεῦσον ἀπολλύμεθα, ὑπὸ πλήθους πταισμάτων· μὴ ἀποστρέψης σοὺς δούλους κενούς· σὲ γὰρ καὶ μόνην ἐλπίδα κεκτήμεθα. Θεοτοκίον Ἦχος πλ. α΄ Τὴν ταχείάν σου σκέπην καὶ τὴν βοήθειαν καὶ τὸ ἔλεος δεῖξον ἐπὶ τοὺς δούλους σου· καὶ τὰ κύματα ἁγνὴ καταπράϋνον, τῶν ματαίων λογισμῶν· καὶ τὴν πεσοῦσάν μου ψυχήν ἀνάστησον Θεοτόκε, οἶδα γὰρ ὅτι Παρθένε, ἰσχύεις ὅσα καὶ βούλεσαι. Θεοτοκίον Ἦχος πλ. β΄ Ἐλπὶς τοῦ κόσμου ἀγαθή, Θεοτόκε Παρθένε, τὴν σὴν καὶ μόνην κραταιάν προστασίαν αἰτοῦμεν· σπλαγχνίσθητι, εἰς ἀπροστάτευτον λαόν, δυσώπησον τὸν ἐλεήμονα Θεόν, ῥυσθῆναι τὰς ψυχὰς ἡμῶν, ἐκ πάσης ἀπειλῆς, μόνη εὐλογημένη. Θεοτοκίον Ἦχος Βαρὺς Τὸ χαίρέ σοὶ προσάγομεν, Θεοτόκε· τῶν Ἀγγέλων γὰρ ἀνωτέρα ἐδείχθης, Θεὸν κυήσασα. Θεοτοκίον Ἦχος πλ. δ΄ Τὸ ἀσάλευτον στήριγμα, τὸ τῆς πίστεως, καὶ σεβάσμιον δώρημα τῶν ψυχῶν ἡμῶν, τὴν Θεοτόκον ἐν ὕμνοις μεγαλύνωμεν πιστοί· Χαῖρε ἡ τὴν πέτραν τῆς ζωῆς, ἐν γαστρί σου χωρήσασα· χαῖρε τῶν περάτων ἡ ἐλπίς, θλιβομένων ἀντίληψις· χαῖρε Νύμφη ἀνύμφευτε. 3. Εάν η ακολουθία του Μηναίου στερείται δοξαστικού, ψάλλεται το απολυτίκιο της ημέρας της εβδομάδος με το οικείο α΄ ομόηχο θεοτόκιο της ημέρας. Ἀπολυτίκιον τοῦ Τιμίου Προδρόμου Ἦχος β΄ Μνήμη δικαίου μετ᾽ ἐγκωμίων, σοὶ δὲ ἀρκέσει ἡ μαρτυρία τοῦ Κυρίου Πρόδρομε· Γεωργιοσ Καραγιαννακησ - Παρακλητικη

7


Τ ριτη - Α΄ Η χοσ

ἀνεδείχθης γὰρ ὄντως καὶ Προφητῶν σεβασμιώτερος, ὅτι καὶ ἐν ῥείθροις βαπτίσαι κατηξιώθης τὸν κηρυττόμενον. Ὅθεν τῆς ἀληθείας ὑπεραθλήσας, χαίρων εὐηγγελίσω καὶ τοῖς ἐν ᾄδῃ, Θεὸν φανερωθέντα ἐν σαρκί, τὸν αἴροντα τὴν ἁμαρτίαν τοῦ κόσμου, καὶ παρέχοντα ἡμῖν τὸ μέγα ἔλεος. Δόξα... Μνήμη δικαίου μετ᾽ ἐγκωμίων... Καὶ νῦν... Θεοτοκίον Θείας γεγόναμεν... 4. Σε ορισμένες μνήμες αποστόλων ή προφητών, λέγονται τα αρχαία απολυτίκιά τους, επειδή στερούνται δοξαστικού. Ἀπολυτίκιον εἰς ἀπόστολον Ἦχος γ΄ Ἀπόστολε ἅγιε (...), πρέσβευε τῷ ἐλεήμονι Θεῷ, ἵνα πταισμάτων ἄφεσιν, παράσχῃ ταῖς ψυχαῖς ἡμῶν. ή ἐὰν εἶναι εὐαγγελιστής Ἀπόστολε ἅγιε καὶ ἐυαγγελιστὰ (...), πρέσβευε... Δόξα... Ἀπόστολε ἅγιε... Καὶ νῦν... Θεοτοκίον Καταφυγὴ καὶ δύναμις ἡμῶν Θεοκτόκε... Ἀπολυτίκιον εἰς προφήτην Ἦχος β΄ Τοῦ προφήτου σου (...) τὴν μνήμην Κύριε ἑορτάζοντες, δι᾿ αὐτοῦ σὲ δυσωποῦμεν· σῶσον τὰς ψυχὰς ἡμῶν. Δόξα... Τοῦ προφήτου σου... Καὶ νῦν... Θεοτοκίον Θείας γεγόναμεν κοινωνοὶ φύσεως... Μικρή Συναπτή    

Ἔτι καὶ ἔτι... Κύριε, ἐλέησον Ἀντιλαβοῦ, σῶσον...Κύριε, ἐλέησον Τῆς Παναγίας, ἀχράντου... Σοί, Κύριε. Ὅτι Σὸν τὸ κράτος... Ἀμήν.

Μετὰ τὴν α' Στιχολογίαν

ΚΑΘΙΣΜΑΤΑ

Κατανυκτικὰ Ἐν ἀνομίαις συλληφθείς, ἐγὼ ὁ ἄσωτος, οὐ τολμῶ ἀτενίσαι εἰς τὸ ὕψος τοῦ οὐρανοῦ, ἀλλὰ θαρρῶν εἰς τὴν φιλανθρωπίαν σου, κράζω· ὁ Θεὸς ἱλάσθητί μοι, καὶ σῶσόν με. στιχ. Κύριε, μὴ τῷ θυμῷ σου ἐλέγξῃς με, μηδὲ τῇ ὀργῇ σου παιδεύσῃς με. Εἰ ὁ δίκαιος μόλις σῴζεται, ἐγὼ ποῦ φανοῦμαι ὁ ἁμαρτωλός; τὸ βάρος καὶ τὸν καύσωνα τῆς ἡμέρας οὐκ ἐβάστασα, τοῖς περὶ τὴν ἑνδεκάτην ὥραν, συναρίθμησόν με ὁ Θεός, καὶ σῶσόν με. Δόξα... Καὶ νῦν... Θεοτοκίον Ἄρρηκτον τεῖχος κεκτημένοι πιστοί, τὴν Θεοτόκον Μαρίαν, δεῦτε προσπέσωμεν αὐτῇ· παρρησίαν γὰρ ἔχει πρὸς τὸν τεχθέντα ἐξ αὐτῆς, τοῦ πρεσβεύειν καὶ σῴζειν ἀπὸ ὀργῆς, καὶ θανάτου τὰς ψυχὰς ἡμῶν. Μετὰ τὴν β' Στιχολογίαν

Τὸν τάφον σου Σωτὴρ Ἀγκάλας πατρικάς, διανοῖξαί μοι σπεῦσον, ἀσώτως τὸν ἐμὸν κατηνάλωσα βίον, εἰς πλοῦτον ἀδαπάνητον, ἀφορῶν τῶν οἰκτιρμῶν σου Σωτήρ, νῦν πτωχεύουσαν, μὴ ὑπερίδῃς καρδίαν· σοὶ γάρ, Κύριε, ἐν κατανύξει κραυγάζω· Ἡμάρτηκα, σῶσόν με.

8

Γεωργιοσ Καραγιαννακησ - Παρακλητικη


Τ ριτη - Α΄ Η χοσ

στιχ. Ἐπίβλεψον ἐπ' ἐμὲ καὶ ἐλέησόν με κατὰ τὸ κρῖμα τῶν ἀγαπώντων τὸ ὂνομά σου. Τὸ βῆμά σου φρικτόν, καὶ ἡ κρίσις δικαία, τὰ ἔργα μου δεινά, ἀλλ' αὐτός, Ἐλεῆμον, προφθάσας με διάσωσον, καὶ κολάσεως λύτρωσαι, ῥῦσαι, Δέσποτα, τῆς τῶν ἐρίφων μερίδος, καὶ ἀξίωσον, ἐκ δεξιῶν σοῦ με στῆναι, Κριτὰ δικαιότατε. Δόξα... Καὶ νῦν... Θεοτοκίον Ἀπόθου, ὦ ψυχή, ῥαθυμίας τὸν ὕπνον, καὶ ἄναψον φαιδράν, μετανοίας λαμπάδα, καὶ ἔξελθε νῦν χαίρουσα, τῆς τοῦ βίου συγχύσεως, εἰς ἀπάντησιν τοῦ ἀθανάτου Νυμφίου. Δέξαι, λέγουσα, καὶ μὴ ἀπώσῃ με, Λόγε, λιταῖς τῆς τεκούσης σε. Μετὰ τὴν γ' Στιχολογίαν, τοῦ Προδρόμου Τὸν τάφον σου Σωτὴρ Ὁ πάλαι ταῖς ῥοαῖς, Ἰορδάνου βαπτίσας, τὴν κάθαρσιν παντός, Ἰωάννη τοῦ κόσμου, πολλοῖς με βυθιζόμενον, πλημμελήμασιν ἕλκυσον, καὶ ἀπόπλυνον, ἀπὸ παντοίας κηλῖδος, τὸν φιλάνθρωπον, διὰ παντὸς ἱκετεύων, ὡς πρέσβυς εὐπρόσδεκτος. Μαρτυρικὸν Τοῦ λίθου σφραγισθέντος στιχ. Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς ἁγίοις αύτοῦ. Ὡς καλοὶ στρατιῶται ὁμοφρόνως πιστεύσαντες, τὰς ἀπειλὰς τῶν τυράννων μὴ πτοούμενοι, Ἅγιοι, προσήλθετε προθύμως τῷ Χριστῷ, ἀράμενοι τὸν τίμιον Σταυρόν, καὶ τελέσαντες τὸν δρόμον, ἐξ οὐρανοῦ τὴν νίκην ἐδέξασθε. Δόξα τῷ ἐνισχύσαντι ὑμᾶς, δόξα τῷ στεφανώσαντι, δόξα τῷ δωρουμένῳ δι' ὑμῶν, πᾶσιν ἰάματα. Δόξα... Καὶ νῦν... Θεοτοκίον Τὸν τάφον σου Σωτὴρ Νηδὺϊ μητρικῇ, Ἰωάννης σκιρτήσας, φερόμενον Ἁγνή, τὸν Θεὸν ἐν γαστρί σου, ἐπέγνω θείᾳ χάριτι, καὶ πιστῶς προσεκύνησεν, ἀλλὰ δέομαι, σὺν τῷ Προδρόμῳ, Παρθένε, καθικέτευσον, ὃν ἐσωμάτωσας Λόγον, σωθῆναι, τὸν δοῦλόν σου.

                   

Ψαλμὸς ν΄ (50) χύμα Ελέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἐλεός σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου. Ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μού ἐστι διὰ παντός. Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα, ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε. Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ καὶ καθαρισθήσομαι· πλυνεῖς με καὶ ὑπὲρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην· ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοὶ, ὁ Θεός καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψης μὲ ἀπὸ τοῦ προσώπου σου καὶ τὸ Πνεῦμα σου τὸ ἅγιον μὴ ἀντανέλῃς ἀπ' ἐμοῦ. Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τὰς ὁδούς σου καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι. Ῥύσαί με ἐξ αἱμάτων, ὁ Θεός, ὁ Θεὸς τῆς σωτηρίας μου· ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου. Κύριε, τὰ χείλη μου ἀνοίξεις καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου. Ὅτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσία τῷ Θεῷ πνεῦμα συντετριμμένον· καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει. Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιὼν καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ. Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καὶ ὁλοκαυτώματα. Τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους. Γεωργιοσ Καραγιαννακησ - Παρακλητικη

9


Τ ριτη - Α΄ Η χοσ

ΚΑΝΟΝΕΣ ᾨδὴ α' - Κανὼν Κατανυκτικὸς Ὁ Εἱρμὸς 1. »ᾨδὴν ἐπινίκιον, ᾄσωμεν πάντες, Θεῷ τῷ ποιήσαντι, θαυμαστὰ τέρατα, βραχίονι ὑψηλῷ, καὶ σώσαντι τὸν Ἰσραήλ, ὅτι δεδόξασται. Τροπάρια στίχ. Δόξα σοι, ὁ Θεὸς ἡμῶν δόξα σοι. 2. Δουλούμενος πάθεσι, τῆς ἁμαρτίας, προσπίπτω σοι Κύριε, ὅπως ἀποδείξῃς με, τούτων ἐλεύθερον, δοξάζοντά σου ἐκτενῶς, τὴν ἀγαθότητα. στίχ. Δόξα σοι, ὁ Θεὸς ἡμῶν δόξα σοι. 3. Ἐπλήγην ὁ ἄθλιος, τῆς ἁμαρτίας, ῥομφαίᾳ καὶ τέθνηκα, καὶ ὁρῶν με κείμενον, ἐχθρὸς ἀγάλλεται, ὁ ἀναστήσας τοὺς νεκρούς, ζώωσον, σῶσόν με. Μαρτυρικὰ στίχ. Ἅγιοι τοῦ Θεοῦ πρεσβεύσατε ὑπὲρ ἡμῶν. 4. Χοροὶ νῦν δοξάζονται, τῶν ἀθλοφόρων, σεπτοῖς αὐτῶν μέλεσι, τὸν Χριστὸν δοξάσαντες, σάρκα φορέσαντα, καὶ διὰ πάθους τὴν φθορὰν ἐξαφανίσαντα. στίχ. Ἅγιοι τοῦ Θεοῦ πρεσβεύσατε ὑπὲρ ἡμῶν. 5. Οἱ πύργοι καὶ πρόμαχοι, τῆς Ἐκκλησίας, οἱ ἔνδοξοι μάρτυρες, προσβολαῖς ἀκλόνητοι, ἐχθροῦ διέμειναν. Αὐτῶν πρεσβείαις ὁ Θεός, ζώωσον πάντας ἡμᾶς. Θεοτοκίον στίχ. Ὑπεραγία Θεοτόκε σῶσον ἡμᾶς. 6. Ὡς θρόνος πυρίμορφος, φέρεις τὸν κτίστην, ὡς ἔμψυχος θάλαμος, καὶ τερπνὸν παλάτιον, τὸν βασιλέα χωρεῖς, γενόμενον ὅπερ ἑσμέν, δίχα τροπῆς καὶ φυρμοῦ. (Μηναίο με δύο κανόνες, άνευ ειρμών, εις 8) ᾨδὴ α' - Κανὼν τοῦ Προδρόμου

ᾨδὴν ἐπινίκιον στίχ. Βαπτιστὰ τοῦ Χριστοῦ πρέσβευε ὑπὲρ ἡμῶν. 7. Φωνὴ ἐχρημάτισας, τοῦ Λόγου, Μάκαρ· διὸ τὰς φωνὰς ἡμῶν, ἃς πρὸς σὲ ποιούμεθα, προσδέχου Πρόδρομε, ἐλευθερῶν ἡμᾶς κακῶν, τῇ μεσιτείᾳ σου. στίχ. Βαπτιστὰ τοῦ Χριστοῦ πρέσβευε ὑπὲρ ἡμῶν. 8. Ὡς ὄρθρος ὡς ἥλιος, ἐξανατείλας, φωτίζεις τὰ πέρατα, καὶ σκοτίζεις πνεύματα, τὰ πονηρότατα· διὸ τὸν ζόφον τῆς ἐμῆς, ψυχῆς ἀπέλασον. στίχ. Βαπτιστὰ τοῦ Χριστοῦ πρέσβευε ὑπὲρ ἡμῶν. 9. Νεκροῖς τὴν ζωὴν ἡμῶν, ἐλευσομένην, ἐκήρυξας Πρόδρομε· διὸ καὶ τὰ νεκροῦντα με πάθη θανάτωσον, δεῖξον θείας κοινωνόν, Μάκαρ λαμπρότητος. Θεοτοκίον στίχ. Ὑπεραγία Θεοτόκε σῶσον ἡμᾶς. 10. Ἡ μόνη τὸν ἄχρονον, Υἱὸν ἐν χρόνῳ, τεκοῦσα σαρκούμενον, Παναγία Δέσποινα, πάντα τὰ χρόνια, τῆς παναθλίας μου ψυχῆς, πάθη θεράπευσον. (Μηναίο με ένα κανόνα, άνευ ειρμού, εις 4)

10

Γεωργιοσ Καραγιαννακησ - Παρακλητικη


Τ ριτη - Α΄ Η χοσ

ᾨδὴ γ' - Κανὼν Κατανυκτικὸς Ὁ Εἱρμὸς 1. »Λίθον ὃν ἀπεδοκίμασαν, οἱ οἰκοδομοῦντες, οὗτος ἐγενήθη, εἰς κεφαλὴν γωνίας, αὐτός ἐστιν ἡ πέτρα, ἐν ᾗ ἐστερέωσε, τὴν Ἐκκλησίαν ὁ Χριστός, ἣν ἐξ ἐθνῶν ἐξηγοράσατο. Τροπάρια στίχ. Δόξα σοι, ὁ Θεὸς ἡμῶν δόξα σοι. 2. Ἴδε τὴν ἐμὴν ἀσθένειαν, ὁ φορέσας ταύτην, ἴδε τῆς ψυχῆς μου, τὴν δεινὴν ἀμορφίαν, πρόσχες τῇ φωνῇ μου, Χριστὲ πολυέλεε, καὶ μεταποίησον αὐτῆς, τὸ εἰδεχθές, εἰς εὐμορφίαν Σωτήρ. στίχ. Δόξα σοι, ὁ Θεὸς ἡμῶν δόξα σοι. 3. Σῶσον Ἰησοῦ τὸν ἄσωτον, σῶσόν με τὸν μόνον, σοῦ τοὺς σωτηρίους, παραβάντα νόμους, καὶ πᾶσαν ἁμαρτίαν, ἀλόγως τελέσαντα, καὶ ὑπαχθέντα λογισμοῖς, σοῦ Ἀγαθὲ ἀλλοτριοῦσί με. Μαρτυρικὰ στίχ. Ἅγιοι τοῦ Θεοῦ πρεσβεύσατε ὑπὲρ ἡμῶν. 4. Τάξις Ἀσωμάτων Ἅγιοι, τὴν ὑμῶν ἀνδρείαν, ὄντως κατεπλάγη, πῶς ἐν τῷ σταδίῳ, ἀθλοῦντες παραδόξως, καὶ πίπτοντες σώμασιν, ἀσάρκους πάντας δυσμενεῖς, θείᾳ ῥοπῇ κατηδαφίσατε. στίχ. Ἅγιοι τοῦ Θεοῦ πρεσβεύσατε ὑπὲρ ἡμῶν. 5. Ἔτι τῶν πληγῶν τοῖς αἵμασι, περιηνθισμένοι, ἔτι τῶν αἱμάτων τῷ λύθρῳ Ἀθλοφόροι, σταζόμενοι Κυρίῳ, παρέστητε χαίροντες, τῷ ἀθανάτῳ Βασιλεῖ, νικητικῶς καταστεφόμενοι. Θεοτοκίον στίχ. Ὑπεραγία Θεοτόκε σῶσον ἡμᾶς. 6. Τίκτεις, ὃν Πατὴρ ἐγέννησε, πάντων πρὸ αἰώνων, τρέφεις τὸν τροφέα, πεῖραν ἀνδρὸς μὴ γνοῦσα. Παράδοξον τὸ θαῦμα! καινὸν τὸ μυστήριον, θεοχαρίτωτε! διὸ πᾶσα πιστῶν ψυχὴ δοξάζει σε. (Μηναίο με δύο κανόνες, άνευ ειρμών, εις 8) ᾨδὴ γ' - Κανὼν τοῦ Προδρόμου Λίθον ὃν ἀπεδοκίμασαν στίχ. Βαπτιστὰ τοῦ Χριστοῦ πρέσβευε ὑπὲρ ἡμῶν. 7. Στείρας ἐξ ἀκάρπου Πρόδρομε, ἱερῶς βλαστήσας, ὤφθης καρποφόρος, γεωργίαις θείαις· διό μου τὴν καρδίαν, παντοίων στειρεύουσαν, εὔτεκνον ποίησον καλῶν, ὅπως πιστῶς ἀεὶ δοξάζω σε. στίχ. Βαπτιστὰ τοῦ Χριστοῦ πρέσβευε ὑπὲρ ἡμῶν. 8. Ἄρτῳ οὐρανίῳ στήριξον, τὴν ἐμὴν καρδίαν, Μάκαρ, παρειμένην, ταῖς πονηραῖς μελέταις, καὶ δίδου μοι προθύμως, ποιεῖν τὰ θελήματα, τοῦ πανοικτίρμονος Θεοῦ, ὅπως πιστῶς ἀεὶ δοξάζω σε. στίχ. Βαπτιστὰ τοῦ Χριστοῦ πρέσβευε ὑπὲρ ἡμῶν. 9. Κόσμου ἁμαρτίαν αἴροντα, τὸν Ἀμνὸν κηρύξας, τῶν ἁμαρτιῶν μου, τὸ βαρὺ φορτίον, μακάριε Προφῆτα, ἐλάφρυνον δέομαι, κατάνυξίν μοι χορηγῶν, ῥύπου παθῶν ἀποκαθαίρουσαν. Θεοτοκίον στίχ. Ὑπεραγία Θεοτόκε σῶσον ἡμᾶς. 10. Ὅλον τὸν Ἀδὰμ ἐφόρεσεν, ἐκ σοῦ Θεοτόκε, ὅλος σαρκοφόρος, προελθὼν ὁ Λόγος. Αὐτὸν οὖν, Θεοτόκε, δυσώπει με ῥύσασθαι, ἐκ πειρασμῶν παντοδαπῶν, καὶ τοῦ πυρός τοῦ αἰωνίζοντος. (Μηναίο με ένα κανόνα, άνευ ειρμού, εις 4) (και στο τέλος, ο ειρμός της 3ης ωδής από το Μηναίο)

Γεωργιοσ Καραγιαννακησ - Παρακλητικη

11


Τ ριτη - Α΄ Η χοσ

ΜΕΤΑ ΤΗΝ 3η ΩΔΗ Μικρή Συναπτή    

Ἔτι καὶ ἔτι... Κύριε, ἐλέησον Ἀντιλαβοῦ, σῶσον...Κύριε, ἐλέησον Τῆς Παναγίας, ἀχράντου... Σοί, Κύριε. Ὅτι Σὺ εἶ ὁ Θεὸς ἡμῶν... Ἀμήν. (Μεσώδια Καθίσματα από το Μηναίο -η 4η, 5η και 6η ωδή συνήθως παραλείπονταικαι στο τέλος, ο ειρμός της 6ης ωδής από το Μηναίο) ΜΕΤΑ ΤΗΝ 6η ΩΔΗ

   

Μικρή Συναπτή Ἔτι καὶ ἔτι... Κύριε, ἐλέησον Ἀντιλαβοῦ, σῶσον...Κύριε, ἐλέησον Τῆς Παναγίας, ἀχράντου... Σοί, Κύριε. Σὺ γὰρ εἶ ὁ Βασιλεὺς τῆς εἰρήνης... Ἀμήν. (Κοντάκιο και Οίκος από το Μηναίο. Εάν δεν υπάρχουν, λέμε τα κάτωθι)

Τῇ Τρίτῃ

Τὰ καθ' ἡμέραν Κοντάκια

Κοντάκιον τοῦ Τιμίου Προδρόμου Ἦχος β' Τὰ ἄνω ζητῶν Προφῆτα Θεοῦ καὶ Πρόδρομε τῆς χάριτος, τὴν κάραν τὴν σήν, ὡς ῥόδον ἱερώτατον ἐκ τῆς γῆς εὑράμενοι, τὰς ἰάσεις πάντοτε λαμβάνομεν· καὶ γὰρ πάλιν, ὡς πρότερον, ἐν κόσμῳ κηρύττεις τὴν μετάνοιαν. (Συναξάριο της ημέρας -η 7η και 8η ωδή συνήθως παραλείπονταικαι στο τέλος, ο ειρμός της 8ης ωδής από το Μηναίο με στίχο) στίχ. Αἰνοῦμεν, εὐλογοῦμεν, καὶ προσκυνοῦμεν τὸν Κύριον.

12

Γεωργιοσ Καραγιαννακησ - Παρακλητικη


Τ ριτη - Α΄ Η χοσ

9η ΩΔΗ (Ωδή της Θεοτόκου) Τὴν Θεοτόκον καὶ Μητέρα τοῦ Φωτός, ἐν ὕμνοις τιμῶντες, μεγαλύνωμεν. 1. στίχ. Μεγαλύνει ἡ ψυχή μου τὸν Κύριον, καὶ ἠγαλλίασε τὸ πνεύμά μου ἐπὶ τῶ Θεῷ τῶ σωτήρί μου. Τὴν τιμιωτέραν τῶν Χερουβίμ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφίμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, σὲ μεγαλύνομεν. 2. στίχ. Ὅτι ἐπέβλεψεν ἐπὶ τὴν ταπείνωσιν τῆς δούλης αὐτοῦ· ἰδοὺ γὰρ ἀπὸ τοῦ νὺν μακαριοῦσί με πᾶσαι αἱ γενεαί. 3. στίχ. Ὅτι ἐποίησέ μοὶ μεγαλεῖα ὁ δυνατός, καὶ ἅγιον τὸ ὄνομα αὐτοῦ· καὶ τὸ ἔλεος αὐτοῦ εἰς γενεάν καὶ γενεὰν τοὶς φοβουμένοις αὐτόν. 4. στίχ. Ἐποίησε κράτος ἐν βραχίονι αὐτοῦ, διεσκόρπισεν ὑπερηφάνους διανοίᾳ καρδίας αὐτῶν. 5. στίχ. Καθεῖλε δυνάστας ἀπὸ θρόνων καὶ ὕψωσε ταπεινούς· πεινῶντας ἐνέπλησεν ἀγαθῶν καὶ πλουτοῦντας ἐξαπέστειλε κενούς. 6. στίχ. Ἀντελάβετο Ἰσραὴλ παιδὸς αὐτοῦ μνησθῆναι ἐλέους, καθὼς ἐλάλησε πρὸς τοὺς πατέρας ἡμῶν, τῶ Ἀβραάμ καὶ τῶ σπέρματι αὐτοῦ ἕως αἰῶνος. (-η 9η ωδή συνήθως παραλείπεταιμετά ο ειρμός της 9ης ωδής από το Μηναίο και στο τέλος, το μεγαλυνάριον της Θεοτόκου) Ἄξιόν ἐστιν ὦς ἀληθῶς, μακαρίζειν σὲ τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ Μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβίμ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφίμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, σὲ μεγαλύνομεν. Μικρή Συναπτή    

Ἔτι καὶ ἔτι... Κύριε, ἐλέησον Ἀντιλαβοῦ, σῶσον...Κύριε, ἐλέησον Τῆς Παναγίας, ἀχράντου... Σοί, Κύριε. Ὅτι Σὲ αἰνοῦσι... Ἀμήν. ΕΞΑΠΟΣΤΕΙΛΑΡΙΑ

Τῇ Τρίτῃ

Τὰ καθ' ἡμέραν ἐξαποστειλάρια

Ἦχος γ' Ὁ οὐρανὸν τοῖς ἄστροις Τὸν Πρόδρομον Ἰωάννην,καὶ Βαπτιστὴν τοῦ Σωτῆρος, τὸν ἐν Προφήταις Προφήτην, καὶ τῆς ἐρήμου τὸ θρέμμα, τῆς Ἐλισάβετ τὸν γόνον, ἀνευφημήσωμεν πάντες. (Εξαποστειλάριο και Θεοτόκιο από το Μηναίο. Εάν δεν υπάρχουν, λέμε το κάτωθι) Θεοτοκίον ὅμοιον Ὁ γλυκασμὸς τῶν Ἀγγέλων, τῶν θλιβομένων ἡ χαρά, Χριστιανῶν ἡ προστάτις, Παρθένε Μήτηρ Κυρίου, ἀντιλαβοῦ μου καὶ ῥῦσαι, τῶν αἰωνίων βασάνων.

Γεωργιοσ Καραγιαννακησ - Παρακλητικη

13


Τ ριτη - Α΄ Η χοσ

ΑΙΝΟΙ (Εάν υπάρχουν αίνοι στο Μηναίο) (το Πάσα πνοή στον ήχο των στιχηρών) Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον. Αἰνεῖτε τὸν Κύριον ἐκ τῶν οὐρανῶν, αἰνεῖτε αὐτὸν ἐν τοῖς ὑψίστοις. Σοὶ πρέπει ὕμνος τῶ Θεῷ. Αἰνεῖτε αὐτόν, πάντες οἱ Ἄγγελοι αὐτοῦ· αἰνεῖτε αὐτόν, πᾶσαι αἱ δυνάμεις αὐτοῦ. Σοὶ πρέπει ὕμνος τῶ Θεῷ. (οι ενδιάμεσοι στίχοι συνήθως παραλείπονται και στους 4 τελευταίους στίχους, ψάλλονται τα στιχηρά του Μηναίου) 1. στίχ. Αἰνεῖτε αὐτὸν ἐπὶ ταῖς δυναστείαις αὐτοῦ· αἰνεῖτε αὐτὸν κατὰ τὸ πλῆθος τῆς μεγαλωσύνης αὐτοῦ. 2. στίχ. Αἰνεῖτε αὐτὸν ἐν ἤχῳ σάλπιγγος· αἰνεῖτε αὐτὸν ἐν ψαλτηρίῳ καὶ κιθάρᾳ. 3. στίχ. Αἰνεῖτε αὐτὸν ἐν τυμπάνῳ καὶ χορῷ· αἰνεῖτε αὐτὸν ἐν χορδαῖς καὶ ὀργάνῳ. 4. στίχ. Αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις εὐήχοις· αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις ἀλλαλαγμοῦ. Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον. (Δόξα... Και νυν... του Μηναίου)

14

Γεωργιοσ Καραγιαννακησ - Παρακλητικη


Τ ριτη - Α΄ Η χοσ

ΑΙΝΟΙ (Εάν δεν υπάρχουν αίνοι στο Μηναίο, οι 3 ψαλμοί των αίνων 148 - 149 - 150 χύμα)                              

Ψαλμὸς ρμη΄ (148) Αἰνεῖτε τὸν Κύριον ἐκ τῶν οὐρανῶν, αἰνεῖτε αὐτὸν ἐν τοῖς ὑψίστοις. Σοὶ πρέπει ὕμνος τῶ Θεῷ. Αἰνεῖτε αὐτόν, πάντες οἱ Ἄγγελοι αὐτοῦ· αἰνεῖτε αὐτόν, πᾶσαι αἱ δυνάμεις αὐτοῦ. Σοὶ πρέπει ὕμνος τῶ Θεῷ. Αἰνεῖτε αὐτόν, ἥλιος καὶ σελήνη· αἰνεῖτε αὐτόν, πάντα τὰ ἄστρα καὶ τὸ φῶς. Αἰνεῖτε αὐτόν, οἱ οὐρανοὶ τῶν οὐρανῶν καὶ τὸ ὕδωρ τὸ ὑπεράνω τῶν οὐρανῶν. Αἰνεσάτωσαν τὸ ὄνομα Κυρίου, ὅτι αὐτὸς εἶπε καὶ ἐγενήθησαν, αὐτὸς ἐνετείλατο, καὶ ἐκτίσθησαν. Ἔστησεν αὐτὰ εἰς τὸν αἰῶνα, καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος· πρόσταγμα ἔθετο, καὶ οὐ παρελεύσεται. Αἰνεῖτε τὸν Κύριον ἐκ τῆς γῆς, δράκοντες καὶ πᾶσαι ἄβυσσοι. Πῦρ, χάλαζα, χιών, κρύσταλλος, πνεῦμα καταιγίδος, τὰ ποιοῦντα τὸν λόγον αὐτοῦ. Τὰ ὄρη καὶ πάντες οἱ βουνοί, ξύλα καρποφόρα καὶ πᾶσαι κέδροι. Τὰ θηρία καὶ πάντα τὰ κτήνη, ἑρπετὰ καὶ πετεινὰ πτερωτά. Βασιλεῖς τῆς γῆς καὶ πάντες λαοί, ἄρχοντες καὶ πάντες κριταὶ τῆς γῆς. Νεανίσκοι καὶ παρθένοι, πρεσβύτεροι μετὰ νεωτέρων, αἰνεσάτωσαν τὸ ὄνομα Κυρίου, ὅτι ὑψώθη τὸ ὄνομα αὐτοῦ μόνου. Ἡ ἐξομολόγησις αὐτοῦ ἐπὶ γῆς καὶ οὐρανοῦ καὶ ὑψώσει κέρας λαοῦ αὐτοῦ. Ὕμνος πᾶσι τοῖς ὁσίοις αὐτοῦ, τοῖς υἱοὶς Ἰσραήλ, λαῷ ἐγγίζοντι αὐτῷ. Ψαλμὸς ρμθ΄ (149) ᾌσατε τῷ Κυρίῳ ᾆσμα καινόν ἡ αἴνεσις αὐτοῦ ἐν ἐκκλησίᾳ ὁσίων. Εὐφρανθήτω Ἰσραὴλ ἐπὶ τῷ ποιήσαντι αὐτόν καὶ υἱοὶ Σιὼν ἀγαλλιάσθωσαν ἐπὶ τῷ βασιλεῖ αὐτῶν. Αἰνεσάτωσαν τὸ ὄνομα αὐτοῦ ἐν χορῷ, ἐν τυμπάνῳ καὶ ψαλτηρίῳ ψαλάτωσαν αὐτῷ. Ὅτι εὐδοκεῖ Κύριος ἐν τῷ λαῷ αὐτοῦ καὶ ὑψώσει πραεῖς ἐν σωτηρίᾳ. Καυχἠσονται ὅσιοι ἐν δόξῃ καὶ ἀγαλλιάσονται ἐπὶ τῶν κοιτῶν αὐτῶν. Αἱ ὑψώσεις τοῦ Θεοῦ ἐν τῷ λάρυγγι αὐτῶν καὶ ῥομφαῖαι δίστομοι ἐν ταῖς χερσὶν αὐτῶν. Τοῦ ποιῆσαι ἐκδίκησιν ἐν τοῖς ἔθνεσιν, ἐλεγμοὺς ἐν τοῖς λαοῖς. Τοῦ δῆσαι τοὺς βασιλεῖς αὐτῶν ἐν πέδαις, καὶ τοὺς ἐνδόξους αὐτῶν ἐν χειροπέδαις σιδηραῖς. Τοῦ ποιῆσαι ἐν αὐτοῖς κρῖμα ἔγγραπτον· δόξα αὕτη ἔσται πᾶσι τοῖς ὁσίοις αὐτοῦ. Ψαλμὸς ρν΄ (l50) Αἰνεῖτε τὸν Θεὸν ἐν τοῖς ἁγίοις αὐτοῦ· αἰνεῖτε αὐτὸν ἐν στερεώματι τῆς δυνάμεως αὐτοῦ. Αἰνεῖτε αὐτὸν ἐπὶ ταῖς δυναστείαις αὐτοῦ, αἰνεῖτε αὐτὸν κατὰ τὸ πλῆθος τῆς μεγαλωσύνης αὐτοῦ. Αἰνεῖτε αὐτὸν ἐν ἤχῳ σάλπιγγος, αἰνεῖτε αὐτὸν ἐν ψαλτηρίῳ καὶ κιθάρᾳ. Αἰνεῖτε αὐτὸν ἐν τυμπάνῳ καὶ χορῷ, αἰνεῖτε αὐτὸν ἐν χορδαῖς καὶ ὀργάνῳ . Αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις εὐήχοις, αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις ἀλλαλαγμοῦ, Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον. Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι. Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Γεωργιοσ Καραγιαννακησ - Παρακλητικη

15


Τ ριτη - Α΄ Η χοσ

ΔΟΞΟΛΟΓΙΑ (Εάν το Μηναίο ζητά Μεγάλη Δοξολογία, η ημέρα είναι ημιεορτάσιμη και τελειώνει ο Όρθρος με την κάτωθι σειρά)                    

Δοξολογία μεγάλη Δόξα σοι τῷ δείξαντι τὸ φῶς. Δόξα ἐν ὑψίστοις Θεῷ καὶ ἐπὶ γῆς εἰρήνη, ἐν ἀνθρώποις εὐδοκία. Ὑμνοῦμέν σε, εὐλογοῦμέν σε, προσκυνοῦμέν σε, δοξολογοῦμέν σε, εὐχαριστοῦμέν σοι διὰ τὴν μεγάλην σου δόξαν. Κύριε βασιλεῦ, ἐπουράνιε Θεέ, Πάτερ παντοκράτορ· Κύριε Υἱὲ μονογενές, Ἰησοῦ Χριστέ καὶ ἅγιον Πνεῦμα. Κύριε ὁ Θεός, ὁ ἀμνὸς τοῦ Θεοῦ, ὁ Υἱὸς τοῦ Πατρός, ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου, ἐλέησον ἡμᾶς, ὁ αἴρων τὰς ἁμαρτίας τοῦ κόσμου. Πρόσδεξαι τὴν δέησιν ἡμῶν, ὁ καθήμενος ἐν δεξιᾷ τοῦ Πατρός, καὶ ἐλέησον ἡμᾶς. Ὅτι σὺ εἶ μόνος ἅγιος, σὺ εἶ μόνος Κύριος, Ἰησοῦς Χριστός, εἰς δόξαν Θεοῦ Πατρός. Ἀμήν. Καθ' ἑκάστην ἡμέραν εὐλογήσω σε καὶ αἰνέσω τὸ ὄνομά σου εἰς τὸν αἰῶνα καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος. Καταξίωσον, Κύριε, ἐν τῇ ἡμέρᾳ ταύτῃ, ἀναμαρτήτους φυλαχθῆναι ἡμᾶς. Εὐλογητὸς εἶ, Κύριε, ὁ Θεὸς τῶν πατέρων ἡμῶν καὶ αἰνετὸν καὶ δεδοξασμένον τὸ ὄνομά σου εἰς τοὺς αἰῶνας. Ἀμήν. Γένοιτο, Κύριε, τὸ ἔλεός σου ἐφ' ἡμᾶς, καθάπερ ἠλπίσαμεν ἐπὶ σέ. Εὐλογητὸς εἶ, Κύριε· δίδαξόν με τὰ δικαιώματά σου (γ΄). Κύριε, καταφυγὴ ἐγενήθης ἡμῖν ἐν γενεᾷ καὶ γενεᾷ. Ἐγὼ εἶπα· Κύριε, ἐλέησόν με· ἴασαι τὴν ψυχήν μου, ὅτι ἥμαρτόν σοι. Κύριε, πρὸς σὲ κατέφυγον· δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεός μου. Ὅτι παρὰ σοὶ πηγὴ ζωῆς· ἐν τῷ φωτί σου ὀψόμεθα φῶς. Παράτεινον τὸ ἔλεός σου τοῖς γινώσκουσί σε. Ἅγιος ὁ Θεός, ἅγιος ἰσχυρός, ἅγιος ἀθάνατος· ἐλέησον ἡμᾶς (γ΄). Δόξα Πατρὶ καὶ Υἱῷ καὶ ἁγίῳ Πνεύματι. Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰῶνων. Ἀμήν. Ἅγιος ἀθάνατος· ἐλέησον ἡμᾶς. Ἅγιος ὁ Θεός, ἅγιος ἰσχυρός, ἅγιος ἀθάνατος· ἐλέησον ἡμᾶς. (Απολυτίκιο και Θεοτόκιο τέλους και άρχεται η Θεία Λειτουργία)

16

Γεωργιοσ Καραγιαννακησ - Παρακλητικη


Τ ριτη - Α΄ Η χοσ

ΔΟΞΟΛΟΓΙΑ (Εάν το Μηναίο δεν ζητά Μεγάλη Δοξολογία, τελειώνει ο Όρθρος με την κάτωθι σειρά) Δοξολογία μικρή (χύμα) Σοὶ δόξα πρέπει, Κύριε, ὁ Θεὸς ἡμῶν, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρί, καὶ τῷ Υἱῷ, καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν, καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.                   

Δόξα σοι τῷ δείξαντι τὸ φῶς. Δόξα ἐν ὑψίστοις Θεῷ καὶ ἐπὶ γῆς εἰρήνη ἐν ἀνθρώποις εὐδοκία. Ὑμνοῦμέν σε, εὐλογοῦμέν σε, προσκυνοῦμέν σε, δοξολογοῦμέν σε, εὐχαριστοῦμέν σοι, διὰ τὴν μεγάλην σου δόξαν. Κύριε Βασιλεῦ, ἐπουράνιε Θεέ, Πάτερ παντοκράτορ, Κύριε Υἱὲ μονογενές, Ἰησοῦ Χριστέ, καὶ Ἅγιον Πνεῦμα. Κύριε ὁ Θεός, ὁ ἀμνὸς τοῦ Θεοῦ, ὁ Υἱός τοῦ Πατρός, ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου, ἐλέησον ἡμᾶς, ὁ αἴρων τὰς ἁμαρτίας τοῦ κόσμου. Πρόσδεξαι τὴν δέησιν ἡμῶν, ὁ καθήμενος ἐν δεξιᾷ τοῦ Πατρός, καὶ ἐλέησον ἡμᾶς. Ὅτι σὺ εἶ μόνος Ἅγιος, σὺ εἶ μόνος Κύριος, Ἰησοῦς Χριστός, εἰς δόξαν Θεοῦ Πατρός. Ἀμήν. Καθ' ἑκάστην ἡμέραν εὐλογήσω σε, καὶ αἰνέσω τὸ ὄνομά σου εἰς τὸν αἰῶνα καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος. Κύριε, καταφυγὴ ἐγενήθης ἡμῖν ἐν γενεᾷ καὶ γενεᾷ. Ἐγὼ εἶπα· Κύριε, ἐλέησόν με, ἴασαι τὴν ψυχήν μου, ὅτι ἥμαρτόν σοι. Κύριε, πρὸς σὲ κατέφυγον, δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεός μου. Ὅτι παρὰ σοὶ πηγὴ ζωῆς ἐν τῷ φωτί σου ὀψόμεθα φῶς. Παράτεινον τὸ ἔλεός σου τοῖς γινώσκουσί σε. Καταξίωσον, Κύριε, ἐν τῇ ἡμέρᾳ ταύτη ἀναμαρτήτους φυλαχθῆναι ἡμᾶς. Εὐλογητὸς εἶ, Κύριε, ὁ Θεὸς τῶν Πατέρων ἡμῶν, καὶ αἰνετὸν καὶ δεδοξασμένον τὸ ὄνομά σου εἰς τοὺς αἰῶνας. Ἀμήν. Γένοιτο, Κύριε, τὸ ἔλεός σου ἐφ' ἡμᾶς, καθάπερ ἠλπίσαμεν ἐπὶ σέ. Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου. Εὐλογητὸς εἶ, Δέσποτα, συνέτισόν με τὰ δικαιώματά σου. Εὐλογητὸς εἶ, Ἅγιε, φώτισόν με τοῖς δικαιώμασί σου. Κύριε, τὸ ἔλεός σου εἰς τὸν αἰῶνα, τὰ ἔργα τῶν χειρῶν σου μὴ παρίδῃς. Σοὶ πρέπει αἶνος, Σοὶ πρέπει ὕμνος, Σοὶ δόξα πρέπει, τῷ Πατρὶ καὶ τῷ Υἱῷ, καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν, καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Πληρωτικά Πληρώσωμεν τὴν ἑωθινὴν δέησιν ἡμῶν τῷ Κυρίῳ Κύριε ἐλέησον. Ἀντιλαβοῦ, σῶσον... Κύριε ἐλέησον. Τὴν ἡμέραν πᾶσαν... Παράσχου Κύριε. (μετά από κάθε δέηση) ... Τῆς Παναγίας, ἀχράντου... Σοί, Κύριε. Ὅτι Θεὸς ἐλέους, οἰκτιρμῶν...Ἀμήν. Εἰρήνη πᾶσι. Καὶ τῷ πνεύματί σου. Τὰς κεφαλὰς ἡμῶν τῷ Κυρίῳ κλίνωμεν. Σοί, Κύριε. (Η ευχή της κεφαλοκλισίας μυστικώς: Κύριε, Ἅγιε, ὁ ἐν ὑψηλοῖς...) Σὸν γάρ ἐστι τὸ ἐλεεῖν... Ἀμήν.

Γεωργιοσ Καραγιαννακησ - Παρακλητικη

17


Τ ριτη - Α΄ Η χοσ

ΑΠΟΣΤΙΧΑ ΤΩΝ ΑΙΝΩΝ Κατανυκτικὰ Ἄλλος σε κόσμος, ψυχή, ἀναμένει, καὶ Κριτής, τὰ σὰ μέλλων δημοσιεύειν κρυπτὰ καὶ δεινά, μὴ οὖν ἐμμείνῃς τοῖς ᾧδε, ἀλλὰ πρόφθασον βοῶσα τῷ Κριτῇ· ὁ Θεός ἱλάσθητί μοι, καὶ σῶσόν με. στίχ. Ἐνεπλήσθημεν τὸ πρωῒ τοῦ ἐλέους σου, Κύριε, καὶ ἠγαλλιασάμεθα καὶ εὐφράνθημεν. Ἐν πάσαις ταῖς ἡμέραις ἡμῶν εὐφρανθείημεν, ἀνθ΄ὧν ἡμερῶν ἐταπείνωσας ἡμᾶς, ἐτῶν ὧν εἴδομεν κακά· καὶ ἴδε ἐπὶ τοὺς δούλους σου καὶ ἐπὶ τὰ ἔργα σου, καὶ ὁδήγησον τοὺς υἱοὺς αὐτῶν. Μὴ ἀποδοκιμάσῃς με, Σωτήρ μου, τῇ ῥαθυμίᾳ τῆς ἁμαρτίας συνεχόμενον, διέγειρόν μου τὸν λογισμὸν πρὸς μετάνοιαν, καὶ τοῦ σοῦ ἀμπελῶνος ἐργάτην δόκιμον ἀνάδειξόν με, δωρούμενός μοι τῆς ἑνδεκάτης ὥρας τὸν μισθόν, καὶ τὸ μέγα ἔλεος. στίχ. Καὶ ἔστω ἡ λαμπρότης Κυρίου τοῦ Θεοῦ ἡμῶν ἐφ' ἡμᾶς, καὶ τὰ ἔργα τῶν χειρῶν ἡμῶν κατεύθυνον ἐφ' ἡμᾶς, καὶ τὸ ἔργον τῶν χειρῶν ἡμῶν κατεύθυνον. Οὗτοι οἱ Στρατιῶται τοῦ Βασιλέως τοῦ μεγάλου, ἀντέστησαν τοῖς δόγμασι τῶν τυράννων, γενναίως κατεφρόνησαν τῶν βασάνων, καὶ τὴν πλάνην πᾶσαν πατήσαντες, ἀξίως στεφανωθέντες, αἰτοῦνται παρὰ τοῦ Σωτῆρος εἰρήνην, καὶ ταῖς ψυχαῖς ἡμῶν τὸ μέγα ἔλεος. Δόξα... Καὶ νῦν... Θεοτοκίον (Από το Μηναίο. Εάν δεν έχει το Μηναίο, το κάτωθι) Τῶν οὐρανίων ταγμάτων Παρθένε πανύμνητε Μωσῆς, τὸ ἐν σοὶ μυστήριον, προφητικοῖς εἶδεν ὄμμασι, βάτον τὴν ἄφλεκτον, εἴπερ καιομένην· πῦρ γὰρ τῆς Θεότητος, τὴν μήτραν σου, Ἁγνή, οὐ κατέφλεξε. Διὸ αἰτοῦμέν σε, ὡς Μητέρα τοῦ Θεοῦ ἡμῶν, τὴν εἰρήνην τῷ κόσμῳ δωρήσασθαι. Ἀγαθὸν τὸ ἐξομολογεῖσθαι τῷ Κυρίῳ καὶ ψάλλειν τῷ ὀνόματί Σου, Ὕψιστε· τοῦ ἀναγγέλειν τὸ πρωῒ τὸ ἔλεός Σου καὶ τὴν ἀλήθειάν Σου κατὰ νύκτα. Τρισάγιον Ἅγιος ὁ Θεός, ἅγιος ἰσχυρός, ἅγιος ἀθάνατος ἐλέησον ἡμᾶς (γ΄). Δόξα... Καὶ νῦν... Παναγία Τριάς, ἐλέησον ἡμᾶς. Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τὰς ἀνομίας ἡμῖν. Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν, ἕνεκεν του ὀνόματός σου. Κύριε ἐλέησον, Κύριε ἐλέησον, Κύριε ἐλέησον. Δόξα... Καὶ νῦν... Πάτερ ἡμῶν, ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου, ἐλθέτω ἡ βασιλεία σου, γενηθήτω τὸ θέλημά σου ὡς ἐν οὐρανῷ καὶ ἐπί τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν, καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ. Ὅτι σοῦ ἐστιν ἡ βασιλεία... Ἀμήν. ΑΠΟΛΥΤΙΚΙΑ τέλους 1. Το απολυτίκιο που ψάλλαμε στο Θεός Κύριος, αλλά, Δόξα... Και νυν... το εις το τέλος του Όρθρου ομόηχο Θεοτόκιο. Εάν υπάρχει και δεύτερο απολυτίκιο, το ψάλλουμε στο Δόξα..., και εις το Και νυν... το εις το τέλος του Όρθρου ομόηχο Θεοτόκιο. Εἰς τὸ τέλος τοῦ Ὄρθρου Θεοτόκια Θεοτοκίον Ἦχος α΄ Τὸν ἀμήτορα ἐν οὐρανῷ, ὑπὲρ ἔννοιαν καὶ ἀκοήν, ἐπὶ γῆς ἀπάτορα ἔτεκες. Αὐτὸν Θεοτόκε ἱκέτευε, ὑπὲρ τῶν ψυχῶν ἡμῶν. Θεοτοκίον Ἦχος β΄

18

Γεωργιοσ Καραγιαννακησ - Παρακλητικη


Τ ριτη - Α΄ Η χοσ

Σὲ μεγαλύνομεν Θεοτόκε βοῶντες, Χαῖρε ἀδύτου φωτὸς νεφέλη, αὐτὸν βαστάσασα ἐν κόλποις, τῆς δόξης τὸν Κύριον. Θεοτοκίον Ἦχος γ΄ Ἕκαστος ὅπου σώζεται, ἐκεῖ δικαίως καὶ προστρέχει, καὶ ποία ἄλλη τοιαύτη καταφυγή, ὡς σὺ Θεοτόκε, σκέπουσα τὰς ψυχὰς ἡμῶν. Θεοτοκίον Ἦχος δ΄ Σὲ μεγαλύνομεν Θεοτόκε, βοῶντες, Σὺ εἶ ἡ βᾶτος, ἐν ἢ ἀφλέκτως Μωσής, κατεῖδεν ὡς φλόγα, τὸ πὺρ τῆς θεότητος. Θεοτοκίον Ἦχος πλ. α΄ Μήτηρ Θεοῦ Παναγία, τὸ τεῖχος τῶν Χριστιανῶν, ῥύσαι λαόν σου συνήθως, κραυγάζοντά σοὶ ἐκτενῶς, Ἀντιτάχθητι αἰσχροῖς, καὶ ἀλαζόσι λογισμοίς, ἵνα βοώμέν σοί, Χαῖρε ἀειπάρθενε. Θεοτοκίον Ἦχος πλ. β΄ Οὐδεὶς προστρέχων ἐπὶ σοί, κατησχυμμένος ἀπὸ σοῦ ἐκπορεύεται, ἁγνὴ Παρθένε Θεοτόκε, ἀλλ' αἰτεῖται τὴν χάριν, καὶ λαμβάνει τὸ δώρημα, πρὸς τὸ συμφέρον τῆς αἰτήσεως. Θεοτοκίον Ἦχος Βαρὺς Εἰρήνευσον πρεσβείαις τῆς Θεοτόκου, τὴν ζωὴν ἡμῶν τῶν βοώντων σοί, Ἐλεῆμον Κύριε δόξα σοί. Θεοτοκίον Ἦχος πλ. δ΄ Παρθένε ἄχραντε, σῶσον ἡμᾶς ταὶς πρεσβείαις σου, κινοῦσα σπλάγχνα μητρικά, τῶ Υἱῶ σου καὶ Θεῷ ἡμῶν. 2. Εάν η ακολουθία του Μηναίου στερείται δοξαστικού, ψάλλεται το απολυτίκιο της ημέρας της εβδομάδος με το οικείο α΄ ομόηχο θεοτόκιο της ημέρας. Ἀπολυτίκιον τοῦ Τιμίου Προδρόμου Ἦχος β΄ Μνήμη δικαίου μετ᾽ ἐγκωμίων, σοὶ δὲ ἀρκέσει ἡ μαρτυρία τοῦ Κυρίου Πρόδρομε· ἀνεδείχθης γὰρ ὄντως καὶ Προφητῶν σεβασμιώτερος, ὅτι καὶ ἐν ῥείθροις βαπτίσαι κατηξιώθης τὸν κηρυττόμενον. Ὅθεν τῆς ἀληθείας ὑπεραθλήσας, χαίρων εὐηγγελίσω καὶ τοῖς ἐν ᾄδῃ, Θεὸν φανερωθέντα ἐν σαρκί, τὸν αἴροντα τὴν ἁμαρτίαν τοῦ κόσμου, καὶ παρέχοντα ἡμῖν τὸ μέγα ἔλεος. Δόξα... Καὶ νῦν... Θεοτοκίον Σὲ μεγαλύνομεν Θεοτόκε βοῶντες, Χαῖρε ἀδύτου φωτὸς νεφέλη ... 3. Σε ορισμένες μνήμες αποστόλων ή προφητών, λέγονται τα αρχαία απολυτίκιά τους, επειδή στερούνται δοξαστικού. Ἀπολυτίκιον εἰς ἀπόστολον Ἦχος γ΄ Ἀπόστολε ἅγιε (...), πρέσβευε τῷ ἐλεήμονι Θεῷ, ἵνα πταισμάτων ἄφεσιν, παράσχῃ ταῖς ψυχαῖς ἡμῶν. ή ἐὰν εἶναι εὐαγγελιστής Ἀπόστολε ἅγιε καὶ ἐυαγγελιστὰ (...), πρέσβευε... Δόξα... Καὶ νῦν... Θεοτοκίον Ἕκαστος ὅπου σώζεται... Ἀπολυτίκιον εἰς προφήτην Ἦχος β΄ Τοῦ προφήτου σου (...) τὴν μνήμην Κύριε ἑορτάζοντες, δι᾿ αὐτοῦ σὲ δυσωποῦμεν· σῶσον τὰς ψυχὰς ἡμῶν. Δόξα... Καὶ νῦν... Θεοτοκίον Σὲ μεγαλύνομεν Θεοτόκε βοῶντες...

Γεωργιοσ Καραγιαννακησ - Παρακλητικη

19


Τ ριτη - Α΄ Η χοσ

Θεια Λειτουργια ΑΝΤΙΦΩΝΟ Α΄ Ἠχος β΄. Ψαλμὸς Ϟα΄ (91) στίχ. Ἀγαθὸν τὸ ἐξομολογεῖσθαι τῷ Κυρίῳ, καὶ ψάλλειν τῷ ὀνόματί σου, Ὕψιστε. Ταῖς πρεσβείαις τῆς Θεοτόκου, Σῶτερ, σῶσον ἡμᾶς. στίχ. Τοῦ ἀναγγέλλειν τῷ πρωῒ τὸ ἔλεός σου, καὶ τὴν ἀλήθειάν σου κατὰ νύκτα. Ταῖς πρεσβείαις τῆς Θεοτόκου... στίχ. Ὅτι εὔφρανάς με, Κύριε, ἐν τοῖς ποιήμασί σου, καὶ ἐν τοῖς ἔργοις τῶν χειρῶν σου ἀγαλλιάσομαι. Ταῖς πρεσβείαις τῆς Θεοτόκου... στίχ. Ὅτι εὐθὺς Κύριος ὁ Θεὸς ἡμῶν, καὶ οὐκ ἔστιν ἀδικία ἐν αὐτῷ. Ταῖς πρεσβείαις τῆς Θεοτόκου... Δόξα... Καὶ νῦν... Ταῖς πρεσβείαις τῆς Θεοτόκου... ΑΝΤΙΦΩΝΟ Β΄ Ἠχος πλ.α΄. Ψαλμὸς Ϟβ΄ (92) στίχ. Ὁ Κύριος ἐβασίλευσεν, εὐπρέπειαν ἐνεδύσατο, ἐνεδύσατο Κύριος δύναμιν καὶ περιεζώσατο. Πρεσβείαις τῶν ἁγίων σου σῶσον ἡμᾶς, Κύριε. στίχ. Καὶ γὰρ ἐστερέωσε τὴν οἰκουμένην, ἥτις οὐ σαλευθήσεται. Πρεσβείαις τῶν ἁγίων σου σῶσον ἡμᾶς, Κύριε. στίχ. Θαυμαστοὶ οἱ μετεωρισμοὶ τῆς θαλάσσης, θαυμαστὸς ἐν ὑψηλοῖς ὁ Κύριος. Πρεσβείαις τῶν ἁγίων σου σῶσον ἡμᾶς, Κύριε. στίχ. Τὰ μαρτύριά σου ἐπιστώθησαν σφόδρα· τῷ οἴκῳ σου πρέπει ἁγίασμα, Κύριε, εἰς μακρότητα ἡμερῶν. Πρεσβείαις τῶν ἁγίων σου σῶσον ἡμᾶς, Κύριε. Δόξα... Καὶ νῦν... Ἠχος β΄ Ὁ Μονογενὴς Υἱὸς καὶ Λόγος τοῦ Θεοῦ, ἀθάνατος ὑπάρχων καὶ καταδεξάμενος διὰ τὴν ἡμετέραν σωτηρίαν σαρκωθῆναι ἐκ τῆς ἁγίας Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας, ἀτρέπτως ἐνανθρωπήσας, σταυρωθείς τε, Χριστὲ ὁ Θεός, θανάτῳ θάνατον πατήσας, εἷς ὢν τῆς Ἁγίας Τριάδος, συνδοξαζόμενος τῷ Πατρὶ καὶ τῷ Ἁγίῳ Πνεύματι, σῶσον ἡμᾶς.

20

Γεωργιοσ Καραγιαννακησ - Παρακλητικη


Τ ριτη - Α΄ Η χοσ

ΑΝΤΙΦΩΝΟ Γ΄ Ἠχος β΄. Ψαλμὸς Ϟδ΄ (94) στίχ. Δεῦτε ἀγαλλιασώμεθα τῷ Κυρίῳ, ἀλαλάξωμεν τῷ Θεῷ τῷ Σωτῆρι ἡμῶν. Σῶσον ἡμᾶς, Υἱὲ Θεοῦ, ὁ ἐν Ἁγίοις θαυμαστός, ψάλλοντάς σοι. Ἀλληλούϊα. στίχ. Προφθάσωμεν τὸ πρόσωπον αὐτοῦ ἐν ἐξομολογήσει καὶ ἐν ψαλμοῖς ἀλαλάξωμεν αὐτῷ. Σῶσον ἡμᾶς, Υἱὲ Θεοῦ, ὁ ἐν Ἁγίοις θαυμαστός... στίχ. Ὅτι Θεὸς μέγας Κύριος καὶ βασιλεὺς μέγας ἐπὶ πᾶσαν τὴν γῆν. Σῶσον ἡμᾶς, Υἱὲ Θεοῦ, ὁ ἐν Ἁγίοις θαυμαστός... (είσοδος του Ευαγγελίου) Σοφία· ὀρθοί. στίχ. Δεῦτε προσκυνήσωμεν καὶ προσπέσωμεν Χριστῷ. Σῶσον ἡμᾶς, Υἱὲ Θεοῦ, ὁ ἐν Ἁγίοις θαυμαστός... ΑΠΟΛΥΤΙΚΙΑ - ΚΟΝΤΑΚΙΑ 1. Το απολυτίκιο που είπαμε στον Όρθρο. 2. Το απολυτίκιο του ναού. 3. Το κοντάκιο της ημέρας της εβδομάδος. Δόξα... Κοντάκιον τοῦ Τιμίου Προδρόμου Ἦχος β' Τὰ ἄνω ζητῶν Προφῆτα Θεοῦ καὶ Πρόδρομε τῆς χάριτος, τὴν κάραν τὴν σήν, ὡς ῥόδον ἱερώτατον ἐκ τῆς γῆς εὑράμενοι, τὰς ἰάσεις πάντοτε λαμβάνομεν· καὶ γὰρ πάλιν, ὡς πρότερον, ἐν κόσμῳ κηρύττεις τὴν μετάνοιαν. 4. Το κοντάκιο της Θεοτόκου «Προστασία τῶν χριστιανών». Καὶ νῦν... Κοντάκιον τῆς Θεοτόκου Ἦχος β΄ Προστασία τῶν Χριστιανῶν ἀκαταίσχυντε, μεσιτεία, πρὸς τὸν Ποιητὴν ἀμετάθετε, μὴ παρίδῃς, ἁμαρτωλῶν δεήσεων φωνάς, ἀλλὰ πρόφθασον, ὡς ἀγαθή, εἰς τὴν βοήθειαν ἡμῶν, τῶν πιστῶς κραυγαζόντων σοι· Τάχυνον εἰς πρεσβείαν, καὶ σπεῦσον εἰς ἱκεσίαν, ἡ προστατεύουσα ἀεί, Θεοτόκε, τῶν τιμώντων σε. (εάν είπαμε μεγάλη δοξολογία στον Όρθρο, η ημέρα είναι ημιεορτάσιμη και στα κοντάκια λέμε Δόξα... το κοντάκιο του Μηναίου, Και νυν... το κοντάκιο της περιόδου) ΚΟΙΝΩΝΙΚΟΝ Ἦχος βαρύς Ψαλμὸς ρια΄ (111) Εἰς μνημόσυνον αἰώνιον ἔσται δίκαιος. Ἀλληλούια       

Μακάριος ἀνὴρ, ὁ φοβούμενος τὸν Κύριον, ἐν ταῖς ἐντολαῖς αὐτοῦ θελήσει σφόδρα· Δυνατὸν ἐν τῇ γῇ ἔσται τὸ σπέρμα αὐτοῦ, γενεὰ εὐθέων εὐλογηθήσεται. Δόξα καὶ πλοῦτος ἐν τῷ οἴκῳ αὐτοῦ, καὶ ἡ δικαιοσύνη αὐτοῦ μένει εἰς τὸν αἰῶνα τοῦ αἰῶνος. Ἐξανέτειλεν ἐν σκότει φῶς τοῖς εὐθέσιν· ἐλεήμων καὶ οἰκτίρμων καὶ δίκαιος. Χρηστὸς ἀνὴρ ὁ οἰκτείρων καὶ κιχρῶν· οἰκονομήσει τοὺς λόγους αὐτοῦ ἐν κρίσει· ὅτι εἰς τὸν αἰῶνα οὐ σαλευθήσεται, Εἰς μνημόσυνον αἰώνιον ἔσται δίκαιος· ἀπὸ ἀκοῆς πονηρᾶς οὐ φοβηθήσεται· ἑτοίμη ἡ καρδία αὐτοῦ ἐλπίζειν ἐπὶ Κύριον. Ἐστήρικται ἡ καρδία αὐτοῦ, οὐ μὴ φοβηθῇ, ἕως οὗ ἐπίδῃ ἐπὶ τοὺς ἐχθροὺς αὐτοῦ· Γεωργιοσ Καραγιαννακησ - Παρακλητικη

21


Τ ριτη - Α΄ Η χοσ

 

22

Ἐσκόρπισεν, ἔδωκε τοῖς πένησιν, ἡ δικαιοσύνη αὐτοῦ μένει εἰς τὸν αἰῶνα τοῦ αἰῶνος· τὸ κέρας αὐτοῦ ὑψωθήσεται ἐν δόξῃ. Ἁμαρτωλὸς ὄψεται καὶ ὀργισθήσεται, τοὺς ὀδόντας αὐτοῦ βρύξει καὶ τακήσεται· ἐπιθυμία ἁμαρτωλοῦ ἀπολεῖται.

Γεωργιοσ Καραγιαννακησ - Παρακλητικη


Τ ε ταρτη - Α΄ Η χοσ

Εσπερινοσ ΕΠΙΛΥΧΝΙΟΙ ΨΑΛΜΟΙ 1. Εάν η ακολουθία του Μηναίου είναι άνευ δοξαστικού ή έχει έστω ένα δοξαστικό στον εσπερινό, ψάλλονται α) τρία στιχηρά της Παρακλητικής (δύο από την πρώτη τριάδα και ένα από την δεύτερη τριάδα) και β) τρία από το Μηναίο (εάν είναι περισσότερα ψάλλουμε τα τρία πρώτα). 2. Εάν η ακολουθία του Μηναίου έχει δύο δοξαστικά, ψάλλονται έξι από το Μηναίο (εάν είναι λιγότερα, διπλασιάζουμε τα ανάλογα για να γίνουν έξι). Σε αυτήν την περίπτωση, οι επιλύχνιοι ψαλμοί ψάλλονται στον ήχο του πρώτου στιχηρού. 3. Εάν η ακολουθία του Μηναίου έχει δύο αγίους με τρία στιχηρά έκαστος, ψάλλονται τα του Μηναίου. Σε αυτήν την περίπτωση, οι επιλύχνιοι ψαλμοί ψάλλονται στον ήχο του πρώτου στιχηρού. Ψαλμὸς ρμ΄ (140) Κύριε, ἐκέκραξα πρὸς σέ, εἰσάκουσόν μου· εἰσάκουσόν μου, Κύριε. Κύριε, ἐκέκραξα πρὸς σέ, εἰσάκουσόν μου· πρόσχες τῇ φωνῇ τῆς δεήσεώς μου ἐν τῷ κεκραγέναι με πρὸς σὲ. Εἰσάκουσόν μου, Κύριε. Κατευθυνθήτω ἡ προσευχή μου ὡς θυμίαμα ἐνώπιόν σου, ἔπαρσις τῶν χειρῶν μου θυσία ἑσπερινὴ. Εἰσάκουσόν μου, Κύριε.

Θοῦ, Κύριε, φυλακὴν τῷ στόματί μου, καὶ θύραν περιοχῆς περὶ τὰ χείλη μου. Μὴ ἐκκλίνῃς τὴν καρδίαν μου εἰς λόγους πονηρίας, τοῦ προφασίζεσθαι προφάσεις ἐν ἁμαρτίαις. Σὺν ἀνθρώποις ἐργαζομένοις τὴν ἀνομίαν, καὶ οὐ μὴ συνδυάσω μετὰ τῶν ἐκλεκτῶν αὐτῶν. Παιδεύσει με δίκαιος ἐν ἐλέει καὶ ἐλέγξει με, ἔλαιον δὲ ἁμαρτωλοῦ μὴ λιπανάτω τὴν κεφαλήν μου. Ὅτι ἔτι καὶ ἡ προσευχή μου ἐν ταῖς εὐδοκίαις αὐτῶν· κατεπόθησαν ἐχόμενα πέτρας οἱ κριταὶ αὐτῶν. Ἀκούσονται τὰ ῥήματά μου, ὅτι ἡδύνθησαν ὡσεὶ πάχος γῆς ἐῤῥάγη ἐπὶ τῆς γῆς, διεσκορπίσθη τὰ ὀστᾶ αὐτῶν παρὰ τὸν ᾅδην. Ὅτι πρὸς σέ, Κύριε Κύριε, οἱ ὀφθαλμοὶ μου· ἐπὶ σοὶ ἤλπισα, μὴ ἀντανέλῃς τὴν ψυχήν μου. Φύλαξόν με ἀπὸ παγίδος, ἧς συνεστήσαντό μοι, καὶ ἀπὸ σκανδάλων τῶν ἐργαζομένων τὴν ἀνομίαν. Πεσοῦνται ἐν ἀμφιβλήστρῳ αὐτῶν οἱ ἁμαρτωλοί· κατὰ μόνας εἰμὶ ἐγώ, ἕως ἂν παρέλθω.

       

Ψαλμὸς ρμα΄ (141) Φωνῇ μου πρὸς Κύριον ἐκέκραξα, φωνῇ μου πρὸς Κύριον ἐδεήθην. Ἐκχεῶ ἐναντίον αὐτοῦ τὴν δέησίν μου, τὴν θλῖψίν μου ἐνώπιον αὐτοῦ ἀπαγγελῶ. Ἐν τῷ ἐκλείπειν ἐξ ἐμοῦ τὸ πνεῦμά μου, καὶ σὺ ἔγνως τὰς τρίβους μου. Ἐν ὁδῷ ταύτῃ, ᾗ ἐπορευόμην, ἔκρυψαν παγίδα μοι. Κατενόουν εἰς τὰ δεξιά καὶ ἐπέβλεπον, καὶ οὐκ ἦν ὁ ἐπιγινώσκων με. Ἀπώλετο φυγὴ ἀπ' ἐμοῦ, καὶ οὐκ ἔστιν ὁ ἐκζητῶν τὴν ψυχήν μου. Ἐκέκραξα πρὸς σέ, Κύριε· εἶπα· Σὺ εἶ ἡ ἐλπίς μου, μερίς μου εἶ, ἐν γῇ ζώντων. Πρόσχες πρὸς τὴν δέησίν μου, ὅτι ἐταπεινώθην σφόδρα.

       

Γεωργιοσ Καραγιαννακησ - Παρακλητικη

1


Τ ε ταρτη - Α΄ Η χοσ

  

Ῥῦσαί με ἐκ τῶν καταδιωκόντων με, ὅτι ἐκραταιώθησαν ὑπὲρ ἐμέ. Ἐξάγαγε ἐκ φυλακῆς τὴν ψυχήν μου τοῦ ἐξομολογήσασθαι τῷ ὀνόματί σου. Ἐμὲ ὑπομενοῦσι δίκαιοι, ἕως οὐ ἀνταποδῷς μοι.

 

Ψαλμὸς ρκθ΄ (129) Ἐκ βαθέων ἐκέκραξά σοι, Κύριε Κύριε, εἰσάκουσον τῆς φωνῆς μου. Γενηθήτω τὰ ὦτά σου προσέχοντα εἰς τὴν φωνὴν τῆς δεήσεώς μου. Από του επομένου στίχου επισυνάπτονται τα στιχηρά

Στιχηρὰ Προσόμοια Δεσποτικά. Πανεύφημοι μάρτυρες ὑμᾶς. 1. Ἐὰν ἀνομίας παρατηρήσῃς, Κύριε Κύριε, τίς ὑποστήσεται; ὅτι παρὰ σοὶ ὁ ἱλασμὸς ἐστιν. Παλάμας ἀχράντους σου Χριστέ, ξύλου ἥπλωσας, καὶ τοὺς δακτύλους ᾑμάτωσας, θέλων λυτρώσασθαι, τῶν θείων χειρῶν σου, τὸ ἔργον φιλάνθρωπε, Ἀδὰμ τὸν παραβάσει κρατούμενον, εἰς τὰ βασίλεια τοῦ θανάτου ὃν καὶ ἤγειρας, ἐξουσίᾳ τῇ παντοδυνάμῳ σου. (ή στιχηρό από το Μηναίο) 2. Ἕνεκεν τοῦ ὀνόματός σου ὑπέμεινά σε, Κύριε· ὑπέμεινεν ἡ ψυχή μου εἰς τὸν λόγον σου, ἤλπισεν ἡ ψυχή μου ἐπὶ τὸν Κύριον. Σταυρῷ προσηλούμενος Χριστέ, ὁ Θεὸς ὡς ἄνθρωπος, ἀνθρώπων φύσιν ἐθέωσας, καὶ τὸν ἀρχέκακον, θανατώσας ὄφιν, ἡμᾶς ἠλευθέρωσας, ἀρᾶς τῆς ἐκ τοῦ ξύλου ὡς εὔσπλαγχνος, ἀρὰ γενόμενος, καὶ τῷ Κόσμῳ παρεχόμενος, εὐλογίαν, καὶ τὸ μέγα ἔλεος. (ή στιχηρό από το Μηναίο) Ἔτερα Στιχηρὰ,τῆς Θεοτόκου, ὅμοια. 3. Ἀπὸ φυλακῆς πρωΐας μέχρι νυκτός, ἀπὸ φυλακῆς πρωΐας ἐλπισάτω Ἰσραὴλ ἐπὶ τὸν Κύριον. Ὀδύνης με λύτρωσαι πικρᾶς, τῶν ποδῶν μου Πάναγνε, καὶ τῶν γονάτων παρέσεως, ἄρθρων τε θραύσεως, καὶ ἁρμῶν χειρῶν τε, καὶ ποδῶν ἐκλύσεως, καὶ βλάβης διαφόρων ῥευμάτων δέ, ἐν πᾶσι τούτοις δέ, ἀκηλίδωτον φυλάττουσα, ἐν ἀγάπῃ τοῦ Θεοῦ καὶ Πλάστου μου. (ή στιχηρό από το Μηναίο) 4. Ὅτι παρὰ τῷ Κυρίῳ τὸ ἔλεος, καὶ πολλὴ παρ' αὐτῷ λύτρωσις, καὶ αὐτὸς λυτρώσεται τὸν Ἰσραὴλ ἐκ πασῶν τῶν ἀνομιῶν αὐτοῦ. (στιχηρό από το Μηναίο) Ψαλμὸς ριϛ΄ (116) 5. Αἰνεῖτε τὸν Κύριον, πάντα τὰ ἔθνη, ἐπαινέσατε αὐτόν, πάντες οἱ λαοί. (στιχηρό από το Μηναίο) 6. Ὅτι ἐκραταιώθη τὸ ἔλεος αὐτοῦ ἐφ' ἡμᾶς, καὶ ἡ ἀλήθεια τοῦ Κυρίου μένει εἰς τὸν αἰῶνα. (στιχηρό από το Μηναίο) Δόξα... Καὶ νῦν... Σταυροθεοτοκίον (Από το Μηναίο.)

2

Γεωργιοσ Καραγιαννακησ - Παρακλητικη


Τ ε ταρτη - Α΄ Η χοσ

(Είσοδος δεν γίνεται, αλλά ευθύς χύμα το) Φῶς ἱλαρὸν ἁγίας δόξης, ἀθανάτου Πατρός, οὐρανίου, ἁγίου, μάκαρος, Ἰησοῦ Χριστέ, ἐλθόντες ἐπὶ τὴν ἡλίου δύσιν, ἰδόντες φῶς ἑσπερινόν, ὑμνοῦμεν Πατέρα, Υἱόν, καὶ ἅγιον Πνεῦμα, Θεόν. Ἄξιόν σε ἐν πᾶσι καιροῖς ὑμνεῖσθαι φωναῖς αἰσίαις, Υἱὲ Θεοῦ, ζωὴν ὁ διδούς· διὸ ὁ κόσμος σὲ δοξάζει.

Ἑσπέρας προκείμενον.

ΠΡΟΚΕΙΜΕΝΟΝ

Τῇ Τρίτῃ ἑσπέρας Ἦχος α΄. Ψαλμὸς κβ΄ (22). Τὸ ἔλεός σου, Κύριε, καταδιώξει με πάσας τὰς ἡμέρας τῆς ζωῆς μου. Τὸ ἔλεός σου, Κύριε, καταδιώξει με πάσας τὰς ἡμέρας τῆς ζωῆς μου. στίχ. Κύριος ποιμαίνει με καὶ οὐδέν με ὑστερήσει· εἰς τόπον χλόης ἐκεῖ με κατεσκήνωσεν. Τὸ ἔλεός σου, Κύριε, καταδιώξει με πάσας τὰς ἡμέρας τῆς ζωῆς μου. (Μετά το προκείμενον ευθύς χύμα το)        

Καταξίωσον, Κύριε, ἐν τῇ ἑσπέρᾳ ταύτῃ ἀναμαρτήτους φυλαχθῆναι ἡμᾶς. Εὐλογητὸς εἶ, Κύριε, ὁ Θεὸς τῶν πατέρων ἡμῶν, καὶ αἰνετὸν καὶ δεδοξασμένον τὸ ὄνομά σου εἰς τοὺς αἰῶνας. Ἀμήν. Γένοιτο, Κύριε, τὸ ἔλεός σου ἐφ' ἡμᾶς, καθάπερ ἠλπίσαμεν ἐπὶ σέ. Εὐλογητὸς εἶ, Κύριε· δίδαξόν με τὰ δικαιώματά σου. Εὐλογητὸς εἶ, Δέσποτα· συνέτισον με τὰ δικαιώματά σου. Εὐλογητὸς εἶ, Ἅγιε· φώτισόν με τοῖς δικαιώμασί σου. Κύριε, τὸ ἔλεός σου εἰς τὸν αἰῶνα· τὰ ἔργα τῶν χειρῶν σου μὴ παρίδῃς. Σοὶ πρέπει αἶνος, σοὶ πρέπει ὕμνος, σοὶ δόξα πρέπει, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

ΠΛΗΡΩΤΙΚΑ Πληρώσωμεν τὴν ἑωθινὴν δέησιν ἡμῶν τῷ Κυρίῳ Κύριε ἐλέησον. Ἀντιλαβοῦ, σῶσον... Κύριε ἐλέησον. Τὴν ἑσπέραν πᾶσαν... Παράσχου Κύριε. (μετά από κάθε δέηση) ... Τῆς Παναγίας, ἀχράντου... Σοί, Κύριε. Ὅτι ἀγαθὸς καὶ φιλάνθρωπος Θεὸς ὑπάρχεις...Ἀμήν. Εἰρήνη πᾶσι. Καὶ τῷ πνεύματί σου. Τὰς κεφαλὰς ἡμῶν τῷ Κυρίῳ κλίνωμεν. Σοί, Κύριε. (Η ευχή της κεφαλοκλισίας μυστικώς: Κύριε ὁ Θεὸς ἡμῶν...) Εἴη τὸ κράτος τῆς βασιλείας σου... Ἀμήν.

Γεωργιοσ Καραγιαννακησ - Παρακλητικη

3


Τ ε ταρτη - Α΄ Η χοσ

ΑΠΟΣΤΙΧΑ Στιχηρὰ Σταυρώσιμα Σταυρὸς κατεπάγη ἐν Κρανίῳ, καὶ ἤνθησεν ἡμῖν ἀθανασίαν, ἐκ πηγῆς ἀενάου, τῆς πλευρᾶς τοῦ Σωτῆρος. στίχ. Πρὸς σὲ ᾖρα τοὺς ὀφθαλμούς μου τὸν κατοικοῦντα ἐν τῷ οὐρανῷ. Ἰδού ὡς ὀφθαλμοὶ δούλων εἰς χεῖρας τῶν κυρίων αὐτῶν, ὡς ὀφθαλμοὶ παιδίσκης εἰς χεῖρας τῆς κυρίας αὐτῆς, οὕτως οἱ ὀφθαλμοὶ ἡμῶν πρὸς Κύριον τὸν Θεὸν ἡμῶν, ἕως οὗ οἰκτειρῆσαι ἡμᾶς. Ἄρρηκτον τεῖχος ἡμῖν ἐστιν, ὁ τίμιος Σταυρὸς ὁ τοῦ Σωτῆρος· ἐν αὐτῷ γὰρ πεποιθότες, σῳζόμεθα πάντες. Μαρτυρικὸν στίχ. Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, ὅτι ἐπὶ πολὺ ἐπλήσθημεν ἐξουδενώσεως, ἐπὶ πλεῖον ἐπλήσθη ἡ ψυχὴ ἡμῶν. Τὸ ὄνειδος τοῖς εὐθηνοῦσι καὶ ἡ ἐξουδένωσις τοῖς ὑπερηφάνοις. Ὢ τῆς καλὴς ὑμῶν πραγματείας Ἅγιοι! ὅτι αἵματα ἐδώκατε, καὶ οὐρανοὺς ἐκληρονομήσατε, καὶ πρὸς καιρὸν πειρασθέντες, αἰωνίως ἀγάλλεσθε, ὄντως καλὸν ὑμῶν τὸ ἐμπόρευμα! φθαρτὰ γὰρ καταλιπόντες, τὰ ἄφθαρτα ἀπελάβετε, καὶ σὺν Ἀγγέλοις χορεύοντες, ὑμνεῖτε ἀπαύστως, Τριάδα ὁμοούσιον. Δόξα... Καὶ νῦν... Σταυροθεοτοκίον (Από το Μηναίο. Εάν δεν έχει το Μηναίο, το κάτωθι) Πανεύφημοι Μάρτυρες Ῥομφαία διῆλθεν ὦ Υἱέ, ἡ Παρθένος ἔλεγεν, ἐπὶ τοῦ ξύλου ὡς ἔβλεψε, Χριστὸν κρεμάμενον, τὴν ἐμὴν καρδίαν, καὶ σπαράττει Δέσποτα, ὡς πάλαι Συμεών μοι προέφησεν· ἀλλὰ ἀνάστηθι, καὶ συνδόξασον Ἀθάνατε τὴν Μητέρα, καὶ δούλην σου δέομαι. Νῦν ἀπολύεις τὸν δοῦλόν σου, Δέσποτα, κατὰ τὸ ῥῆμά σου, ἐν εἰρήνῃ· ὅτι εἶδον οἱ ὀφθαλμοί μου τὸ σωτήριόν σου, ὃ ἡτοίμασας κατὰ πρόσωπον πάντων τῶν λαῶν, φῶς εἰς ἀποκάλυψιν ἐθνῶν καὶ δόξαν λαοῦ σου Ἰσραήλ.

ΤΡΙΣΑΓΙΟΝ Ἅγιος ὁ Θεός, ἅγιος ἰσχυρός, ἅγιος ἀθάνατος ἐλέησον ἡμᾶς (γ΄). Δόξα... Καὶ νῦν... Παναγία Τριάς, ἐλέησον ἡμᾶς. Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τὰς ἀνομίας ἡμῖν. Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν, ἕνεκεν του ὀνόματός σου. Κύριε ἐλέησον, Κύριε ἐλέησον, Κύριε ἐλέησον. Δόξα... Καὶ νῦν... Πάτερ ἡμῶν, ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου, ἐλθέτω ἡ βασιλεία σου, γενηθήτω τὸ θέλημά σου ὡς ἐν οὐρανῷ καὶ ἐπί τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν, καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ. Ὅτι σοῦ ἐστιν ἡ βασιλεία... Ἀμήν.

4

Γεωργιοσ Καραγιαννακησ - Παρακλητικη


Τ ε ταρτη - Α΄ Η χοσ

ΑΠΟΛΥΤΙΚΙΑ 1. Εάν η ακολουθία του Μηναίου έχει έστω και ένα δοξαστικό στον εσπερινό, ψάλλεται το απολυτίκιο του Μηναίου, Δόξα... Και νυν... το ομόηχο θεοτόκιο των απολυτικίων. 2. Εάν στο Μηναίο υπάρχουν δύο άγιοι, ψάλλεται το απολυτίκιο του αγίου που έχει δοξαστικό. Εάν έχουν και οι δύο δοξαστικά, ψάλλεται το του ενός, Δόξα... το του ετέρου, Και νυν... το ομόηχο θεοτόκιο των απολυτικίων. Θεοτόκια ἀπολυτίκια Σταυροθεοτοκίον Ἦχος α΄ Οἱ τὴν σὴν προστασίαν κεκτημένοι, ἄχραντε, καὶ ταὶς σαῖς ἱκεσίαις τῶν δεινῶν ἐκλυτρούμενοι, τῶ Σταυρῶ τοῦ Υἱοῦ σου ἐν παντὶ φρουρούμενοι, κατὰ χρέος σὲ πάντες εὐσεβῶς μεγαλύνομεν. Σταυροθεοτοκίον Ἦχος β΄ Ὑπερδεδοξασμένη ὑπάρχεις, Θεοτόκε Παρθένε, ὑμνούμέν σε· διὰ γὰρ τοῦ Σταυροῦ τοῦ Υἱοῦ σου κατεβλήθη ὁ ἅδης καὶ ὁ θάνατος τέθνηκε· νεκρωθέντες ἀνέστημεν, καὶ ζωῆς ἠξιώθημεν· τὸν παράδεισον ἐλάβομεν, τὴν ἀρχαίαν ἀπόλαυσιν· διὸ εὐχαριστοῦντες δοξολογοῦμεν ὡς κραταιὸν Χριστὸν τὸν Θεὸν ἡμῶν καὶ μόνον πολυέλεον. Σταυροθεοτοκίον Ἦχος γ΄ Ῥάβδον δυνάμεως κεκτημένοι τὸν Σταυρὸν τοῦ Υἱοῦ σου, Θεοτόκε, ἐν αὐτῷ καταβάλλομεν τῶν ἐχθρῶν τὰ φρυάγματα οἱ πόθω σὲ ἀπαύστως μεγαλύνοντες. Σταυροθεοτοκίον Ἦχος δ΄ Παρθένε πανάμωμε, Μήτηρ Χριστοῦ τοῦ Θεοῦ, ῥομφαία διῆλθέ σου τὴν παναγίαν ψυχήν, ἡνίκα σταυρούμενον ἔβλεψας ἑκουσίως τὸν Υἱὸν καὶ Θεόν σου· ὃνπὲρ εὐλογημένη, δυσωποῦσα μὴ παύση συγχώρησιν πταισμάτων ἡμῖν δωρήσασθαι. Σταυροθεοτοκίον Ἦχος πλ. α΄ Τῶ Σταυρῶ τοῦ Υἱοῦ σου, Θεοχαρίτωτε, τῶν εἰδώλων ἡ πλάνη πᾶσα κατήργηται καὶ τῶν δαιμόνων ἡ ἰσχὺς καταπεπάτηται· διὰ τοῦτο οἱ πιστοί κατὰ χρέος σὲ ἀεί ὑμνοῦμεν καὶ εὐλογοῦμεν, καὶ Θεοτόκον κυρίως ὁμολογοῦντες μεγαλύνομεν. Σταυροθεοτοκίον Ἦχος πλ. β΄ Θεοτόκε Παρθένε, ἱκέτευε τὸν Υἱόν σου, τὸν ἑκουσίως προσπαγέντα ἐν Σταυρῷ, καὶ τὸν κόσμον ἐκ πλάνης ἐλευθερώσαντα, Χριστὸν τὸν Θεὸν ἡμῶν, τοῦ ἐλεῆσαι τάς ψυχὰς ἡμῶν. Σταυροθεοτοκίον Ἦχος Βαρὺς Τὸν σταυρωθέντα ὑπὲρ ἡμῶν, Χριστὸν τὸν Θεόν, καὶ καθελόντα τοῦ θανάτου τὸ κράτος, ἀπαύστως ἱκέτευε, Θεοτόκε Παρθένε, ἵνα σώσῃ τὰς ψυχὰς ἡμῶν. Σταυροθεοτοκίον Ἦχος πλ. δ΄ Τὸν ἀμνὸν καὶ ποιμένα καὶ Σωτῆρα τοῦ κόσμου ἐν τῷ Σταυρῶ θεωροῦσα ἡ τεκοῦσα, ἔλεγε δακρύουσα· ὁ μὲν κόσμος ἀγάλλεται, δεχόμενος τὴν λύτρωσιν, τὰ δὲ σπλάγχνα μου φλέγονται, ὁρώσης σου τὴν σταύρωσιν, ἣν ὑπὲρ πάντων ὑπομένεις, ὁ Υἱὸς καὶ Θεός μου. 3. Εάν η ακολουθία του Μηναίου στερείται δοξαστικού, ψάλλεται το απολυτίκιο της ημέρας της εβδομάδος με το ομόηχο θεοτόκιο των απολυτικίων. Ἀπολυτίκιον τοῦ Σταυροῦ Ἦχος α΄ Σῶσον, Κύριε, τὸν λαόν σου καὶ εὐλόγησον τὴν κληρονομίαν σου, νίκας τοῖς βασιλεῦσι κατὰ βαρβάρων δωρούμενος καὶ τὸ σὸν φυλάττων διὰ τοῦ Σταυροῦ σου πολίτευμα. Δόξα... Καὶ νῦν... ΣταυροΘεοτοκίον Οἱ τὴν σὴν προστασίαν...

Γεωργιοσ Καραγιαννακησ - Παρακλητικη

5


Τ ε ταρτη - Α΄ Η χοσ

4. Σε ορισμένες μνήμες αποστόλων ή προφητών, λέγονται τα αρχαία απολυτίκια αυτών, επειδή στερούνται δοξαστικού. Ἀπολυτίκιον εἰς ἀπόστολον Ἦχος γ΄ Ἀπόστολε ἅγιε (...), πρέσβευε τῷ ἐλεήμονι Θεῷ, ἵνα πταισμάτων ἄφεσιν, παράσχῃ ταῖς ψυχαῖς ἡμῶν. ή ἐὰν εἶναι εὐαγγελιστής Ἀπόστολε ἅγιε καὶ ἐυαγγελιστὰ (...), πρέσβευε... Δόξα... Καὶ νῦν... Σταυροθεοτοκίον Ῥάβδον δυνάμεως κεκτημένοι... Ἀπολυτίκιον εἰς προφήτην Ἦχος β΄ Τοῦ προφήτου σου (...) τὴν μνήμην Κύριε ἑορτάζοντες, δι᾿ αὐτοῦ σὲ δυσωποῦμεν· σῶσον τὰς ψυχὰς ἡμῶν. Δόξα... Καὶ νῦν... Σταυροθεοτοκίον Ὑπερδεδοξασμένη ὑπάρχεις...

6

Γεωργιοσ Καραγιαννακησ - Παρακλητικη


Τ ε ταρτη - Α΄ Η χοσ

Ορθροσ ΘΕΟΣ ΚΥΡΙΟΣ - ΑΠΟΛΥΤΙΚΙΑ (Το Θεός Κύριος στον ήχο του απολυτικίου) Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν· εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου. στίχ. Ἐξομολογεῖσθε τῷ Κυρίω, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ. Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν... στίχ. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με, καὶ τῷ ὀνόματι Κυρίου ἤμυνάμην αὐτούς. Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν... στίχ. Παρὰ Κυρίου ἐγένετο αὕτη, καὶ ἔστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν. Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν... 1. Εάν η ακολουθία του Μηναίου έχει έστω και ένα δοξαστικό στον εσπερινό, ψάλλεται το απολυτίκιο του Μηναίου, Δόξα... το ίδιο, Και νυν... το ομόηχο θεοτόκιο των απολυτικίων. 2. Εάν στο Μηναίο υπάρχουν δύο άγιοι, ψάλλεται το απολυτίκιο του αγίου που έχει δοξαστικό. Εάν έχουν και οι δύο δοξαστικά, ψάλλεται το του ενός, Δόξα... το του ετέρου, Και νυν... το ομόηχο θεοτόκιο των απολυτικίων. Εἰς τό Θεὸς Κύριος Θεοτόκια Σταυροθεοτοκίον Ἦχος α΄ Οἱ τὴν σὴν προστασίαν κεκτημένοι, ἄχραντε, καὶ ταὶς σαῖς ἱκεσίαις τῶν δεινῶν ἐκλυτρούμενοι, τῶ Σταυρῶ τοῦ Υἱοῦ σου ἐν παντὶ φρουρούμενοι, κατὰ χρέος σὲ πάντες εὐσεβῶς μεγαλύνομεν. Σταυροθεοτοκίον Ἦχος β΄ Ὑπερδεδοξασμένη ὑπάρχεις, Θεοτόκε Παρθένε, ὑμνούμέν σε· διὰ γὰρ τοῦ Σταυροῦ τοῦ Υἱοῦ σου κατεβλήθη ὁ ἅδης καὶ ὁ θάνατος τέθνηκε· νεκρωθέντες ἀνέστημεν, καὶ ζωῆς ἠξιώθημεν· τὸν παράδεισον ἐλάβομεν, τὴν ἀρχαίαν ἀπόλαυσιν· διὸ εὐχαριστοῦντες δοξολογοῦμεν ὡς κραταιὸν Χριστὸν τὸν Θεὸν ἡμῶν καὶ μόνον πολυέλεον. Σταυροθεοτοκίον Ἦχος γ΄ Ῥάβδον δυνάμεως κεκτημένοι τὸν Σταυρὸν τοῦ Υἱοῦ σου, Θεοτόκε, ἐν αὐτῷ καταβάλλομεν τῶν ἐχθρῶν τὰ φρυάγματα οἱ πόθω σὲ ἀπαύστως μεγαλύνοντες. Σταυροθεοτοκίον Ἦχος δ΄ Παρθένε πανάμωμε, Μήτηρ Χριστοῦ τοῦ Θεοῦ, ῥομφαία διῆλθέ σου τὴν παναγίαν ψυχήν, ἡνίκα σταυρούμενον ἔβλεψας ἑκουσίως τὸν Υἱὸν καὶ Θεόν σου· ὃνπὲρ εὐλογημένη, δυσωποῦσα μὴ παύση συγχώρησιν πταισμάτων ἡμῖν δωρήσασθαι. Σταυροθεοτοκίον Ἦχος πλ. α΄ Τῶ Σταυρῶ τοῦ Υἱοῦ σου, Θεοχαρίτωτε, τῶν εἰδώλων ἡ πλάνη πᾶσα κατήργηται καὶ τῶν δαιμόνων ἡ ἰσχὺς καταπεπάτηται· διὰ τοῦτο οἱ πιστοί κατὰ χρέος σὲ ἀεί ὑμνοῦμεν καὶ εὐλογοῦμεν, καὶ Θεοτόκον κυρίως ὁμολογοῦντες μεγαλύνομεν. Σταυροθεοτοκίον Ἦχος πλ. β΄ Θεοτόκε Παρθένε, ἱκέτευε τὸν Υἱόν σου, τὸν ἑκουσίως προσπαγέντα ἐν Σταυρῷ, καὶ τὸν κόσμον ἐκ πλάνης ἐλευθερώσαντα, Χριστὸν τὸν Θεὸν ἡμῶν, τοῦ ἐλεῆσαι τάς ψυχὰς ἡμῶν. Σταυροθεοτοκίον Ἦχος Βαρὺς Τὸν σταυρωθέντα ὑπὲρ ἡμῶν, Χριστὸν τὸν Θεόν, καὶ καθελόντα τοῦ θανάτου τὸ κράτος, ἀπαύστως ἱκέτευε, Θεοτόκε Παρθένε, ἵνα σώσῃ τὰς ψυχὰς ἡμῶν. Σταυροθεοτοκίον Ἦχος πλ. δ΄ Τὸν ἀμνὸν καὶ ποιμένα καὶ Σωτῆρα τοῦ κόσμου ἐν τῷ Σταυρῶ θεωροῦσα ἡ τεκοῦσα, ἔλεγε δακρύουσα· ὁ μὲν κόσμος ἀγάλλεται, δεχόμενος τὴν λύτρωσιν, τὰ δὲ σπλάγχνα μου φλέγονται, ὁρώσης σου τὴν σταύρωσιν, ἣν ὑπὲρ πάντων ὑπομένεις, ὁ Υἱὸς καὶ Θεός μου. 3. Εάν η ακολουθία του Μηναίου στερείται δοξαστικού, ψάλλεται το απολυτίκιο της ημέρας της εβδομάδος με το οικείο α΄ ομόηχο θεοτόκιο της ημέρας. Ἀπολυτίκιον τοῦ Σταυροῦ Γεωργιοσ Καραγιαννακησ - Παρακλητικη

7


Τ ε ταρτη - Α΄ Η χοσ

Ἦχος α΄ Σῶσον, Κύριε, τὸν λαόν σου καὶ εὐλόγησον τὴν κληρονομίαν σου, νίκας τοῖς βασιλεῦσι κατὰ βαρβάρων δωρούμενος καὶ τὸ σὸν φυλάττων διὰ τοῦ Σταυροῦ σου πολίτευμα. Δόξα... Σῶσον, Κύριε, τὸν λαόν σου... Καὶ νῦν... Σταυροθεοτοκίον Οἱ τὴν σὴν προστασίαν... 4. Σε ορισμένες μνήμες αποστόλων ή προφητών, λέγονται τα αρχαία απολυτίκιά τους, επειδή στερούνται δοξαστικού. Ἀπολυτίκιον εἰς ἀπόστολον Ἦχος γ΄ Ἀπόστολε ἅγιε (...), πρέσβευε τῷ ἐλεήμονι Θεῷ, ἵνα πταισμάτων ἄφεσιν, παράσχῃ ταῖς ψυχαῖς ἡμῶν. ή ἐὰν εἶναι εὐαγγελιστής Ἀπόστολε ἅγιε καὶ ἐυαγγελιστὰ (...), πρέσβευε... Δόξα... Ἀπόστολε ἅγιε... Καὶ νῦν... Σταυροθεοτοκίον Ῥάβδον δυνάμεως κεκτημένοι... Ἀπολυτίκιον εἰς προφήτην Ἦχος β΄ Τοῦ προφήτου σου (...) τὴν μνήμην Κύριε ἑορτάζοντες, δι᾿ αὐτοῦ σὲ δυσωποῦμεν· σῶσον τὰς ψυχὰς ἡμῶν. Δόξα... Τοῦ προφήτου σου... Καὶ νῦν... Σταυροθεοτοκίον Ὑπερδεδοξασμένη ὑπάρχεις... Μικρή Συναπτή Ἔτι καὶ ἔτι... Κύριε, ἐλέησον Ἀντιλαβοῦ, σῶσον...Κύριε, ἐλέησον Τῆς Παναγίας, ἀχράντου... Σοί, Κύριε. Ὅτι Σὸν τὸ κράτος... Ἀμήν. ΚΑΘΙΣΜΑΤΑ Μετὰ τὴν α΄ Στιχολογίαν Σταυρώσιμα Σῶσον, Κύριε, τὸν λαόν σου, καὶ εὐλόγησον τὴν κληρονομίαν σου, νίκας τοῖς Βασιλεῦσι, κατὰ βαρβάρων δωρούμενος, καὶ τὸ σὸν φυλάττων, διὰ τοῦ Σταυροῦ σου πολίτευμα.    

στιχ. Ὑψοῦτε Κύριον τὸν Θεὸν ἡμῶν καὶ προσκυνεῖτε τῷ ὑποποδίῳ τῶν ποδῶν αὐτοῦ, ὅτι ἅγιός ἐστι. Σταυρωθέντος σου Χριστέ, ἀνῃρέθη ἡ τυραννίς, ἐπατήθη ἡ δύναμις τοῦ ἐχθροῦ· οὔτε γὰρ Ἄγγελος, οὐκ ἄνθρωπος, ἀλλ' αὐτὸς ὁ Κύριος ἔσωσας ἡμᾶς. Δόξα σοι. Δόξα... Καὶ νῦν ... Σταυροθεοτοκίον Οἱ τὴν σὴν προστασίαν κεκτημένοι, Ἄχραντε, καὶ ταῖς σαῖς ἱκεσίαις τῶν δεινῶν ἐκλυτρούμενοι, τῷ Σταυρῷ τοῦ Υἱοῦ σου, ἐν παντὶ φρουρούμενοι, κατὰ χρέος σε πάντες, εὐσεβῶς μεγαλύνομεν. Μετα τὴν β΄ Στιχολογίαν

Σταυρώσιμα Τοῦ λίθου σφραγισθέντος Τοῦ Σταυροῦ σου τὸ ξύλον προσκυνοῦμεν φιλάνθρωπε, ὅτι ἐν αὐτῷ προσηλώθης, ἡ ζωὴ τῶν ἁπάντων. Παράδεισον ἠνέῳξας Σωτήρ, τῷ πίστει προσελθόντι σοι Λῃστῇ, καὶ τρυφῆς κατηξιώθη, ὁμολογῶν σοι· Μνήσθητί μου, Κύριε. Δέξαι ὥσπερ ἐκεῖνον καὶ ἡμᾶς, κραυγάζοντας. Ἡμάρτομεν πάντες, τῇ εὐσπλαχγνίᾳ σου, μὴ ὑπερίδῃς ἡμᾶς.

8

Γεωργιοσ Καραγιαννακησ - Παρακλητικη


Τ ε ταρτη - Α΄ Η χοσ

Τὸν τάφον σου Σωτὴρ στιχ. Ὁ δὲ Θεὸς βασιλεὺς ἡμῶν πρὸ αἰώνων, εἰργάσατο σωτηρίαν ἐν μέσῳ τῆς γῆς. Τὸ ὅπλον τοῦ Σταυροῦ, ἐν πολέμοις ἐδείχθη, ποτὲ τῷ εὐσεβεῖ, Βασιλεῖ Κωνσταντίνῳ, ἀήττητον τρόπαιον, κατ΄ ἐχθρῶν διὰ πίστεως. Τοῦτο τρέμουσιν, αἱ ἐναντίαι δυνάμεις. Τοῦτο γέγονε, καὶ τῶν πιστῶν σωτηρία, καὶ Παύλου τὸ καύχημα. Δόξα... Καὶ νῦν ... Σταυροθετοκίον Ὢ θαύματος καινοῦ! ὢ φρικτοῦ μυστηρίου! ἐβόα ἡ Ἀμνάς, καὶ πανάμωμος Κόρη, ἐν ξύλῳ ὡς ἑώρακεν, ἁπλωθέντα τὸν Κύριον, ὁ τὰ σύμπαντα, ἐν τῇ δρακὶ περιφέρων, πῶς κατάκριτος, ὑπὸ κριτῶν παρανόμων, σταυρῷ κατακρίνεται; Μετὰ τὴν γ΄ Στιχολογίαν Σταυρώσιμα Τὸν τάφον σου Σωτὴρ Ἁπλώσας ἐν Σταυρῷ, τὰς παλάμας Οἰκτίρμον, τὰ ἔθνη τὰ μακρὰν ἀπὸ σοῦ γεγονότα, συνήγαγες δοξάζειν σου, τὴν πολλὴν ἀγαθότητα, ἀλλ' ἐπίβλεψον, ἐπὶ τὴν σήν κληρουχίαν, καὶ κατάβαλε, τοὺς καθ΄ ἡμῶν πολεμίους, Σταυρῷ τῷ τιμίῳ σου. Μαρτυρικὸν στιχ. Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς ἁγίοις αύτοῦ. Τὰς ἀλγηδόνας τῶν Ἁγίων, ἃς ὑπὲρ σοῦ ἔπαθον, δυσωπήθητι, Κύριε, καὶ πάσας ἡμῶν τὰς ὀδύνας, ἴασαι, Φιλάνθρωπε, δεόμεθα. Δόξα... Καὶ νῦν ... Σταυροθετοκίον Τὸν τάφον σου, Σωτὴρ Ἡ ἄσπιλος Ἀμνάς, τὸν Ἀμνὸν καὶ Ποιμένα, κρεμάμενον νεκρόν, ἐπὶ ξύλου ὁρῶσα, ἐν δάκρυσιν ἐκραύγαζε, μητρικῶς ἀλαλάζουσα. Πῶς ὑμνήσω σου, τὴν ὑπὲρ λόγον, Υἱέ μου, συγκατάβασιν, καὶ τὰ ἑκούσια πάθη, Θεὲ ὑπεράγαθε;                    

Ψαλμὸς ν΄ (50) χύμα Ελέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἐλεός σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου. Ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μού ἐστι διὰ παντός. Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα, ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε. Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ καὶ καθαρισθήσομαι· πλυνεῖς με καὶ ὑπὲρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην· ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοὶ, ὁ Θεός καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψης μὲ ἀπὸ τοῦ προσώπου σου καὶ τὸ Πνεῦμα σου τὸ ἅγιον μὴ ἀντανέλῃς ἀπ' ἐμοῦ. Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τὰς ὁδούς σου καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι. Ῥύσαί με ἐξ αἱμάτων, ὁ Θεός, ὁ Θεὸς τῆς σωτηρίας μου· ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου. Κύριε, τὰ χείλη μου ἀνοίξεις καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου. Ὅτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσία τῷ Θεῷ πνεῦμα συντετριμμένον· καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει. Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιὼν καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ. Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καὶ ὁλοκαυτώματα. Τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους.

Γεωργιοσ Καραγιαννακησ - Παρακλητικη

9


Τ ε ταρτη - Α΄ Η χοσ

ΚΑΝΟΝΕΣ ᾨδὴ α΄ - Κανὼν Σταυρώσιμος Ὁ Εἱρμὸς πρὸς τό Χριστὸς γεννᾶται 1. »Πικρᾶς δουλείας ῥυσθεὶς Ἰσραήλ, τὴν ἄβατον διῆλθεν ὡς ἤπειρον, ἐχθρὸν δὲ ὁρῶν ποντούμενον, ὕμνον τῷ εὐεργέτῃ ᾄδει Θεῷ, τῷ τερατουργούντι, βραχίονι ὑψηλῷ, ὅτι δεδόξάσται. Τροπάρια στίχ. Δόξα σοι, ὁ Θεὸς ἡμῶν δόξα σοι. 2. Σταυρῷ Χριστὲ ἀνυψούμενος, ἀνύψωσας πεσόντα τὸν ἄνθρωπον, καὶ πᾶσαν ἐχθροῦ κατέρραξας, Λόγε τὴν δυναστείαν· ὅθεν τὸ σὸν πάθος ἀναμέλπω, τοῦ παθόντος καὶ παθῶν, λυτρωσαμένου με. στίχ. Δόξα σοι, ὁ Θεὸς ἡμῶν δόξα σοι. 3. Τῆς δόξης Κύριος πέφυκας, ὁ δόξῃ στεφανώσας τὸν ἄνθρωπον, ἀκάνθαις· διὸ κατέστεψαι, τὴν ἀκανθοφοροῦσαν φύσιν ἡμῶν, ὅπως ἀπεργάσῃ, καρποφόρον φυτουργέ, ἐνθέων πράξεων. Μαρτυρικὰ στιχ. Ἃγιοι τοῦ Θεοῦ, πρεσβεύσατε ὑπέρ ἡμῶν. 4. Ἁγίων δῆμος, πανάγιος, νομίμως ἐναθλήσας τὴν σύμπασαν, αἱμάτων ἁγίοις ῥεύμασι, κτίσιν καθαγιάσας τὰς ἐναγεῖς, δαίμοσι θυσίας, φερομένας ἐν Θεῷ Πατρί, ἠφάνισαν. στιχ. Ἃγιοι τοῦ Θεοῦ, πρεσβεύσατε ὑπέρ ἡμῶν. 5. Ὑμῶν πανάγιοι Μάρτυρες, τὰ νέφη τῶν βασάνων οὐκ ἔκρυψαν, τὰ καρτερικὰ παλαίσματα· ὅθεν ὑπὲρ Ἡλίου μαρμαρυγάς, ἔνδοξοι ὁρᾶσθε, ἀπαστράπτοντες σαφῶς, αἴγλην σωτήριον. Σταυροθεοτοκίον στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς. 6. Ῥομφαίᾳ Πάναγνε τέτρωσαι, τὸ πάθος τοῦ Υἱοῦ σου ὡς ἔβλεψας, αὐτὸν τῇ λόγχῃ νυττόμενον, καὶ τὴν ἐν Παραδείσῳ κωλυτικήν, εἴργοντα ῥομφαίαν, μὴ διδοῦσαν τοῖς πιστοῖς, τὴν θείαν εἴσοδον. (Μηναίο με δύο κανόνες, άνευ ειρμών, εις 8) ᾨδὴ α΄ - Κανὼν τῆς Θεοτόκου Σοῦ ἡ τροπαιοῦχος δεξιά στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς. 7. Ἅγιόν σε τέμενος εὑρών, ὁ ὑπεράγιος Λόγος ἐσκήνωσεν, Ἄχραντε, ἐν μήτρᾳ σου, ἁγιασμὸν καὶ φωτισμὸν καὶ λύτρωσιν, τῶν ἁμαρτημάτων, τοῖς σὲ τιμῶσι δωρούμενος. στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς. 8. Ἅγιόν σε τέμενος εὑρών... στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς. 9. Βότρυν ἡ τεκοῦσα τῆς ζωῆς, ἀναπηγάζοντα οἶνον σωτήριον, μέθῃ σκοτισθέντα με, ἁμαρτιῶν, ὡς συμπαθὴς σωφρόνισον, καὶ πρὸς μετανοίας, ὁδοὺς εὐθείας εἰσάγαγε. στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς. 10. Γνώμῃ ὀλισθαίνοντα ἀεί, καὶ λογισμοῖς πονηροῖς ἐξελκόμενον, καὶ δελεαζόμενον φρενοβλαβῶς, καὶ τοῖς ἐχθροῖς εὐχείρωτον, ὅλον γεγονότα, μὴ ὑπερίδῃς με, Δέσποινα. (Μηναίο με ένα κανόνα, άνευ ειρμού, εις 4)

10

Γεωργιοσ Καραγιαννακησ - Παρακλητικη


Τ ε ταρτη - Α΄ Η χοσ

ᾨδὴ γ΄ - Κανὼν Σταυρώσιμος Ὁ Εἱρμὸς πρὸς τό Τῷ πρὸ τῶν αἰώνων 1. »Μὴ ἐν τῇ σοφίᾳ, καὶ τῷ πλούτῳ καυχάσθω θνητὸς τῷ αὐτοῦ, ἀλλὰ τῇ πίστει τοῦ Κυρίου, ὀρθοδόξως κραυγάζων, Χριστῷ τῷ Θεῷ, καὶ μέλπων ἀεί. Ἐπὶ τὴν πέτραν τῶν σῶν ἐντολῶν, στήριξόν με Δέσποτα. Τροπάρια στίχ. Δόξα σοι, ὁ Θεὸς ἡμῶν δόξα σοι. 2. Ὤρυξάν σου χεῖρας, Ἰησοῦ μου, καὶ πόδας οἱ ἄνομοι, τοῦ τῆ παλάμῃ ἀπορρήτως, διαπλάσαντος πρῴην, Χριστὲ ὁ Θεός, τὸν ἄνθρωπον, καὶ διὰ πάθους, παθῶν καὶ φθορᾶς, πάντας ἀπαλλάξαντος. στίχ. Δόξα σοι, ὁ Θεὸς ἡμῶν δόξα σοι. 3. Στήτω ἀνεβόα, Ἰησοῦς ἡ σελήνη καὶ ἥλιος, τὴν ἐν Σταυρῷ προδιαγράφων, τοῦ παθόντος Δεσπότου, σαρκὶ τῶν φωστήρων ἔκλειψιν, δι΄ οὗ τοῦ σκότους ἀρχαὶ πονηραί, παρεδειγματίσθησαν. Μαρτυρικὰ στιχ. Ἃγιοι τοῦ Θεοῦ, πρεσβεύσατε ὑπέρ ἡμῶν. 4. Ἔφερον προθύμως, ἀλγηδόνας οἱ ἅγιοι μάρτυρες, τῷ τραυματοῦσθαι τὸν Βελίαρ, τραυματίζοντες ὄφιν στερρῶς· ὅθεν τῶν ψυχῶν ἡμῶν, τὰς ἀλγηδόνας ἰῶνται ἀεί, θείαις ἐπινεύσεσι. στιχ. Ἃγιοι τοῦ Θεοῦ, πρεσβεύσατε ὑπέρ ἡμῶν. 5. Στήλας τῶν Δαιμόνων, καὶ ναοὺς ἐδαφίσαντες μάρτυρες, ὑπομονήν τε καὶ ἀνδρείαν, ἑαυτοὺς παραδόξως, ναοὺς ἠγείρατε ἅγιοι, χωρητικοὺς τοῦ Πατρός, καὶ Υἱοῦ, καὶ ἁγίου Πνεύματος. Σταυροθεοτοκίον στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς. 6. Ὥρᾳ τῇ τοῦ Πάθους, τὸν ὡραῖον ἐν κάλλει εἰσβλέψασα, εἶδος, Παρθένε, οὐδὲ κάλλος κεκτημένον, ἐβόας πικρῶς, Ἁγνή, ἀλαλάζουσα· Οἴμοι! πῶς πάσχεις Υἱέ, ἐκ παθῶν, πάντας θέλων ῥύσασθαι! (Μηναίο με δύο κανόνες, άνευ ειρμών, εις 8) ᾨδὴ γ΄ - Κανὼν τῆς Θεοτόκου

Ὁ μόνος εἰδὼς τῆς τῶν βροτῶν στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς. 7. Δεσπότην τεκοῦσα τοῦ παντός, καὶ πάντων οὖσα Δέσποινα, τῆς δεσποτείας νῦν με ἐξάρπασον, τῶν ἀκαθάρτων παθῶν πανάμωμε· ἐμαυτὸν ἀθλίως γάρ, τούτοις κατεδούλωσα, ῥαθυμίᾳ καὶ γνώμης στρεβλότητι. στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς. 8. Δεσπότην τεκοῦσα τοῦ παντός... στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς. 9. Ἔχουσα ἀεὶ τὸ συμπαθές, ὡς μόνη συμπαθέστατον, καὶ ἀγαθὸν κυήσασα Κύριον, ἀσυμπαθῆ με ὄντα καὶ ἄσπλαγχνον, μοχθηρίᾳ φύσεως, μὴ παρίδῃς, Ἄχραντε, ἀλλ' ἐπίστρεψον σαῖς παρακλήσεσι. στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς. 10. Ζάλης με ἀτόπων λογισμῶν, κινδύνων τε καὶ θλίψεων, καὶ πειρασμῶν, Παρθένε, ἐξάρπασον, καὶ πρὸς λιμένας, ἐνθέους ἴθυνον, καὶ γαλήνης πλήρωσον, τὴν ἐμὴν διάνοιαν, ἱκετεύω σε, μόνη Πανύμνητε. (Μηναίο με ένα κανόνα, άνευ ειρμού, εις 4) (και στο τέλος, ο ειρμός της 3ης ωδής από το Μηναίο)

Γεωργιοσ Καραγιαννακησ - Παρακλητικη

11


Τ ε ταρτη - Α΄ Η χοσ

ΜΕΤΑ ΤΗΝ 3η ΩΔΗ Μικρή Συναπτή    

Ἔτι καὶ ἔτι... Κύριε, ἐλέησον Ἀντιλαβοῦ, σῶσον...Κύριε, ἐλέησον Τῆς Παναγίας, ἀχράντου... Σοί, Κύριε. Ὅτι Σὺ εἶ ὁ Θεὸς ἡμῶν... Ἀμήν. (Μεσώδια Καθίσματα από το Μηναίο -η 4η, 5η και 6η ωδή συνήθως παραλείπονταικαι στο τέλος, ο ειρμός της 6ης ωδής από το Μηναίο) ΜΕΤΑ ΤΗΝ 6η ΩΔΗ

   

Μικρή Συναπτή Ἔτι καὶ ἔτι... Κύριε, ἐλέησον Ἀντιλαβοῦ, σῶσον...Κύριε, ἐλέησον Τῆς Παναγίας, ἀχράντου... Σοί, Κύριε. Σὺ γὰρ εἶ ὁ Βασιλεὺς τῆς εἰρήνης... Ἀμήν. (Κοντάκιο και Οίκος από το Μηναίο. Εάν δεν υπάρχουν, λέμε τα κάτωθι)

Tῇ Τετάρτη

Τὰ καθ' ἡμέραν Κοντάκια

Κοντάκιον τοῦ Σταυροῦ Αὐτόμελον Ἦχος δ΄ Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ ἑκουσίως, τῇ ἐπωνύμῳ σου καινῇ πολιτείᾳ, τοὺς οἰκτιρμούς σου δώρησαι, Χριστὲ ὁ Θεὸς· εὔφρανον ἐν τῇ δυνάμει σου τοὺς πιστοὺς βασιλεῖς ἡμῶν, νίκας χορηγῶν αὐτοῖς κατὰ τῶν πολεμίων· τὴν συμμαχίαν ἔχοιεν τὴν σήν, ὅπλον εἰρήνης, ἀήττητον τρόπαιον. (Συναξάριο της ημέρας -η 7η και 8η ωδή συνήθως παραλείπονταικαι στο τέλος, ο ειρμός της 8ης ωδής από το Μηναίο με στίχο) στίχ. Αἰνοῦμεν, εὐλογοῦμεν, καὶ προσκυνοῦμεν τὸν Κύριον.

12

Γεωργιοσ Καραγιαννακησ - Παρακλητικη


Τ ε ταρτη - Α΄ Η χοσ

9η ΩΔΗ (Ωδή της Θεοτόκου) Τὴν Θεοτόκον καὶ Μητέρα τοῦ Φωτός, ἐν ὕμνοις τιμῶντες, μεγαλύνωμεν. 1. στίχ. Μεγαλύνει ἡ ψυχή μου τὸν Κύριον, καὶ ἠγαλλίασε τὸ πνεύμά μου ἐπὶ τῶ Θεῷ τῶ σωτήρί μου. Τὴν τιμιωτέραν τῶν Χερουβίμ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφίμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, σὲ μεγαλύνομεν. 2. στίχ. Ὅτι ἐπέβλεψεν ἐπὶ τὴν ταπείνωσιν τῆς δούλης αὐτοῦ· ἰδοὺ γὰρ ἀπὸ τοῦ νὺν μακαριοῦσί με πᾶσαι αἱ γενεαί. 3. στίχ. Ὅτι ἐποίησέ μοὶ μεγαλεῖα ὁ δυνατός, καὶ ἅγιον τὸ ὄνομα αὐτοῦ· καὶ τὸ ἔλεος αὐτοῦ εἰς γενεάν καὶ γενεὰν τοὶς φοβουμένοις αὐτόν. 4. στίχ. Ἐποίησε κράτος ἐν βραχίονι αὐτοῦ, διεσκόρπισεν ὑπερηφάνους διανοίᾳ καρδίας αὐτῶν. 5. στίχ. Καθεῖλε δυνάστας ἀπὸ θρόνων καὶ ὕψωσε ταπεινούς· πεινῶντας ἐνέπλησεν ἀγαθῶν καὶ πλουτοῦντας ἐξαπέστειλε κενούς. 6. στίχ. Ἀντελάβετο Ἰσραὴλ παιδὸς αὐτοῦ μνησθῆναι ἐλέους, καθὼς ἐλάλησε πρὸς τοὺς πατέρας ἡμῶν, τῶ Ἀβραάμ καὶ τῶ σπέρματι αὐτοῦ ἕως αἰῶνος. (-η 9η ωδή συνήθως παραλείπεταιμετά ο ειρμός της 9ης ωδής από το Μηναίο και στο τέλος, το μεγαλυνάριον της Θεοτόκου) Ἄξιόν ἐστιν ὦς ἀληθῶς, μακαρίζειν σὲ τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ Μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβίμ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφίμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, σὲ μεγαλύνομεν. Μικρή Συναπτή    

Ἔτι καὶ ἔτι... Κύριε, ἐλέησον Ἀντιλαβοῦ, σῶσον...Κύριε, ἐλέησον Τῆς Παναγίας, ἀχράντου... Σοί, Κύριε. Ὅτι Σὲ αἰνοῦσι... Ἀμήν. ΕΞΑΠΟΣΤΕΙΛΑΡΙΑ

Tῇ Τετάρτη

Τὰ καθ' ἡμέραν ἐξαποστειλάρια

Ἦχος β΄ Τῶν Μαθητῶν ὁρώντων σε Σταυρός, ὁ φύλαξ πάσης τῆς οἰκουμένης, Σταυρός, ἡ ὡραιότης τῆς Ἐκκλησίας, Σταυρός, Βασιλέων τὸ κραταίωμα, Σταυρός, πιστῶν τὸ στήριγμα, Σταυρός, Ἀγγέλων ἡ δόξα, καὶ τῶν δαιμόνων τὸ τραῦμα. (Εξαποστειλάριο και Θεοτόκιο από το Μηναίο. Εάν δεν υπάρχουν λέμε το κάτωθι) Σταυροθεοτοκίον Ὁ οὐρανὸν τοῖς ἄστροις Ἐν τῷ Σταυρῷ παρεστῶσα, ἡ σὲ ἀσπόρως τεκοῦσα, καὶ θρηνῳδοῦσα ἐβόα· Οἴμοι! γλυκύτατον τέκνον, πῶς ἔδυς ἐξ ὀφθαλμῶν μου, πῶς ἐν νεκροῖς ἐλογίσθης.

Γεωργιοσ Καραγιαννακησ - Παρακλητικη

13


Τ ε ταρτη - Α΄ Η χοσ

ΑΙΝΟΙ (Εάν υπάρχουν αίνοι στο Μηναίο) (το Πάσα πνοή στον ήχο των στιχηρών) Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον. Αἰνεῖτε τὸν Κύριον ἐκ τῶν οὐρανῶν, αἰνεῖτε αὐτὸν ἐν τοῖς ὑψίστοις. Σοὶ πρέπει ὕμνος τῶ Θεῷ. Αἰνεῖτε αὐτόν, πάντες οἱ Ἄγγελοι αὐτοῦ· αἰνεῖτε αὐτόν, πᾶσαι αἱ δυνάμεις αὐτοῦ. Σοὶ πρέπει ὕμνος τῶ Θεῷ. (οι ενδιάμεσοι στίχοι συνήθως παραλείπονται και στους 4 τελευταίους στίχους, ψάλλονται τα στιχηρά του Μηναίου) 1. στίχ. Αἰνεῖτε αὐτὸν ἐπὶ ταῖς δυναστείαις αὐτοῦ· αἰνεῖτε αὐτὸν κατὰ τὸ πλῆθος τῆς μεγαλωσύνης αὐτοῦ. 2. στίχ. Αἰνεῖτε αὐτὸν ἐν ἤχῳ σάλπιγγος· αἰνεῖτε αὐτὸν ἐν ψαλτηρίῳ καὶ κιθάρᾳ. 3. στίχ. Αἰνεῖτε αὐτὸν ἐν τυμπάνῳ καὶ χορῷ· αἰνεῖτε αὐτὸν ἐν χορδαῖς καὶ ὀργάνῳ. 4. στίχ. Αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις εὐήχοις· αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις ἀλλαλαγμοῦ. Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον. Δόξα... Καὶ νῦν ... Σταυροθεοτοκίον (Από το Μηναίο)

14

Γεωργιοσ Καραγιαννακησ - Παρακλητικη


Τ ε ταρτη - Α΄ Η χοσ

ΑΙΝΟΙ (Εάν δεν υπάρχουν αίνοι στο Μηναίο, οι 3 ψαλμοί των αίνων 148 - 149 - 150 χύμα)                              

Ψαλμὸς ρμη΄ (148) Αἰνεῖτε τὸν Κύριον ἐκ τῶν οὐρανῶν, αἰνεῖτε αὐτὸν ἐν τοῖς ὑψίστοις. Σοὶ πρέπει ὕμνος τῶ Θεῷ. Αἰνεῖτε αὐτόν, πάντες οἱ Ἄγγελοι αὐτοῦ· αἰνεῖτε αὐτόν, πᾶσαι αἱ δυνάμεις αὐτοῦ. Σοὶ πρέπει ὕμνος τῶ Θεῷ. Αἰνεῖτε αὐτόν, ἥλιος καὶ σελήνη· αἰνεῖτε αὐτόν, πάντα τὰ ἄστρα καὶ τὸ φῶς. Αἰνεῖτε αὐτόν, οἱ οὐρανοὶ τῶν οὐρανῶν καὶ τὸ ὕδωρ τὸ ὑπεράνω τῶν οὐρανῶν. Αἰνεσάτωσαν τὸ ὄνομα Κυρίου, ὅτι αὐτὸς εἶπε καὶ ἐγενήθησαν, αὐτὸς ἐνετείλατο, καὶ ἐκτίσθησαν. Ἔστησεν αὐτὰ εἰς τὸν αἰῶνα, καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος· πρόσταγμα ἔθετο, καὶ οὐ παρελεύσεται. Αἰνεῖτε τὸν Κύριον ἐκ τῆς γῆς, δράκοντες καὶ πᾶσαι ἄβυσσοι. Πῦρ, χάλαζα, χιών, κρύσταλλος, πνεῦμα καταιγίδος, τὰ ποιοῦντα τὸν λόγον αὐτοῦ. Τὰ ὄρη καὶ πάντες οἱ βουνοί, ξύλα καρποφόρα καὶ πᾶσαι κέδροι. Τὰ θηρία καὶ πάντα τὰ κτήνη, ἑρπετὰ καὶ πετεινὰ πτερωτά. Βασιλεῖς τῆς γῆς καὶ πάντες λαοί, ἄρχοντες καὶ πάντες κριταὶ τῆς γῆς. Νεανίσκοι καὶ παρθένοι, πρεσβύτεροι μετὰ νεωτέρων, αἰνεσάτωσαν τὸ ὄνομα Κυρίου, ὅτι ὑψώθη τὸ ὄνομα αὐτοῦ μόνου. Ἡ ἐξομολόγησις αὐτοῦ ἐπὶ γῆς καὶ οὐρανοῦ καὶ ὑψώσει κέρας λαοῦ αὐτοῦ. Ὕμνος πᾶσι τοῖς ὁσίοις αὐτοῦ, τοῖς υἱοὶς Ἰσραήλ, λαῷ ἐγγίζοντι αὐτῷ. Ψαλμὸς ρμθ΄ (149) ᾌσατε τῷ Κυρίῳ ᾆσμα καινόν ἡ αἴνεσις αὐτοῦ ἐν ἐκκλησίᾳ ὁσίων. Εὐφρανθήτω Ἰσραὴλ ἐπὶ τῷ ποιήσαντι αὐτόν καὶ υἱοὶ Σιὼν ἀγαλλιάσθωσαν ἐπὶ τῷ βασιλεῖ αὐτῶν. Αἰνεσάτωσαν τὸ ὄνομα αὐτοῦ ἐν χορῷ, ἐν τυμπάνῳ καὶ ψαλτηρίῳ ψαλάτωσαν αὐτῷ. Ὅτι εὐδοκεῖ Κύριος ἐν τῷ λαῷ αὐτοῦ καὶ ὑψώσει πραεῖς ἐν σωτηρίᾳ. Καυχἠσονται ὅσιοι ἐν δόξῃ καὶ ἀγαλλιάσονται ἐπὶ τῶν κοιτῶν αὐτῶν. Αἱ ὑψώσεις τοῦ Θεοῦ ἐν τῷ λάρυγγι αὐτῶν καὶ ῥομφαῖαι δίστομοι ἐν ταῖς χερσὶν αὐτῶν. Τοῦ ποιῆσαι ἐκδίκησιν ἐν τοῖς ἔθνεσιν, ἐλεγμοὺς ἐν τοῖς λαοῖς. Τοῦ δῆσαι τοὺς βασιλεῖς αὐτῶν ἐν πέδαις, καὶ τοὺς ἐνδόξους αὐτῶν ἐν χειροπέδαις σιδηραῖς. Τοῦ ποιῆσαι ἐν αὐτοῖς κρῖμα ἔγγραπτον· δόξα αὕτη ἔσται πᾶσι τοῖς ὁσίοις αὐτοῦ. Ψαλμὸς ρν΄ (l50) Αἰνεῖτε τὸν Θεὸν ἐν τοῖς ἁγίοις αὐτοῦ· αἰνεῖτε αὐτὸν ἐν στερεώματι τῆς δυνάμεως αὐτοῦ. Αἰνεῖτε αὐτὸν ἐπὶ ταῖς δυναστείαις αὐτοῦ, αἰνεῖτε αὐτὸν κατὰ τὸ πλῆθος τῆς μεγαλωσύνης αὐτοῦ. Αἰνεῖτε αὐτὸν ἐν ἤχῳ σάλπιγγος, αἰνεῖτε αὐτὸν ἐν ψαλτηρίῳ καὶ κιθάρᾳ. Αἰνεῖτε αὐτὸν ἐν τυμπάνῳ καὶ χορῷ, αἰνεῖτε αὐτὸν ἐν χορδαῖς καὶ ὀργάνῳ . Αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις εὐήχοις, αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις ἀλλαλαγμοῦ, Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον. Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι. Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Γεωργιοσ Καραγιαννακησ - Παρακλητικη

15


Τ ε ταρτη - Α΄ Η χοσ

ΔΟΞΟΛΟΓΙΑ (Εάν το Μηναίο ζητά Μεγάλη Δοξολογία, η ημέρα είναι ημιεορτάσιμη και τελειώνει ο Όρθρος με την κάτωθι σειρά)                    

Δοξολογία μεγάλη Δόξα σοι τῷ δείξαντι τὸ φῶς. Δόξα ἐν ὑψίστοις Θεῷ καὶ ἐπὶ γῆς εἰρήνη, ἐν ἀνθρώποις εὐδοκία. Ὑμνοῦμέν σε, εὐλογοῦμέν σε, προσκυνοῦμέν σε, δοξολογοῦμέν σε, εὐχαριστοῦμέν σοι διὰ τὴν μεγάλην σου δόξαν. Κύριε βασιλεῦ, ἐπουράνιε Θεέ, Πάτερ παντοκράτορ· Κύριε Υἱὲ μονογενές, Ἰησοῦ Χριστέ καὶ ἅγιον Πνεῦμα. Κύριε ὁ Θεός, ὁ ἀμνὸς τοῦ Θεοῦ, ὁ Υἱὸς τοῦ Πατρός, ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου, ἐλέησον ἡμᾶς, ὁ αἴρων τὰς ἁμαρτίας τοῦ κόσμου. Πρόσδεξαι τὴν δέησιν ἡμῶν, ὁ καθήμενος ἐν δεξιᾷ τοῦ Πατρός, καὶ ἐλέησον ἡμᾶς. Ὅτι σὺ εἶ μόνος ἅγιος, σὺ εἶ μόνος Κύριος, Ἰησοῦς Χριστός, εἰς δόξαν Θεοῦ Πατρός. Ἀμήν. Καθ' ἑκάστην ἡμέραν εὐλογήσω σε καὶ αἰνέσω τὸ ὄνομά σου εἰς τὸν αἰῶνα καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος. Καταξίωσον, Κύριε, ἐν τῇ ἡμέρᾳ ταύτῃ, ἀναμαρτήτους φυλαχθῆναι ἡμᾶς. Εὐλογητὸς εἶ, Κύριε, ὁ Θεὸς τῶν πατέρων ἡμῶν καὶ αἰνετὸν καὶ δεδοξασμένον τὸ ὄνομά σου εἰς τοὺς αἰῶνας. Ἀμήν. Γένοιτο, Κύριε, τὸ ἔλεός σου ἐφ' ἡμᾶς, καθάπερ ἠλπίσαμεν ἐπὶ σέ. Εὐλογητὸς εἶ, Κύριε· δίδαξόν με τὰ δικαιώματά σου (γ΄). Κύριε, καταφυγὴ ἐγενήθης ἡμῖν ἐν γενεᾷ καὶ γενεᾷ. Ἐγὼ εἶπα· Κύριε, ἐλέησόν με· ἴασαι τὴν ψυχήν μου, ὅτι ἥμαρτόν σοι. Κύριε, πρὸς σὲ κατέφυγον· δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεός μου. Ὅτι παρὰ σοὶ πηγὴ ζωῆς· ἐν τῷ φωτί σου ὀψόμεθα φῶς. Παράτεινον τὸ ἔλεός σου τοῖς γινώσκουσί σε. Ἅγιος ὁ Θεός, ἅγιος ἰσχυρός, ἅγιος ἀθάνατος· ἐλέησον ἡμᾶς (γ΄). Δόξα Πατρὶ καὶ Υἱῷ καὶ ἁγίῳ Πνεύματι. Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰῶνων. Ἀμήν. Ἅγιος ἀθάνατος· ἐλέησον ἡμᾶς. Ἅγιος ὁ Θεός, ἅγιος ἰσχυρός, ἅγιος ἀθάνατος· ἐλέησον ἡμᾶς. (Απολυτίκιο και Θεοτόκιο τέλους και άρχεται η Θεία Λειτουργία)

16

Γεωργιοσ Καραγιαννακησ - Παρακλητικη


Τ ε ταρτη - Α΄ Η χοσ

ΔΟΞΟΛΟΓΙΑ (Εάν το Μηναίο δεν ζητά Μεγάλη Δοξολογία, τελειώνει ο Όρθρος με την κάτωθι σειρά) Δοξολογία μικρή (χύμα) Σοὶ δόξα πρέπει, Κύριε, ὁ Θεὸς ἡμῶν, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρί, καὶ τῷ Υἱῷ, καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν, καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.                   

Δόξα σοι τῷ δείξαντι τὸ φῶς. Δόξα ἐν ὑψίστοις Θεῷ καὶ ἐπὶ γῆς εἰρήνη ἐν ἀνθρώποις εὐδοκία. Ὑμνοῦμέν σε, εὐλογοῦμέν σε, προσκυνοῦμέν σε, δοξολογοῦμέν σε, εὐχαριστοῦμέν σοι, διὰ τὴν μεγάλην σου δόξαν. Κύριε Βασιλεῦ, ἐπουράνιε Θεέ, Πάτερ παντοκράτορ, Κύριε Υἱὲ μονογενές, Ἰησοῦ Χριστέ, καὶ Ἅγιον Πνεῦμα. Κύριε ὁ Θεός, ὁ ἀμνὸς τοῦ Θεοῦ, ὁ Υἱός τοῦ Πατρός, ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου, ἐλέησον ἡμᾶς, ὁ αἴρων τὰς ἁμαρτίας τοῦ κόσμου. Πρόσδεξαι τὴν δέησιν ἡμῶν, ὁ καθήμενος ἐν δεξιᾷ τοῦ Πατρός, καὶ ἐλέησον ἡμᾶς. Ὅτι σὺ εἶ μόνος Ἅγιος, σὺ εἶ μόνος Κύριος, Ἰησοῦς Χριστός, εἰς δόξαν Θεοῦ Πατρός. Ἀμήν. Καθ' ἑκάστην ἡμέραν εὐλογήσω σε, καὶ αἰνέσω τὸ ὄνομά σου εἰς τὸν αἰῶνα καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος. Κύριε, καταφυγὴ ἐγενήθης ἡμῖν ἐν γενεᾷ καὶ γενεᾷ. Ἐγὼ εἶπα· Κύριε, ἐλέησόν με, ἴασαι τὴν ψυχήν μου, ὅτι ἥμαρτόν σοι. Κύριε, πρὸς σὲ κατέφυγον, δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεός μου. Ὅτι παρὰ σοὶ πηγὴ ζωῆς ἐν τῷ φωτί σου ὀψόμεθα φῶς. Παράτεινον τὸ ἔλεός σου τοῖς γινώσκουσί σε. Καταξίωσον, Κύριε, ἐν τῇ ἡμέρᾳ ταύτη ἀναμαρτήτους φυλαχθῆναι ἡμᾶς. Εὐλογητὸς εἶ, Κύριε, ὁ Θεὸς τῶν Πατέρων ἡμῶν, καὶ αἰνετὸν καὶ δεδοξασμένον τὸ ὄνομά σου εἰς τοὺς αἰῶνας. Ἀμήν. Γένοιτο, Κύριε, τὸ ἔλεός σου ἐφ' ἡμᾶς, καθάπερ ἠλπίσαμεν ἐπὶ σέ. Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου. Εὐλογητὸς εἶ, Δέσποτα, συνέτισόν με τὰ δικαιώματά σου. Εὐλογητὸς εἶ, Ἅγιε, φώτισόν με τοῖς δικαιώμασί σου. Κύριε, τὸ ἔλεός σου εἰς τὸν αἰῶνα, τὰ ἔργα τῶν χειρῶν σου μὴ παρίδῃς. Σοὶ πρέπει αἶνος, Σοὶ πρέπει ὕμνος, Σοὶ δόξα πρέπει, τῷ Πατρὶ καὶ τῷ Υἱῷ, καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν, καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Πληρωτικά Πληρώσωμεν τὴν ἑωθινὴν δέησιν ἡμῶν τῷ Κυρίῳ Κύριε ἐλέησον. Ἀντιλαβοῦ, σῶσον... Κύριε ἐλέησον. Τὴν ἡμέραν πᾶσαν... Παράσχου Κύριε. (μετά από κάθε δέηση) ... Τῆς Παναγίας, ἀχράντου... Σοί, Κύριε. Ὅτι Θεὸς ἐλέους, οἰκτιρμῶν...Ἀμήν. Εἰρήνη πᾶσι. Καὶ τῷ πνεύματί σου. Τὰς κεφαλὰς ἡμῶν τῷ Κυρίῳ κλίνωμεν. Σοί, Κύριε. (Η ευχή της κεφαλοκλισίας μυστικώς: Κύριε, Ἅγιε, ὁ ἐν ὑψηλοῖς...) Σὸν γάρ ἐστι τὸ ἐλεεῖν... Ἀμήν.

Γεωργιοσ Καραγιαννακησ - Παρακλητικη

17


Τ ε ταρτη - Α΄ Η χοσ

ΑΠΟΣΤΙΧΑ ΤΩΝ ΑΙΝΩΝ Σταυρώσιμα Σὲ τὸν ἐν ξύλῳ προσπαγέντα, καὶ ζωὴν ἡμῖν παρεσχηκότα, ὡς Σωτῆρα καὶ Δεσπότην, ὑμνοῦμεν ἀπαύστως. στίχ. Ἐνεπλήσθημεν τὸ πρωῒ τοῦ ἐλέους σου, Κύριε, καὶ ἠγαλλιασάμεθα καὶ εὐφράνθημεν. Ἐν πάσαις ταῖς ἡμέραις ἡμῶν εὐφρανθείημεν, ἀνθ΄ὧν ἡμερῶν ἐταπείνωσας ἡμᾶς, ἐτῶν ὧν εἴδομεν κακά· καὶ ἴδε ἐπὶ τοὺς δούλους σου καὶ ἐπὶ τὰ ἔργα σου, καὶ ὁδήγησον τοὺς υἱοὺς αὐτῶν. Διὰ τοῦ Σταυροῦ σου Χριστέ, μία ποίμνη γέγονεν, Ἀγγέλων καὶ ἀνθρώπων, καὶ μία Ἐκκλησία, οὐρανὸς καὶ ἡ γῆ ἀγάλλεται, Κύριε δόξα σοι. Μαρτυρικὸν στίχ. Καὶ ἔστω ἡ λαμπρότης Κυρίου τοῦ Θεοῦ ἡμῶν ἐφ' ἡμᾶς, καὶ τὰ ἔργα τῶν χειρῶν ἡμῶν κατεύθυνον ἐφ' ἡμᾶς, καὶ τὸ ἔργον τῶν χειρῶν ἡμῶν κατεύθυνον. Ὑμᾶς πανεύφημοι μάρτυρες, οὐ θλίψις, οὐ στενοχωρια, οὐ λιμός, οὐ διωγμός, οὐδὲ κίνδυνος, οὐ θυμὸς θηρῶν, οὐ ξίφος, οὐδὲ πῦρ ἀπειλοῦν, χωρίσαι Θεοῦ δεδύνηνται, πόθῳ δὲ μᾶλλον τῷ πρὸς αὐτόν, ὡς ἐν ἀλλοτρίοις ἀγωνισάμενοι σώμασι, τὴν φύσιν ἐλάθετε, θανάτου καταφρονήσαντες· ὅθεν καὶ ἐπαξίως τῶν πόνων ὑμῶν, μισθόν ἐκομίσασθε, οὐρανῶν Βασιλείας κληρονόμοι γεγόνατε, ἀπαύστως πρεσβεύσατε ὑπὲρ τῶν ψυχῶν ἡμῶν. Δόξα... Καὶ νῦν ... Σταυροθεοτοκίον (Από το Μηναίο. Εάν δεν έχει το Μηναίο, το κάτωθι) Τῶν οὐρανίων ταγμάτων Τῷ σῷ Σταυρῷ παρεστῶσα, Λόγε Θεοῦ ἡ ἀμνάς, καὶ ἄμωμός σου Μήτηρ, θρηνῳδοῦσα ἐβόα· Πῶς θνῄσκεις, ὦ Υἱέ μου, ἐπὶ σταυροῦ; οἴμοι φῶς μου γλυκύτατον! ποῦ σου τὸ κάλλος νῦν ἔδυ τὸ τῆς μορφῆς, τὸ ὡραῖον παρὰ πάντας βροτούς; Ἀγαθὸν τὸ ἐξομολογεῖσθαι τῷ Κυρίῳ καὶ ψάλλειν τῷ ὀνόματί Σου, Ὕψιστε· τοῦ ἀναγγέλειν τὸ πρωῒ τὸ ἔλεός Σου καὶ τὴν ἀλήθειάν Σου κατὰ νύκτα. Τρισάγιον Ἅγιος ὁ Θεός, ἅγιος ἰσχυρός, ἅγιος ἀθάνατος ἐλέησον ἡμᾶς (γ΄). Δόξα... Καὶ νῦν... Παναγία Τριάς, ἐλέησον ἡμᾶς. Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τὰς ἀνομίας ἡμῖν. Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν, ἕνεκεν του ὀνόματός σου. Κύριε ἐλέησον, Κύριε ἐλέησον, Κύριε ἐλέησον. Δόξα... Καὶ νῦν... Πάτερ ἡμῶν, ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου, ἐλθέτω ἡ βασιλεία σου, γενηθήτω τὸ θέλημά σου ὡς ἐν οὐρανῷ καὶ ἐπί τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν, καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ. Ὅτι σοῦ ἐστιν ἡ βασιλεία... Ἀμήν. ΑΠΟΛΥΤΙΚΙΑ τέλους 1. Το απολυτίκιο που ψάλλαμε στο Θεός Κύριος, αλλά, Δόξα... Και νυν... το εις το τέλος του Όρθρου ομόηχο Θεοτόκιο. Εάν υπάρχει και δεύτερο απολυτίκιο, το ψάλλουμε στο Δόξα..., και εις το Και νυν... το εις το τέλος του Όρθρου ομόηχο Θεοτόκιο. Εἰς τὸ, τέλος τοῦ Ὄρθρου Θεοτόκια Σταυροθεοτοκίον Ἦχος α΄ Ἄχραντε Θεοτόκε, ἡ ἐν οὐρανοῖς εὐλογημένη καὶ ἐπὶ γῆς δοξολογουμένη, χαῖρε, Νύμφη ἀνύμφευτε. Σταυροθεοτοκίον Ἦχος β΄

18

Γεωργιοσ Καραγιαννακησ - Παρακλητικη


Τ ε ταρτη - Α΄ Η χοσ

Σὲ μεγαλύνομεν, Θεοτόκε, βοῶντες· Χαῖρε, ἡ ῥάβδος, ἐξ ἦς ἀσπόρως Θεὸς βλαστήσας ἀνεῖλεν ἐν ξύλῳ τὸν θάνατον. Σταυροθεοτοκίον Ἦχος γ΄ Καταφυγὴ καὶ δύναμις ἡμῶν, Θεοτόκε, ἡ κραταιὰ βοήθεια τοῦ κόσμου, ταὶς πρεσβείαις σου σκέπε τοὺς δούλους σου, ἀπὸ πάσης ἀνάγκης, μόνη εὐλογημένη. Σταυροθεοτοκίον Ἦχος δ΄ Σὲ μεγαλύνομεν, Θεοτόκε, βοῶντες· Σὺ εἶ τὸ ὄρος, ἐξ οὗ ἀρρήτως ἐτμήθη λίθος καὶ πύλας τοῦ ἄδου συνέτριψεν. Σταυροθεοτοκίον Ἦχος πλ. α΄ Ὁ ἐκ Παρθένου ἀνατείλας τῶ κόσμω, Χριστὲ ὁ Θεός, υἱοὺς φωτὸς δι' αὐτῆς ἀναδείξας, ἐλέησον ἡμᾶς. Σταυροθεοτοκίον Ἦχος πλ. β΄ Τὸν πρὸ αἰώνων ἐκ Πατρός, ἄνευ Μητρὸς γεννηθέντα, Υἱὸν καὶ Λόγον τοῦ Θεοῦ, ἐπ' ἐσχάτων τῶν χρόνων, ἐκύησας σεσαρκωμένον, ἐξ ἀγνῶν αἱμάτων σου, Θεοκυῆτορ ἄνευ ἀνδρός, ὃν αἴτησαι δωρήσασθαι ἡμῖν, ἁμαρτιῶν ἄφεσιν πρὸ τοῦ τέλους. Σταυροθεοτοκίον Ἦχος Βαρὺς Λύτρωσαι Θεοτόκε, τῶν συνεχουσῶν ἡμᾶς ἁμαρτιῶν, ὅτι ἄλλην ἐλπίδα, οἱ πιστοὶ οὐκ ἔχομεν, εἰμὴ σέ, καὶ τὸν ἐκ σοῦ τεχθέντα Θεόν. Σταυροθεοτοκίον Ἦχος πλ. δ΄ Ὁ καρπὸς τῆς κοιλίας σου, Ἄχραντε, τῶν προφητῶν ὑπάρχει καὶ τοῦ νόμου τὸ πλήρωμα· διὸ σὲ Θεοτόκον ἐν ἐπιγνώσει δοξάζοντες εὐσεβῶς μεγαλύνομεν. 2. Εάν η ακολουθία του Μηναίου στερείται δοξαστικού, ψάλλεται το απολυτίκιο της ημέρας της εβδομάδος με το οικείο α΄ ομόηχο θεοτόκιο της ημέρας. Ἀπολυτίκιον τοῦ Σταυροῦ Ἦχος α΄ Σῶσον, Κύριε, τὸν λαόν σου καὶ εὐλόγησον τὴν κληρονομίαν σου, νίκας τοῖς βασιλεῦσι κατὰ βαρβάρων δωρούμενος καὶ τὸ σὸν φυλάττων διὰ τοῦ Σταυροῦ σου πολίτευμα. Δόξα... Καὶ νῦν... Σταυροθεοτοκίον Ἄχραντε Θεοτόκε... 3. Σε ορισμένες μνήμες αποστόλων ή προφητών, λέγονται τα αρχαία απολυτίκιά τους, επειδή στερούνται δοξαστικού. Ἀπολυτίκιον εἰς ἀπόστολον Ἦχος γ΄ Ἀπόστολε ἅγιε (...), πρέσβευε τῷ ἐλεήμονι Θεῷ, ἵνα πταισμάτων ἄφεσιν, παράσχῃ ταῖς ψυχαῖς ἡμῶν. ή ἐὰν εἶναι εὐαγγελιστής Ἀπόστολε ἅγιε καὶ ἐυαγγελιστὰ (...), πρέσβευε... Δόξα... Καὶ νῦν... Θεοτοκίον Καταφυγὴ καὶ δύναμις ἡμῶν... Ἀπολυτίκιον εἰς προφήτην Ἦχος β΄ Τοῦ προφήτου σου (...) τὴν μνήμην Κύριε ἑορτάζοντες, δι᾿ αὐτοῦ σὲ δυσωποῦμεν· σῶσον τὰς ψυχὰς ἡμῶν. Δόξα... Καὶ νῦν... Θεοτοκίον Σὲ μεγαλύνομεν Θεοτόκε βοῶντες...

Γεωργιοσ Καραγιαννακησ - Παρακλητικη

19


Τ ε ταρτη - Α΄ Η χοσ

Θεια Λειτουργια ΑΝΤΙΦΩΝΟ Α΄ Ἠχος β΄. Ψαλμὸς Ϟα΄ (91) στίχ. Ἀγαθὸν τὸ ἐξομολογεῖσθαι τῷ Κυρίῳ, καὶ ψάλλειν τῷ ὀνόματί σου, Ὕψιστε. Ταῖς πρεσβείαις τῆς Θεοτόκου, Σῶτερ, σῶσον ἡμᾶς. στίχ. Τοῦ ἀναγγέλλειν τῷ πρωῒ τὸ ἔλεός σου, καὶ τὴν ἀλήθειάν σου κατὰ νύκτα. Ταῖς πρεσβείαις τῆς Θεοτόκου... στίχ. Ὅτι εὔφρανάς με, Κύριε, ἐν τοῖς ποιήμασί σου, καὶ ἐν τοῖς ἔργοις τῶν χειρῶν σου ἀγαλλιάσομαι. Ταῖς πρεσβείαις τῆς Θεοτόκου... στίχ. Ὅτι εὐθὺς Κύριος ὁ Θεὸς ἡμῶν, καὶ οὐκ ἔστιν ἀδικία ἐν αὐτῷ. Ταῖς πρεσβείαις τῆς Θεοτόκου... Δόξα... Καὶ νῦν... Ταῖς πρεσβείαις τῆς Θεοτόκου... ΑΝΤΙΦΩΝΟ Β΄ Ἠχος πλ.α΄. Ψαλμὸς Ϟβ΄ (92) στίχ. Ὁ Κύριος ἐβασίλευσεν, εὐπρέπειαν ἐνεδύσατο, ἐνεδύσατο Κύριος δύναμιν καὶ περιεζώσατο. Πρεσβείαις τῶν ἁγίων σου σῶσον ἡμᾶς, Κύριε. στίχ. Καὶ γὰρ ἐστερέωσε τὴν οἰκουμένην, ἥτις οὐ σαλευθήσεται. Πρεσβείαις τῶν ἁγίων σου σῶσον ἡμᾶς, Κύριε. στίχ. Θαυμαστοὶ οἱ μετεωρισμοὶ τῆς θαλάσσης, θαυμαστὸς ἐν ὑψηλοῖς ὁ Κύριος. Πρεσβείαις τῶν ἁγίων σου σῶσον ἡμᾶς, Κύριε. στίχ. Τὰ μαρτύριά σου ἐπιστώθησαν σφόδρα· τῷ οἴκῳ σου πρέπει ἁγίασμα, Κύριε, εἰς μακρότητα ἡμερῶν. Πρεσβείαις τῶν ἁγίων σου σῶσον ἡμᾶς, Κύριε. Δόξα... Καὶ νῦν... Ἠχος β΄ Ὁ Μονογενὴς Υἱὸς καὶ Λόγος τοῦ Θεοῦ, ἀθάνατος ὑπάρχων καὶ καταδεξάμενος διὰ τὴν ἡμετέραν σωτηρίαν σαρκωθῆναι ἐκ τῆς ἁγίας Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας, ἀτρέπτως ἐνανθρωπήσας, σταυρωθείς τε, Χριστὲ ὁ Θεός, θανάτῳ θάνατον πατήσας, εἷς ὢν τῆς Ἁγίας Τριάδος, συνδοξαζόμενος τῷ Πατρὶ καὶ τῷ Ἁγίῳ Πνεύματι, σῶσον ἡμᾶς.

20

Γεωργιοσ Καραγιαννακησ - Παρακλητικη


Τ ε ταρτη - Α΄ Η χοσ

ΑΝΤΙΦΩΝΟ Γ΄ Ἠχος β΄. Ψαλμὸς Ϟδ΄ (94) στίχ. Δεῦτε ἀγαλλιασώμεθα τῷ Κυρίῳ, ἀλαλάξωμεν τῷ Θεῷ τῷ Σωτῆρι ἡμῶν. Σῶσον ἡμᾶς, Υἱὲ Θεοῦ, ὁ ἐν Ἁγίοις θαυμαστός, ψάλλοντάς σοι. Ἀλληλούϊα. στίχ. Προφθάσωμεν τὸ πρόσωπον αὐτοῦ ἐν ἐξομολογήσει καὶ ἐν ψαλμοῖς ἀλαλάξωμεν αὐτῷ. Σῶσον ἡμᾶς, Υἱὲ Θεοῦ, ὁ ἐν Ἁγίοις θαυμαστός... στίχ. Ὅτι Θεὸς μέγας Κύριος καὶ βασιλεὺς μέγας ἐπὶ πᾶσαν τὴν γῆν. Σῶσον ἡμᾶς, Υἱὲ Θεοῦ, ὁ ἐν Ἁγίοις θαυμαστός... (είσοδος του Ευαγγελίου) Σοφία· ὀρθοί. στίχ. Δεῦτε προσκυνήσωμεν καὶ προσπέσωμεν Χριστῷ. Σῶσον ἡμᾶς, Υἱὲ Θεοῦ, ὁ ἐν Ἁγίοις θαυμαστός... ΑΠΟΛΥΤΙΚΙΑ - ΚΟΝΤΑΚΙΑ 1. Το απολυτίκιο που είπαμε στον Όρθρο. 2. Το απολυτίκιο του ναού. 3. Το κοντάκιο της ημέρας της εβδομάδος. Δόξα... Κοντάκιον τοῦ Σταυροῦ Αὐτόμελον Ἦχος δ΄ Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ ἑκουσίως, τῇ ἐπωνύμῳ σου καινῇ πολιτείᾳ, τοὺς οἰκτιρμούς σου δώρησαι, Χριστὲ ὁ Θεὸς· εὔφρανον ἐν τῇ δυνάμει σου τοὺς πιστοὺς βασιλεῖς ἡμῶν, νίκας χορηγῶν αὐτοῖς κατὰ τῶν πολεμίων· τὴν συμμαχίαν ἔχοιεν τὴν σήν, ὅπλον εἰρήνης, ἀήττητον τρόπαιον. 4. Το κοντάκιο της Θεοτόκου «Προστασία τῶν χριστιανών». Καὶ νῦν... Κοντάκιον τῆς Θεοτόκου Ἦχος β΄ Προστασία τῶν Χριστιανῶν ἀκαταίσχυντε, μεσιτεία, πρὸς τὸν Ποιητὴν ἀμετάθετε, μὴ παρίδῃς, ἁμαρτωλῶν δεήσεων φωνάς, ἀλλὰ πρόφθασον, ὡς ἀγαθή, εἰς τὴν βοήθειαν ἡμῶν, τῶν πιστῶς κραυγαζόντων σοι· Τάχυνον εἰς πρεσβείαν, καὶ σπεῦσον εἰς ἱκεσίαν, ἡ προστατεύουσα ἀεί, Θεοτόκε, τῶν τιμώντων σε. (εάν είπαμε μεγάλη δοξολογία στον Όρθρο, η ημέρα είναι ημιεορτάσιμη και στα κοντάκια λέμε Δόξα... το κοντάκιο του Μηναίου, Και νυν... το κοντάκιο της περιόδου) ΚΟΙΝΩΝΙΚΟΝ Ἦχος δ΄ Ψαλμὸς ριε΄ (115) Ποτήριον σωτηρίου λήψομαι καὶ τὸ ὄνομα Κυρίου ἐπικαλέσομαι. Ἀλληλούια        

Ἐπίτευσα, διὸ ἐλάλησα· ἐγὼ δὲ ἐταπεινώθην σφόδρα. Ἐγὼ δὲ εἶπα ἐν τῇ ἐκστάσει μου· πᾶς ἄνθρωπος ψεύστης. Τί ἀνταποδώσω τῷ Κυρίῳ περὶ πάντων, ὧν ἀνταπέδωκέ μοι; Ποτήριον σωτηρίου λήψομαι καὶ τὸ ὄνομα Κυρίου ἐπικαλέσομαι. Τὰς εὐχάς μου τῷ Κυρίῳ ἀποδώσω ἐναντίον παντὸς τοῦ λαοῦ αὐτοῦ. Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τῶν ὁσίων αὐτοῦ. Ὦ Κύριε, ἐγὼ δοῦλος σός, ἐγὼ δοῦλος σὸς καὶ υἱὸς τῆς παιδίσκης σου· διέρρηξας τοὺς δεσμούς μου, Σοὶ θύσω θυσίαν αἰνέσεως καὶ ἐν ὀνόματι Κυρίου ἐπικαλέσομαι. Γεωργιοσ Καραγιαννακησ - Παρακλητικη

21


Τ ε ταρτη - Α΄ Η χοσ

22

Τὰς εὐχάς μου τῷ Κυρίῳ ἀποδώσω ἐναντίον παντὸς τοῦ λαοῦ αὐτοῦ, ἐν αὐλαῖς οἴκου Κυρίου, ἐν μέσῳ σου, ῾Ιερουσαλήμ.

Γεωργιοσ Καραγιαννακησ - Παρακλητικη


Π ε μπτη - Α΄ Ηχοσ

Εσπερινοσ ΕΠΙΛΥΧΝΙΟΙ ΨΑΛΜΟΙ 1. Εάν η ακολουθία του Μηναίου είναι άνευ δοξαστικού ή έχει έστω ένα δοξαστικό στον εσπερινό, ψάλλονται α) τρία στιχηρά της Παρακλητικής (δύο από την πρώτη τριάδα και ένα από την δεύτερη τριάδα) και β) τρία από το Μηναίο (εάν είναι περισσότερα ψάλλουμε τα τρία πρώτα). 2. Εάν η ακολουθία του Μηναίου έχει δύο δοξαστικά, ψάλλονται έξι από το Μηναίο (εάν είναι λιγότερα, διπλασιάζουμε τα ανάλογα για να γίνουν έξι). Σε αυτήν την περίπτωση, οι επιλύχνιοι ψαλμοί ψάλλονται στον ήχο του πρώτου στιχηρού. 3. Εάν η ακολουθία του Μηναίου έχει δύο αγίους με τρία στιχηρά έκαστος, ψάλλονται τα του Μηναίου. Σε αυτήν την περίπτωση, οι επιλύχνιοι ψαλμοί ψάλλονται στον ήχο του πρώτου στιχηρού. Ψαλμὸς ρμ΄ (140) Κύριε, ἐκέκραξα πρὸς σέ, εἰσάκουσόν μου· εἰσάκουσόν μου, Κύριε. Κύριε, ἐκέκραξα πρὸς σέ, εἰσάκουσόν μου· πρόσχες τῇ φωνῇ τῆς δεήσεώς μου ἐν τῷ κεκραγέναι με πρὸς σὲ. Εἰσάκουσόν μου, Κύριε. Κατευθυνθήτω ἡ προσευχή μου ὡς θυμίαμα ἐνώπιόν σου, ἔπαρσις τῶν χειρῶν μου θυσία ἑσπερινὴ. Εἰσάκουσόν μου, Κύριε.

Θοῦ, Κύριε, φυλακὴν τῷ στόματί μου, καὶ θύραν περιοχῆς περὶ τὰ χείλη μου. Μὴ ἐκκλίνῃς τὴν καρδίαν μου εἰς λόγους πονηρίας, τοῦ προφασίζεσθαι προφάσεις ἐν ἁμαρτίαις. Σὺν ἀνθρώποις ἐργαζομένοις τὴν ἀνομίαν, καὶ οὐ μὴ συνδυάσω μετὰ τῶν ἐκλεκτῶν αὐτῶν. Παιδεύσει με δίκαιος ἐν ἐλέει καὶ ἐλέγξει με, ἔλαιον δὲ ἁμαρτωλοῦ μὴ λιπανάτω τὴν κεφαλήν μου. Ὅτι ἔτι καὶ ἡ προσευχή μου ἐν ταῖς εὐδοκίαις αὐτῶν· κατεπόθησαν ἐχόμενα πέτρας οἱ κριταὶ αὐτῶν. Ἀκούσονται τὰ ῥήματά μου, ὅτι ἡδύνθησαν ὡσεὶ πάχος γῆς ἐῤῥάγη ἐπὶ τῆς γῆς, διεσκορπίσθη τὰ ὀστᾶ αὐτῶν παρὰ τὸν ᾅδην. Ὅτι πρὸς σέ, Κύριε Κύριε, οἱ ὀφθαλμοὶ μου· ἐπὶ σοὶ ἤλπισα, μὴ ἀντανέλῃς τὴν ψυχήν μου. Φύλαξόν με ἀπὸ παγίδος, ἧς συνεστήσαντό μοι, καὶ ἀπὸ σκανδάλων τῶν ἐργαζομένων τὴν ἀνομίαν. Πεσοῦνται ἐν ἀμφιβλήστρῳ αὐτῶν οἱ ἁμαρτωλοί· κατὰ μόνας εἰμὶ ἐγώ, ἕως ἂν παρέλθω.

       

Ψαλμὸς ρμα΄ (141) Φωνῇ μου πρὸς Κύριον ἐκέκραξα, φωνῇ μου πρὸς Κύριον ἐδεήθην. Ἐκχεῶ ἐναντίον αὐτοῦ τὴν δέησίν μου, τὴν θλῖψίν μου ἐνώπιον αὐτοῦ ἀπαγγελῶ. Ἐν τῷ ἐκλείπειν ἐξ ἐμοῦ τὸ πνεῦμά μου, καὶ σὺ ἔγνως τὰς τρίβους μου. Ἐν ὁδῷ ταύτῃ, ᾗ ἐπορευόμην, ἔκρυψαν παγίδα μοι. Κατενόουν εἰς τὰ δεξιά καὶ ἐπέβλεπον, καὶ οὐκ ἦν ὁ ἐπιγινώσκων με. Ἀπώλετο φυγὴ ἀπ' ἐμοῦ, καὶ οὐκ ἔστιν ὁ ἐκζητῶν τὴν ψυχήν μου. Ἐκέκραξα πρὸς σέ, Κύριε· εἶπα· Σὺ εἶ ἡ ἐλπίς μου, μερίς μου εἶ, ἐν γῇ ζώντων. Πρόσχες πρὸς τὴν δέησίν μου, ὅτι ἐταπεινώθην σφόδρα.

       

Γεωργιοσ Καραγιαννακησ - Παρακλητικη

1


Π ε μπτη - Α΄ Ηχοσ

  

Ῥῦσαί με ἐκ τῶν καταδιωκόντων με, ὅτι ἐκραταιώθησαν ὑπὲρ ἐμέ. Ἐξάγαγε ἐκ φυλακῆς τὴν ψυχήν μου τοῦ ἐξομολογήσασθαι τῷ ὀνόματί σου. Ἐμὲ ὑπομενοῦσι δίκαιοι, ἕως οὐ ἀνταποδῷς μοι.

 

Ψαλμὸς ρκθ΄ (129) Ἐκ βαθέων ἐκέκραξά σοι, Κύριε Κύριε, εἰσάκουσον τῆς φωνῆς μου. Γενηθήτω τὰ ὦτά σου προσέχοντα εἰς τὴν φωνὴν τῆς δεήσεώς μου. Από του επομένου στίχου επισυνάπτονται τα στιχηρά

Στιχηρὰ Προσόμοια Ἀποστολικά Πανεύφημοι Μάρτυρες 1. Ἐὰν ἀνομίας παρατηρήσῃς, Κύριε Κύριε, τίς ὑποστήσεται; ὅτι παρὰ σοὶ ὁ ἱλασμὸς ἐστιν. Ἀπόστολοι ἔνδοξοι Χριστοῦ, Μαθηταὶ θεόκλητοι, τῆς οἰκουμένης διδάσκαλοι, εὑρόντες Κύριον, τὸν Θεοῦ μεσίτην, καὶ ἀνθρώπων πέλοντα, αὐτῷ θεοπρεπῶς ἐκολλήθητε, καὶ ὡς Θεὸν αὐτόν, καὶ ὡς ἄνθρωπον παντέλειον, ἐν τῷ κόσμῳ σαφῶς ἐκηρύξατε. (ή στιχηρό από το Μηναίο) 2. Ἕνεκεν τοῦ ὀνόματός σου ὑπέμεινά σε, Κύριε· ὑπέμεινεν ἡ ψυχή μου εἰς τὸν λόγον σου, ἤλπισεν ἡ ψυχή μου ἐπὶ τὸν Κύριον. Ἀπόστολοι πάνσοφοι ψυχῆς, τῆς ἐμῆς τὴν ἄνοιαν, ἀποτινάξαι πρεσβεύσατε, ὡς χρηματίσαντες, τῆς σοφίας ὄντως, μύσται καὶ ἐκφάντορες, τὸ φῶς τοῦ Παρακλήτου ἀνάψαντες, καὶ καταπρήσαντες, τὸ σαθρὸν τῆς διανοίας μου, μακαρίζειν ὑμᾶς ἀξιώσατε. (ή στιχηρό από το Μηναίο) Ἔτερα Στιχηρὰ, τοῦ ἁγίου Νικολάου Τῶν οὐρανίων ταγμάτων 3. Ἀπὸ φυλακῆς πρωΐας μέχρι νυκτός, ἀπὸ φυλακῆς πρωΐας ἐλπισάτω Ἰσραὴλ ἐπὶ τὸν Κύριον. Τῆς Ἐκκλησίας τὰ ἄνθη περιϊπτάμενος, ὡς νεοσσὸς τῆς ἄνω, καλιᾶς τῶν Ἀγγέλων, Νικόλαε τρισμάκαρ, κράζεις ἀεί, πρὸς τὸν Θεὸν ὑπὲρ πάντων ἡμῶν, τῶν ἐν ἀνάγκαις κινδύνων καὶ πειρασμῶν, καὶ λυτροῦσαι ταῖς πρεσβείαις σου. (ή στιχηρό από το Μηναίο) 4. Ὅτι παρὰ τῷ Κυρίῳ τὸ ἔλεος, καὶ πολλὴ παρ' αὐτῷ λύτρωσις, καὶ αὐτὸς λυτρώσεται τὸν Ἰσραὴλ ἐκ πασῶν τῶν ἀνομιῶν αὐτοῦ. (στιχηρό από το Μηναίο) Ψαλμὸς ριϛ΄ (116) 5. Αἰνεῖτε τὸν Κύριον, πάντα τὰ ἔθνη, ἐπαινέσατε αὐτόν, πάντες οἱ λαοί. (στιχηρό από το Μηναίο) 6. Ὅτι ἐκραταιώθη τὸ ἔλεος αὐτοῦ ἐφ' ἡμᾶς, καὶ ἡ ἀλήθεια τοῦ Κυρίου μένει εἰς τὸν αἰῶνα. (στιχηρό από το Μηναίο) Δόξα... Καὶ νῦν... Θεοτοκίον (Από το Μηναίο.)

2

Γεωργιοσ Καραγιαννακησ - Παρακλητικη


Π ε μπτη - Α΄ Ηχοσ

(Είσοδος δεν γίνεται, αλλά ευθύς χύμα το) Φῶς ἱλαρὸν ἁγίας δόξης, ἀθανάτου Πατρός, οὐρανίου, ἁγίου, μάκαρος, Ἰησοῦ Χριστέ, ἐλθόντες ἐπὶ τὴν ἡλίου δύσιν, ἰδόντες φῶς ἑσπερινόν, ὑμνοῦμεν Πατέρα, Υἱόν, καὶ ἅγιον Πνεῦμα, Θεόν. Ἄξιόν σε ἐν πᾶσι καιροῖς ὑμνεῖσθαι φωναῖς αἰσίαις, Υἱὲ Θεοῦ, ζωὴν ὁ διδούς· διὸ ὁ κόσμος σὲ δοξάζει.

Ἑσπέρας προκείμενον.

ΠΡΟΚΕΙΜΕΝΟΝ

Τῇ Τετάρτη ἑσπέρας Ἦχος πλ. α΄. Ψαλμὸς νγ΄ (53). Ὁ Θεός, ἐν τῷ ὀνόματί σου σῶσόν με, καὶ ἐν τῇ δυνάμει σου κρινεῖς με. Ὁ Θεός, ἐν τῷ ὀνόματί σου σῶσόν με, καὶ ἐν τῇ δυνάμει σου κρινεῖς με. στίχ. Ὁ Θεὸς εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὰ ῥήματα τοῦ στόματός μου. Ὁ Θεός, ἐν τῷ ὀνόματί σου σῶσόν με, καὶ ἐν τῇ δυνάμει σου κρινεῖς με. (Μετά το προκείμενον ευθύς χύμα το)        

Καταξίωσον, Κύριε, ἐν τῇ ἑσπέρᾳ ταύτῃ ἀναμαρτήτους φυλαχθῆναι ἡμᾶς. Εὐλογητὸς εἶ, Κύριε, ὁ Θεὸς τῶν πατέρων ἡμῶν, καὶ αἰνετὸν καὶ δεδοξασμένον τὸ ὄνομά σου εἰς τοὺς αἰῶνας. Ἀμήν. Γένοιτο, Κύριε, τὸ ἔλεός σου ἐφ' ἡμᾶς, καθάπερ ἠλπίσαμεν ἐπὶ σέ. Εὐλογητὸς εἶ, Κύριε· δίδαξόν με τὰ δικαιώματά σου. Εὐλογητὸς εἶ, Δέσποτα· συνέτισον με τὰ δικαιώματά σου. Εὐλογητὸς εἶ, Ἅγιε· φώτισόν με τοῖς δικαιώμασί σου. Κύριε, τὸ ἔλεός σου εἰς τὸν αἰῶνα· τὰ ἔργα τῶν χειρῶν σου μὴ παρίδῃς. Σοὶ πρέπει αἶνος, σοὶ πρέπει ὕμνος, σοὶ δόξα πρέπει, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

ΠΛΗΡΩΤΙΚΑ Πληρώσωμεν τὴν ἑωθινὴν δέησιν ἡμῶν τῷ Κυρίῳ Κύριε ἐλέησον. Ἀντιλαβοῦ, σῶσον... Κύριε ἐλέησον. Τὴν ἑσπέραν πᾶσαν... Παράσχου Κύριε. (μετά από κάθε δέηση) ... Τῆς Παναγίας, ἀχράντου... Σοί, Κύριε. Ὅτι ἀγαθὸς καὶ φιλάνθρωπος Θεὸς ὑπάρχεις...Ἀμήν. Εἰρήνη πᾶσι. Καὶ τῷ πνεύματί σου. Τὰς κεφαλὰς ἡμῶν τῷ Κυρίῳ κλίνωμεν. Σοί, Κύριε. (Η ευχή της κεφαλοκλισίας μυστικώς: Κύριε ὁ Θεὸς ἡμῶν...) Εἴη τὸ κράτος τῆς βασιλείας σου... Ἀμήν.

Γεωργιοσ Καραγιαννακησ - Παρακλητικη

3


Π ε μπτη - Α΄ Ηχοσ

ΑΠΟΣΤΙΧΑ Ἀπόστιχα Ἀποστολικὰ Ἡ τῶν Ἀποστόλων παναρμόνιος λύρα, ἐξ Ἁγίου Πνεύματος κινουμένη, τὰς τῶν στυγερῶν δαιμόνων τελετὰς κατήργησε, καὶ τὸν ἕνα Κύριον κηρύξασα, ἔθνη ἐλυτρώσατο τῆς πλάνης τῶν εἰδώλων, καὶ προσκυνεῖν ἐδίδαξε Τριάδα ὁμοούσιον. Τῶν οὐρανίων ταγμάτων στίχ. Πρὸς σὲ ᾖρα τοὺς ὀφθαλμούς μου τὸν κατοικοῦντα ἐν τῷ οὐρανῷ. Ἰδού ὡς ὀφθαλμοὶ δούλων εἰς χεῖρας τῶν κυρίων αὐτῶν, ὡς ὀφθαλμοὶ παιδίσκης εἰς χεῖρας τῆς κυρίας αὐτῆς, οὕτως οἱ ὀφθαλμοὶ ἡμῶν πρὸς Κύριον τὸν Θεὸν ἡμῶν, ἕως οὗ οἰκτειρῆσαι ἡμᾶς. Πέτρον καὶ Παῦλον συμφώνως ἀνευφημήσωμεν, Λουκᾶν, Ματθαῖον, Μᾶρκον, Ἰωάννην, Ἀνδρέαν, Θωμᾶν, Βαρθολομαῖον, Σίμωνα τὸν Κανανίτην, Ἰάκωβον, Φίλιππον, καὶ τὴν ὁμήγυριν πᾶσαν τῶν Μαθητῶν, ἐπαξίως εὐφημήσωμεν. Μαρτυρικὸν στίχ. Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, ὅτι ἐπὶ πολὺ ἐπλήσθημεν ἐξουδενώσεως, ἐπὶ πλεῖον ἐπλήσθη ἡ ψυχὴ ἡμῶν. Τὸ ὄνειδος τοῖς εὐθηνοῦσι καὶ ἡ ἐξουδένωσις τοῖς ὑπερηφάνοις. Πανεύφημοι μάρτυρες ὑμᾶς, οὐχ ἡ γῆ κατέκρυψεν, ἀλλ΄οὐρανὸς ὑπεδέξατο· ὑμῖν ἠνοίγησαν, Παραδείσου πύλαι, καὶ ἐντὸς γενόμενοι, τοῦ ξύλου τῆς ζωῆς ἀπολαύετε, Χριστῷ πρεσβεύοντες, δωρηθῆναι ταῖς ψυχαῖς ἡμῶν, τὴν εἰρήνην καὶ τὸ μέγα ἔλεος. Δόξα... Καὶ νῦν... Θεοτοκίον (Από το Μηναίο. Εάν δεν έχει το Μηναίο, το κάτωθι) Πανεύφημοι μάρτυρες ὑμᾶς Παρθένε πανύμνητε Μωσῆς, τὸ ἐν σοὶ μυστήριον, προφητικοῖς εἶδεν ὄμμασι, βάτον μὴ φλέγεσθαι, πυρὶ καιομένην· πῦρ γὰρ τῆς Θεότητος, τὴν μήτραν σου Ἁγνή οὐ κατέφλεξε· διὸ αἰτοῦμέν σε, ὡς Μητέρα τοῦ Θεοῦ ἡμῶν, τὴν εἰρήνην τῷ κόσμῳ σου δώρησαι. Νῦν ἀπολύεις τὸν δοῦλόν σου, Δέσποτα, κατὰ τὸ ῥῆμά σου, ἐν εἰρήνῃ· ὅτι εἶδον οἱ ὀφθαλμοί μου τὸ σωτήριόν σου, ὃ ἡτοίμασας κατὰ πρόσωπον πάντων τῶν λαῶν, φῶς εἰς ἀποκάλυψιν ἐθνῶν καὶ δόξαν λαοῦ σου Ἰσραήλ.

ΤΡΙΣΑΓΙΟΝ

Ἅγιος ὁ Θεός, ἅγιος ἰσχυρός, ἅγιος ἀθάνατος ἐλέησον ἡμᾶς (γ΄). Δόξα... Καὶ νῦν... Παναγία Τριάς, ἐλέησον ἡμᾶς. Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τὰς ἀνομίας ἡμῖν. Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν, ἕνεκεν του ὀνόματός σου. Κύριε ἐλέησον, Κύριε ἐλέησον, Κύριε ἐλέησον. Δόξα... Καὶ νῦν... Πάτερ ἡμῶν, ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου, ἐλθέτω ἡ βασιλεία σου, γενηθήτω τὸ θέλημά σου ὡς ἐν οὐρανῷ καὶ ἐπί τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν, καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ. Ὅτι σοῦ ἐστιν ἡ βασιλεία... Ἀμήν.

4

Γεωργιοσ Καραγιαννακησ - Παρακλητικη


Π ε μπτη - Α΄ Ηχοσ

ΑΠΟΛΥΤΙΚΙΑ 1. Εάν η ακολουθία του Μηναίου έχει έστω και ένα δοξαστικό στον εσπερινό, ψάλλεται το απολυτίκιο του Μηναίου, Δόξα... Και νυν... το ομόηχο θεοτόκιο των απολυτικίων. 2. Εάν στο Μηναίο υπάρχουν δύο άγιοι, ψάλλεται το απολυτίκιο του αγίου που έχει δοξαστικό. Εάν έχουν και οι δύο δοξαστικά, ψάλλεται το του ενός, Δόξα... το του ετέρου, Και νυν... το ομόηχο θεοτόκιο των απολυτικίων. Εἰς τό Θεὸς Κύριος Θεοτόκια Θεοτοκίον Ἦχος α΄ Συλλαβοῦσα ἀφλέκτως τὸ πὺρ τῆς θεότητος καὶ τεκοῦσα ἀσπόρως πηγὴν ζωῆς τὸν Κύριον, κεχαριτωμένη Θεοτόκε, περίσωζε τοὺς σὲ μεγαλύνοντας. Θεοτοκίον Ἦχος β΄ Θείας γεγόναμεν κοινωνοὶ φύσεως διὰ σοῦ, Θεοτόκε ἀειπάρθενε· Θεὸν γὰρ ἡμῖν σεσαρκωμένον τέτοκας· διὸ κατὰ χρέος σὲ πάντες εὐσεβῶς μεγαλύνομεν. Θεοτοκίον Ἦχος γ΄ Προφῆται προεκήρυξαν, ἀπόστολοι ἐδίδαξαν, μάρτυρες ὡμολόγησαν, καὶ ἡμεῖς ἐπιστεύσαμεν Θεοτόκον σὲ κυρίως ὑπάρχουσαν· διὸ καὶ μεγαλύνομεν τὸν τόκον σου τὸν ἄφραστον. Θεοτοκίον Ἦχος δ΄ Τὸν Λόγον τοῦ Πατρός, Χριστὸν τὸν Θεὸν ἡμῶν, ἐκ σοῦ σαρκωθέντα ἔγνωμεν, Θεοτόκε Παρθένε, μόνη ἁγνή, μόνη εὐλογημένη· διὸ ἀπαύστως σέ ἀνυμνοῦντες μεγαλύνομεν. Θεοτοκίον Ἦχος πλ. α΄ Τὸ ξένον τῆς Παρθένου μυστήριον τῶ κόσμω ἀνεδείχθη σωτήριον· ἐξ αὐτῆς γὰρ ἐτέχθης ἄνευ σπορᾶς καὶ σαρκὶ ἀνεδείχθης δίχα φθοράς· ἡ πάντων χαρά, Κύριε, δόξασοι. Θεοτοκίον Ἦχος πλ. β΄ Ἁγία Δέσποινα, ἁγνή, τοῦ Θεοῦ ἡμῶν Μήτηρ, ἡ τῶν ἁπάντων ποιητήν, ἀπορρήτως τεκοῦσα, ἱκέτευε σὺν ἀποστόλοις ἱεροῖς, ἑκάστοτε τὴν ἀγαθότητα αὐτοῦ, παθῶν ἡμᾶς λυτρώσασθαι, καὶ ἄφεσιν ἡμῖν, δοῦναι ἁμαρτημάτων. Θεοτοκίον Ἦχος Βαρὺς Ὁ καρπὸς τῆς κοιλίας σου Ἄχραντε, τῶν προφητῶν ὑπάρχει, καὶ τοῦ νόμου τὸ πλήρωμα· διὸ σὲ Θεοτόκον, ἐν ἐπιγνώσει δοξάζοντες, εὐσεβῶς μεγαλύνομεν. Θεοτοκίον Ἦχος πλ. δ΄ Ἠ νοητὴ πύλη τῆς ζωῆς, ἄχραντε Θεοτόκε, τοὺς προστρέχοντάς σοι πιστῶς λύτρωσαι τῶν κινδύνων, ἵνα δοξάζωμεν τὸν πανάγιον τόκον σου εἰς σωτηρίαν τῶν ψυχῶν ἡμῶν. 3. Εάν η ακολουθία του Μηναίου στερείται δοξαστικού, ψάλλεται το απολυτίκιο της ημέρας της εβδομάδος με το ομόηχο θεοτόκιο των απολυτικίων. Ἦχος γ΄ Ἀπόστολοι ἅγιοι, πρεσβεύσατε τῷ ἐλεήμονι Θεῷ, ἵνα πταισμάτων ἄφεσιν παράσχῃ ταῖς ψυχαῖς ἡμῶν. Δόξα... Ἦχος δ΄ Κανόνα πίστεως καί εἰκόνα πραότητος, ἐγκρατείας διδάσκαλον ανέδειξέ σε τῇ ποίμνῃ σου ἡ τῶν πραγμάτων ἀλήθεια· διά τοὺτο ἐκτήσω τῇ ταπεινώσει τὰ ὑψηλά, τῇ πτωχείᾳ τὰ πλούσια, πάτερ ἱεράρχα Νικόλαε· πρέσβευε Χριστῷ τῷ Θεῷ σωθήναι τὰς ψυχὰς ἡμῶν. Καὶ νῦν... Θεοτοκίον Τὸν Λόγον τοῦ Πατρός, Χριστὸν τὸν Θεὸν ἡμῶν...

Γεωργιοσ Καραγιαννακησ - Παρακλητικη

5


Π ε μπτη - Α΄ Ηχοσ

4. Σε ορισμένες μνήμες αποστόλων ή προφητών, λέγονται τα αρχαία απολυτίκια αυτών, επειδή στερούνται δοξαστικού. Ἀπολυτίκιον εἰς ἀπόστολον Ἦχος γ΄ Ἀπόστολε ἅγιε (...), πρέσβευε τῷ ἐλεήμονι Θεῷ, ἵνα πταισμάτων ἄφεσιν, παράσχῃ ταῖς ψυχαῖς ἡμῶν. ή ἐὰν εἶναι εὐαγγελιστής Ἀπόστολε ἅγιε καὶ ἐυαγγελιστὰ (...), πρέσβευε... Δόξα... Καὶ νῦν... Θεοτοκίον Προφῆται προεκήρυξαν... Ἀπολυτίκιον εἰς προφήτην Ἦχος β΄ Τοῦ προφήτου σου (...) τὴν μνήμην Κύριε ἑορτάζοντες, δι᾿ αὐτοῦ σὲ δυσωποῦμεν· σῶσον τὰς ψυχὰς ἡμῶν. Δόξα... Καὶ νῦν... Θεοτοκίον Θείας γεγόναμεν..

6

Γεωργιοσ Καραγιαννακησ - Παρακλητικη


Π ε μπτη - Α΄ Ηχοσ

Ορθροσ ΘΕΟΣ ΚΥΡΙΟΣ - ΑΠΟΛΥΤΙΚΙΑ (Το Θεός Κύριος στον ήχο του απολυτικίου) Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν· εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου. στίχ. Ἐξομολογεῖσθε τῷ Κυρίω, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ. Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν... στίχ. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με, καὶ τῷ ὀνόματι Κυρίου ἤμυνάμην αὐτούς. Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν... στίχ. Παρὰ Κυρίου ἐγένετο αὕτη, καὶ ἔστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν. Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν... 1. Εάν η ακολουθία του Μηναίου έχει έστω και ένα δοξαστικό στον εσπερινό, ψάλλεται το απολυτίκιο του Μηναίου, Δόξα... το ίδιο, Και νυν... το ομόηχο θεοτόκιο των απολυτικίων. 2. Εάν στο Μηναίο υπάρχουν δύο άγιοι, ψάλλεται το απολυτίκιο του αγίου που έχει δοξαστικό. Εάν έχουν και οι δύο δοξαστικά, ψάλλεται το του ενός, Δόξα... το του ετέρου, Και νυν... το ομόηχο θεοτόκιο των απολυτικίων. Εἰς τό Θεὸς Κύριος Θεοτόκια Θεοτοκίον Ἦχος α΄ Συλλαβοῦσα ἀφλέκτως τὸ πὺρ τῆς θεότητος καὶ τεκοῦσα ἀσπόρως πηγὴν ζωῆς τὸν Κύριον, κεχαριτωμένη Θεοτόκε, περίσωζε τοὺς σὲ μεγαλύνοντας. Θεοτοκίον Ἦχος β΄ Θείας γεγόναμεν κοινωνοὶ φύσεως διὰ σοῦ, Θεοτόκε ἀειπάρθενε· Θεὸν γὰρ ἡμῖν σεσαρκωμένον τέτοκας· διὸ κατὰ χρέος σὲ πάντες εὐσεβῶς μεγαλύνομεν. Θεοτοκίον Ἦχος γ΄ Προφῆται προεκήρυξαν, ἀπόστολοι ἐδίδαξαν, μάρτυρες ὡμολόγησαν, καὶ ἡμεῖς ἐπιστεύσαμεν Θεοτόκον σὲ κυρίως ὑπάρχουσαν· διὸ καὶ μεγαλύνομεν τὸν τόκον σου τὸν ἄφραστον. Θεοτοκίον Ἦχος δ΄ Τὸν Λόγον τοῦ Πατρός, Χριστὸν τὸν Θεὸν ἡμῶν, ἐκ σοῦ σαρκωθέντα ἔγνωμεν, Θεοτόκε Παρθένε, μόνη ἁγνή, μόνη εὐλογημένη· διὸ ἀπαύστως σέ ἀνυμνοῦντες μεγαλύνομεν. Θεοτοκίον Ἦχος πλ. α΄ Τὸ ξένον τῆς Παρθένου μυστήριον τῶ κόσμω ἀνεδείχθη σωτήριον· ἐξ αὐτῆς γὰρ ἐτέχθης ἄνευ σπορᾶς καὶ σαρκὶ ἀνεδείχθης δίχα φθοράς· ἡ πάντων χαρά, Κύριε, δόξασοι. Θεοτοκίον Ἦχος πλ. β΄ Ἁγία Δέσποινα, ἁγνή, τοῦ Θεοῦ ἡμῶν Μήτηρ, ἡ τῶν ἁπάντων ποιητήν, ἀπορρήτως τεκοῦσα, ἱκέτευε σὺν ἀποστόλοις ἱεροῖς, ἑκάστοτε τὴν ἀγαθότητα αὐτοῦ, παθῶν ἡμᾶς λυτρώσασθαι, καὶ ἄφεσιν ἡμῖν, δοῦναι ἁμαρτημάτων. Θεοτοκίον Ἦχος Βαρὺς Ὁ καρπὸς τῆς κοιλίας σου Ἄχραντε, τῶν προφητῶν ὑπάρχει, καὶ τοῦ νόμου τὸ πλήρωμα· διὸ σὲ Θεοτόκον, ἐν ἐπιγνώσει δοξάζοντες, εὐσεβῶς μεγαλύνομεν. Θεοτοκίον Ἦχος πλ. δ΄ Ἠ νοητὴ πύλη τῆς ζωῆς, ἄχραντε Θεοτόκε, τοὺς προστρέχοντάς σοι πιστῶς λύτρωσαι τῶν κινδύνων, ἵνα δοξάζωμεν τὸν πανάγιον τόκον σου εἰς σωτηρίαν τῶν ψυχῶν ἡμῶν. 3. Εάν η ακολουθία του Μηναίου στερείται δοξαστικού, ψάλλεται το απολυτίκιο της ημέρας της εβδομάδος με το οικείο α΄ ομόηχο θεοτόκιο της ημέρας. Ἦχος γ΄ Ἀπόστολοι ἅγιοι, πρεσβεύσατε τῷ ἐλεήμονι Θεῷ, ἵνα πταισμάτων ἄφεσιν παράσχῃ ταῖς ψυχαῖς ἡμῶν. Γεωργιοσ Καραγιαννακησ - Παρακλητικη

7


Π ε μπτη - Α΄ Ηχοσ

Δόξα... Ἦχος δ΄ Κανόνα πίστεως καί εἰκόνα πραότητος, ἐγκρατείας διδάσκαλον ανέδειξέ σε τῇ ποίμνῃ σου ἡ τῶν πραγμάτων ἀλήθεια· διά τοὺτο ἐκτήσω τῇ ταπεινώσει τὰ ὑψηλά, τῇ πτωχείᾳ τὰ πλούσια, πάτερ ἱεράρχα Νικόλαε· πρέσβευε Χριστῷ τῷ Θεῷ σωθήναι τὰς ψυχὰς ἡμῶν. Καὶ νῦν... Θεοτοκίον Τὸν Λόγον τοῦ Πατρός, Χριστὸν τὸν Θεὸν ἡμῶν... 4. Σε ορισμένες μνήμες αποστόλων ή προφητών, λέγονται τα αρχαία απολυτίκιά τους, επειδή στερούνται δοξαστικού. Ἀπολυτίκιον εἰς ἀπόστολον Ἦχος γ΄ Ἀπόστολε ἅγιε (...), πρέσβευε τῷ ἐλεήμονι Θεῷ, ἵνα πταισμάτων ἄφεσιν, παράσχῃ ταῖς ψυχαῖς ἡμῶν. ή ἐὰν εἶναι εὐαγγελιστής Ἀπόστολε ἅγιε καὶ ἐυαγγελιστὰ (...), πρέσβευε... Δόξα... Καὶ νῦν... Θεοτοκίον Προφῆται προεκήρυξαν... Ἀπολυτίκιον εἰς προφήτην Ἦχος β΄ Τοῦ προφήτου σου (...) τὴν μνήμην Κύριε ἑορτάζοντες, δι᾿ αὐτοῦ σὲ δυσωποῦμεν· σῶσον τὰς ψυχὰς ἡμῶν. Δόξα... Καὶ νῦν... Θεοτοκίον Θείας γεγόναμεν..

   

Μικρή Συναπτή Ἔτι καὶ ἔτι... Κύριε, ἐλέησον Ἀντιλαβοῦ, σῶσον...Κύριε, ἐλέησον Τῆς Παναγίας, ἀχράντου... Σοί, Κύριε. Ὅτι Σὸν τὸ κράτος... Ἀμήν. ΚΑΘΙΣΜΑΤΑ

Μετὰ τὴν α΄ Στιχολογίαν

Ἀποστολικὰ Οἱ σοφοὶ τῆς οἰκουμένης ἁλιεῖς, ἐκ Θεοῦ λαβόντες τὸ συμπαθές, πρεσβεύσατε καὶ νῦν ὑπὲρ ἡμῶν τῶν βοώντων, Κύριε, σῶσον τὸ λαὸν καὶ τὴν πόλιν σου, καὶ τῶν συνεχόντων δεινῶν ἐλευθέρωσον, διὰ τῶν Ἀποστόλων τὰς ψυχὰς ἡμῶν. Τοῦ λίθου σφραγισθέντος στιχ. Εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος αὐτῶν καὶ εἰς τὰ πέρατα τῆς οἰκουμένης τὰ ῥήματα αὐτῶν. Τῇ σαγήνῃ τοῦ λόγου τὰς πλοκὰς τῶν ῥητόρων, οἱ ἁλιεῖς τῷ καλάμῳ τοῦ Σταυροῦ ἀνατρέψαντες, ἐφώτισαν τὰ ἔθνη εὐσεβῶς, δοξάζειν σε Θεὸν ἀληθινόν· διό σοι τῷ ἐνδυναμώσαντι αὐτοὺς βοῶμεν· Δόξα τῷ Πατρὶ καὶ τῷ Υἱῷ, δόξα τῷ ὁμοουσίῳ Πνεύματι, δόξα τῷ δι' αὐτῶν φωτίσαντι τὸν κόσμον. Δόξα... Καὶ νῦν ... Θεοτοκίον Συλλαβοῦσα ἀφλέκτως, τὸ πῦρ τῆς Θεότητος, καὶ τεκοῦσα ἀσπόρως, πηγὴν ζωῆς τὸν Κύριον, κεχαριτωμένη Θεοτόκε, περίσῳζε τοὺς σὲ μεγαλύνοντας. Μετα τὴν β΄ Στιχολογίαν

Ἀποστολικὰ Τὸν τάφον σου Σωτὴρ Τὰς σάλπιγγας Χριστοῦ, τὰς εὐήχους ἐν ὕμνοις, τιμήσωμεν Πιστοί, τοὺς σοφοὺς Ἀποστόλους, τοὺς ἵππους τοὺς ταράξαντας, ἀθεΐας τὴν θάλασσαν, καὶ ἑλκύσαντας, ὡς ἐκ βυθοῦ τοὺς ἀνθρώπους, πρὸς τὸν ἔνθεον, τῆς σωτηρίας λιμένα, τοῦ Πνεύματος χάριτι. στιχ. Οἱ οὐρανοὶ διηγοῦνται δόξαν Θεοῦ, ποίησιν δὲ χειρῶν αὐτοῦ ἀναγγέλει τὸ στερέωμα.

8

Γεωργιοσ Καραγιαννακησ - Παρακλητικη


Π ε μπτη - Α΄ Ηχοσ

Τὸ φῶς τὸ ἐκ φωτός, προεκλάμψαν ἀχρόνως, ἐν χρόνῳ σαρκικῶς, τοῖς ἐν γῆ ἐπεφάνῃ, καὶ κόσμον κατεφώτισε, δι' ἡμῶν Παμμακάριστοι· ὅθεν ἅπαντες, οἱ διδαχαῖς ὑμῶν θείαις, φωτιζόμενοι, τὴν ἱερὰν ὑμῶν μνήμην, τιμῶμεν, Ἀπόστολοι. Δόξα... Καὶ νῦν ... Θεοτοκίον Προστάτιν πρὸς Θεόν, κεκτημένοι σε πάντες, προστρέχομεν σεμνή, τῷ ἁγίῳ ναῷ σου, αἰτούμενοι βοήθειαν, παρὰ σοῦ Ἀειπάρθενε· ῥῦσαι οὖν ἡμᾶς, τῆς τῶν δαιμόνων κακίας, καὶ ἐξάρπασον, ἐκ καταδίκης φρικώδους, τοὺς σὲ μακαρίζοντας. Μετὰ τὴν γ΄ Στιχολογίαν

Τοῦ ἁγίου Νικολάου Τὸν τάφον σου Σωτὴρ Τοῖς Μύροις παροικῶν, αἰσθητῶς, Ἱεράρχα, τῷ μύρῳ νοητῶς, τῷ τοῦ Πνεύματος ὤφθης, χρισθείς, Πάτερ Νικόλαε, καὶ τοῖς μύροις θαυμάτων σου, κατεμύρισας, μύρον ἀέναον χέων, τοῖς μυρίσαι σου, μεμυρισμένοις ἐν ὕμνοις, τὴν μνήμην ἐθέλουσι. Μαρτυρικὸν στιχ. Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς ἁγίοις αύτοῦ. Τοὺς Μάρτυρας Χριστοῦ, ἱκετεύσωμεν πάντες· αὐτοὶ γὰρ τὴν ἡμῶν, σωτηρίαν αἰτοῦνται, καὶ πόθῳ προσέλθωμεν, πρὸς αὐτοὺς μετὰ πίστεως, οὗτοι νέμουσι, τῶν ἰαμάτων τὴν χάριν, οὗτοι φάλαγγας, ἀποσοβοῦσι δαιμόνων, ὡς φύλακες τῆς Πίστεως. Δόξα... Καὶ νῦν ... Θεοτοκίον Οἱ θεῖοι μαθηταί, καὶ Ἀπόστολοι, Κόρη, ἐνθέοις διδαχαῖς, ἀνεκήρυξαν πᾶσι, τὴν ἄφραστόν σου γέννησιν, Θεοτόκε πανάχραντε, σὲ διδάξαντες, τοῦ προσκυνεῖσθαι ἀξίως, ἀλλ' αἰτοῦμέν σε, σὺν τούτοις αἴτει σωθῆναι, τοὺς πίστει τιμῶντάς σε.

                   

Ψαλμὸς ν΄ (50) χύμα Ελέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἐλεός σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου. Ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μού ἐστι διὰ παντός. Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα, ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε. Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ καὶ καθαρισθήσομαι· πλυνεῖς με καὶ ὑπὲρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην· ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοὶ, ὁ Θεός καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψης μὲ ἀπὸ τοῦ προσώπου σου καὶ τὸ Πνεῦμα σου τὸ ἅγιον μὴ ἀντανέλῃς ἀπ' ἐμοῦ. Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τὰς ὁδούς σου καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι. Ῥύσαί με ἐξ αἱμάτων, ὁ Θεός, ὁ Θεὸς τῆς σωτηρίας μου· ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου. Κύριε, τὰ χείλη μου ἀνοίξεις καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου. Ὅτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσία τῷ Θεῷ πνεῦμα συντετριμμένον· καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει. Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιὼν καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ. Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καὶ ὁλοκαυτώματα. Τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους.

Γεωργιοσ Καραγιαννακησ - Παρακλητικη

9


Π ε μπτη - Α΄ Ηχοσ

ΚΑΝΟΝΕΣ ᾨδὴ α΄ - Κανὼν τῶν ἁγίων Ἀποστόλων Ὁ Εἱρμὸς 1. »Σοῦ ἡ τροπαιοῦχος δεξιά, θεοπρεπῶς ἐν ἰσχύϊ δεδόξασται· αὕτη γὰρ Ἀθάνατε, ὡς πανσθενὴς ὑπεναντίους ἔθραυσε, τοῖς Ἰσραηλίταις, ὁδὸν βυθοῦ καινουργήσασα. 2. »Σοῦ ἡ τροπαιοῦχος δεξιά... Τροπάρια στίχ. Ἀπόστολοι τοῦ Χριστοῦ, πρεσβεύσατε ὑπὲρ ἡμῶν. 3. Θείαις φωτιζόμενοι αὐγαῖς, τῆς τρισηλίου ἐλλάμψεως ἔνδοξοι, θέσει χρηματίζετε, ὄντως θεοί, θεοειδεῖς Ἀπόστολοι· ὅθεν κατὰ χρέος, ὑμᾶς ἐν πίστει γεραίρομεν. στίχ. Ἀπόστολοι τοῦ Χριστοῦ, πρεσβεύσατε ὑπὲρ ἡμῶν. 4. Λόγου τοῦ φανέντος ἐπὶ γῆς, δι' εὐσπλαγχνίαν παχύτητι σώματος, ἄριστοι διάκονοι, καὶ τῶν αὐτοῦ, ἐκπληρωταὶ προστάξεων, πίστει γεγονότες, ἀεὶ τιμᾶσθε Ἀπόστολοι. στίχ. Ἀπόστολοι τοῦ Χριστοῦ, πρεσβεύσατε ὑπὲρ ἡμῶν. 5. Ταῖς φωτιστικαῖς μαρμαρυγαῖς, τοῦ παναγίου ἀοίδιμοι Πνεύματος, ὅλον με φωτίσατε, ἁμαρτιῶν ἐν σκότει καλυπτόμενον, καὶ πρὸς μετανοίας, ὁδὸν σοφῶς ὁδηγήσατε. Θεοτοκίον στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς. 6. Ἡ τῶν Ἀποστόλων χαρμονή, Θεογεννῆτορ πανάμωμε Δέσποινα, Μήτηρ ὡς ὑπάρχουσα, τοῦ ἐν αὐτοῖς θεοπρεπῶς λαλήσαντος, σὺν αὐτοῖς δυσώπει, πυρὸς γεέννης ῥυσθῆναί με. (Μηναίο με δύο κανόνες, άνευ ειρμών, εις 8) ᾨδὴ α΄ - Κανὼν τοῦ ἁγίου Νικολάου ᾨδὴν ἐπινίκιον στίχ. Ἅγιε τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν. 7. Στεφάνοις κοσμούμενος δικαιοσύνης, καὶ θρόνῳ τῆς χάριτος, παρεστὼς Νικόλαε, τοὺς ὑμνῳδίαις σε, νῦν καταστέφοντας πιστῶς, σῷζε πρεσβείαις σου. στίχ. Ἅγιε τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν. 8. Ὁ χάριν δεξάμενος τῶν ἰαμάτων, παμμάκαρ Νικόλαε, τῆς ψυχῆς μου τραύματα, εὐχαῖς σου ἴασαι, καὶ συμβαινόντων πειρασμῶν, ῥῦσαι πρεσβείαις σου. στίχ. Ἅγιε τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν. 9. Ἰσχύϊ Νικόλαε τῆς σῆς πρεσβείας, ὅλην παρειμένην μου, τὴν ψυχὴν ἀνόρθωσον, τοῖς πλημμελήμασι, καὶ τῶν τοῦ βίου δυσχερῶν, πάντας διάσωσον. Θεοτοκίον στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς. 10. Νοός μου Πανάμωμε τὰς ἀμαυρώσεις, φωτί σου ἀπέλασον, καὶ τοῦ σκότους ῥῦσαί με, τοῦ αἰωνίζοντος, ὅπως ὑμνῶ διηνεκῶς, τὰ μεγαλεῖά σου. (Μηναίο με ένα κανόνα, άνευ ειρμού, εις 4)

10

Γεωργιοσ Καραγιαννακησ - Παρακλητικη


Π ε μπτη - Α΄ Ηχοσ

ᾨδὴ γ΄ - Κανὼν τῶν ἁγίων Ἀποστόλων Ὁ Εἱρμὸς 1. »Ὁ μόνος εἰδὼς τῆς τῶν βροτῶν, οὐσίας τὴν ἀσθένειαν, καὶ συμπαθῶς αὐτὴν μορφωσάμενος, περίζωσόν με ἐξ ὕψους δύναμιν, τοῦ βοᾶν σοι· Ἅγιος, ὁ ναὸς ὁ ἔμψυχος, τῆς ἀφράστου σου δόξης Φιλάνθρωπε. 2. »Ὁ μόνος εἰδὼς τῆς τῶν βροτῶν...

Τροπάρια στίχ. Ἀπόστολοι τοῦ Χριστοῦ, πρεσβεύσατε ὑπὲρ ἡμῶν. 3. Ὁ μόνος ἀόρατος Θεός, ὡράθη σωματούμενος, καὶ Μαθητὰς ὑμᾶς ἐξελέξατο, εἰς πάντα κόσμον αὐτοῦ τὸ ὄνομα, καὶ τὴν ὑπερκόσμιον, δόξαν καταγγέλλοντας, παμμακάριστοι θεῖοι Ἀπόστολοι. στίχ. Ἀπόστολοι τοῦ Χριστοῦ, πρεσβεύσατε ὑπὲρ ἡμῶν. 4. Σοὶ μόνῳ ἡμάρτηκα Χριστέ, σοὶ μόνῳ ἐπλημμέλησα, καὶ τὴν ψυχὴν κακῶς κατεμόλυνα· τῷ σῷ ἐλέει κάθαρον σῶσόν με, ἔχων δυσωποῦντάς σε, μόνε εὐδιάλλακτε, Ἰησοῦ τοὺς σοφοὺς Ἀποστόλους σου. στίχ. Ἀπόστολοι τοῦ Χριστοῦ, πρεσβεύσατε ὑπὲρ ἡμῶν. 5. Πικρίας παθῶν καὶ λογισμῶν, καὶ πάσης ἁμαρτίας με, ὡς συμπαθεῖς Ἀπόστολοι ῥύσασθε, τῇ μετανοίᾳ καταγλυκαίνοντες, τὴν ἐμὴν διάνοιαν, ὡς τὸν θεῖον φέροντες, γλυκασμὸν ἐν καρδίᾳ πανεύφημοι. Θεοτοκίον στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς. 6. Μετὰ τῶν ἀΰλων λειτουργῶν, Παρθένε ἀπειρόγαμε, μετα πασῶν τῶν ἄνω Δυνάμεων, μετὰ Μαρτύρων καὶ Ἀποστόλων Χριστοῦ, ὅν περ ἐσωμάτωσας, ἐξ ἁγνῶν αἱμάτων σου, ἐκδυσώπει σωθῆναι τοὺς δούλους σου. (Μηναίο με δύο κανόνες, άνευ ειρμών, εις 8) ᾨδὴ γ΄ - Κανὼν τοῦ ἁγίου Νικολάου Στερεωθήτω ἡ καρδία μου στίχ. Ἅγιε τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν. 7. Ἀρχιερέων ἐγκαλλώπισμα, εὐωδία θεία τοῦ Πνεύματος, ταῖς μυριπνόοις σου εὐχαῖς, τὰ δυσώδη ἀπέλασον, τῆς καρδίας μου Νικόλαε, σοφέ πάθη δέομαι. στίχ. Ἅγιε τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν. 8. Ἐν ἀμελείᾳ διεξάγων μου, τὴν ζωὴν ὁ τάλας πτοοῦμαί σου, τὸ δικαστήριον Χριστέ, ἐν ᾧ μὴ κατακρίνῃς με, Νικολάου μεσιτείαις, ἱεραῖς δυσωπούμενος. στίχ. Ἅγιε τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν. 9. Πεποικιλμένος θείᾳ χάριτι, Ἱεράρχα πάτερ Νικόλαε, ἀπὸ ποικίλων πειρασμῶν, καὶ κινδύνων με διάσωσον, προσφυγόντα σου τῇ σκέπῃ, τῇ σεπτῇ παμμακάριστε. Θεοτοκίον στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς. 10. Ῥῦσαί με πάσης περιστάσεως, καὶ πολλῶν σκανδάλων τοῦ ὄφεως, καὶ αἰωνίζοντος πυρός, καὶ τοῦ σκότους Πανάμωμε, ἡ τὸ φῶς ἀποκυήσασα, βροτοῖς τὸ ἀνέσπερον. (Μηναίο με ένα κανόνα, άνευ ειρμού, εις 4) (και στο τέλος, ο ειρμός της 3ης ωδής από το Μηναίο)

Γεωργιοσ Καραγιαννακησ - Παρακλητικη

11


Π ε μπτη - Α΄ Ηχοσ

ΜΕΤΑ ΤΗΝ 3η ΩΔΗ Μικρή Συναπτή    

Ἔτι καὶ ἔτι... Κύριε, ἐλέησον Ἀντιλαβοῦ, σῶσον...Κύριε, ἐλέησον Τῆς Παναγίας, ἀχράντου... Σοί, Κύριε. Ὅτι Σὺ εἶ ὁ Θεὸς ἡμῶν... Ἀμήν. (Μεσώδια Καθίσματα από το Μηναίο -η 4η, 5η και 6η ωδή συνήθως παραλείπονταικαι στο τέλος, ο ειρμός της 6ης ωδής από το Μηναίο) ΜΕΤΑ ΤΗΝ 6η ΩΔΗ

   

Μικρή Συναπτή Ἔτι καὶ ἔτι... Κύριε, ἐλέησον Ἀντιλαβοῦ, σῶσον...Κύριε, ἐλέησον Τῆς Παναγίας, ἀχράντου... Σοί, Κύριε. Σὺ γὰρ εἶ ὁ Βασιλεὺς τῆς εἰρήνης... Ἀμήν. (Κοντάκιο και Οίκος από το Μηναίο. Εάν δεν υπάρχουν, λέμε τα κάτωθι)

Τῇ Πέμπτῃ

Τὰ καθ' ἡμέραν Κοντάκια

Κοντάκιον τῶν Ἁγίων Ἀποστόλων Ἦχος β΄ Αὐτόμελον Τοὺς ἀσφαλεῖς καὶ θεοφθόγγους κήρυκας, τὴν κορυφὴν τῶν μαθητῶν σου, Κύριε, προσελάβου εἰς ἀπόλαυσιν, τῶν ἀγαθῶν σου καὶ ἀνάπαυσιν· τοὺς πόνους γὰρ ἐκείνων καὶ τὸν θάνατον, ἐδέξω ὑπὲρ πᾶσαν ὁλοκάρπωσιν, ὁ μόνος γινώσκων τὰ ἐγκάρδια. Καί τοῦ Ἁγίου Νικολάου Ἦχος γ΄ Ἡ Παρθένος σήμερον Ἐν τοῖς Μύροις, ἅγιε, ἱερουργὸς ἀνεδείχθης· τοῦ Χριστοῦ γάρ, ὅσιε, τὸ Εὐαγγέλιον πληρώσας ἔθηκας τὴν ψυχήν σου ὑπὲρ λαοῦ σου, ἔσωσας τοὺς ἀθώους ἐκ τοῦ θανάτου· διὰ τοῦτο ἡγιάσθης ὡς μέγας μύστης Θεοῦ τῆς χάριτος. (Συναξάριο της ημέρας -η 7η και 8η ωδή συνήθως παραλείπονταικαι στο τέλος, ο ειρμός της 8ης ωδής από το Μηναίο με στίχο) στίχ. Αἰνοῦμεν, εὐλογοῦμεν, καὶ προσκυνοῦμεν τὸν Κύριον.

12

Γεωργιοσ Καραγιαννακησ - Παρακλητικη


Π ε μπτη - Α΄ Ηχοσ

9η ΩΔΗ (Ωδή της Θεοτόκου) Τὴν Θεοτόκον καὶ Μητέρα τοῦ Φωτός, ἐν ὕμνοις τιμῶντες, μεγαλύνωμεν. 1. στίχ. Μεγαλύνει ἡ ψυχή μου τὸν Κύριον, καὶ ἠγαλλίασε τὸ πνεύμά μου ἐπὶ τῶ Θεῷ τῶ σωτήρί μου. Τὴν τιμιωτέραν τῶν Χερουβίμ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφίμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, σὲ μεγαλύνομεν. 2. στίχ. Ὅτι ἐπέβλεψεν ἐπὶ τὴν ταπείνωσιν τῆς δούλης αὐτοῦ· ἰδοὺ γὰρ ἀπὸ τοῦ νὺν μακαριοῦσί με πᾶσαι αἱ γενεαί. 3. στίχ. Ὅτι ἐποίησέ μοὶ μεγαλεῖα ὁ δυνατός, καὶ ἅγιον τὸ ὄνομα αὐτοῦ· καὶ τὸ ἔλεος αὐτοῦ εἰς γενεάν καὶ γενεὰν τοὶς φοβουμένοις αὐτόν. 4. στίχ. Ἐποίησε κράτος ἐν βραχίονι αὐτοῦ, διεσκόρπισεν ὑπερηφάνους διανοίᾳ καρδίας αὐτῶν. 5. στίχ. Καθεῖλε δυνάστας ἀπὸ θρόνων καὶ ὕψωσε ταπεινούς· πεινῶντας ἐνέπλησεν ἀγαθῶν καὶ πλουτοῦντας ἐξαπέστειλε κενούς. 6. στίχ. Ἀντελάβετο Ἰσραὴλ παιδὸς αὐτοῦ μνησθῆναι ἐλέους, καθὼς ἐλάλησε πρὸς τοὺς πατέρας ἡμῶν, τῶ Ἀβραάμ καὶ τῶ σπέρματι αὐτοῦ ἕως αἰῶνος. (-η 9η ωδή συνήθως παραλείπεταιμετά ο ειρμός της 9ης ωδής από το Μηναίο και στο τέλος, το μεγαλυνάριον της Θεοτόκου) Ἄξιόν ἐστιν ὦς ἀληθῶς, μακαρίζειν σὲ τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ Μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβίμ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφίμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, σὲ μεγαλύνομεν. Μικρή Συναπτή Ἔτι καὶ ἔτι... Κύριε, ἐλέησον Ἀντιλαβοῦ, σῶσον...Κύριε, ἐλέησον Τῆς Παναγίας, ἀχράντου... Σοί, Κύριε. Ὅτι Σὲ αἰνοῦσι... Ἀμήν. ΕΞΑΠΟΣΤΕΙΛΑΡΙΑ Τὰ καθ' ἡμέραν ἐξαποστειλάρια Τῇ Πέμπτῃ Ἦχος β΄ Γυναῖκες, ἀκουτίσθητε Εἰς πᾶσαν τὴν ὑφήλιον, δραμόντες ἐκηρύξατε, τὴν τοῦ Χριστοῦ ἐκ Παρθένου, ἁγίαν σάρκωσιν ὄντως, ἐκ πλάνης ἐπιστρέφοντες, τὰ ἔθνη καὶ φωτίζοντες, καὶ πάντας ἐκδιδάσκοντες, Τριάδα σέβειν ἁγίαν, Ἀπόστολοι τοῦ Σωτῆρος. Ὅμοιον Τὸν μέγαν ἀρχιποίμενα, καὶ ἱεράρχην ἅπαντες, τὸν πρόεδρον τῶν Μυρέων, Νικόλαον εὐφημοῦμεν· πολλοὺς γὰρ ἄνδρας ἔσωσεν, ἀδίκως θνῄσκειν μέλλοντας, καὶ Βασιλεῖ ὀπτάνεται, σὺν Ἀβλαβίῳ κατ' ὄναρ, λύων τὴν ἄδικον ψῆφον.    

(Εξαποστειλάριο και Θεοτόκιο από το Μηναίο. Εάν δεν υπάρχουν λέμε το κάτωθι) Θεοτοκίον Ὅμοιον Μαρία καθαρώτατον, χρυσοῦν θυμιατήριον, τῆς ἀχωρήτου Τριάδος, δοχεῖον γεγενημένη, ἐν ᾦ Πατὴρ ηὐδόκησεν, ὁ δὲ Υἱὸς ἐσκήνωσε, καὶ Πνεῦμα τὸ πανάγιον, ἐπισκιάσαν σοι Κόρη, ἀνέδειξε Θεοτόκον. Γεωργιοσ Καραγιαννακησ - Παρακλητικη

13


Π ε μπτη - Α΄ Ηχοσ

ΑΙΝΟΙ (Εάν υπάρχουν αίνοι στο Μηναίο) (το Πάσα πνοή στον ήχο των στιχηρών) Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον. Αἰνεῖτε τὸν Κύριον ἐκ τῶν οὐρανῶν, αἰνεῖτε αὐτὸν ἐν τοῖς ὑψίστοις. Σοὶ πρέπει ὕμνος τῶ Θεῷ. Αἰνεῖτε αὐτόν, πάντες οἱ Ἄγγελοι αὐτοῦ· αἰνεῖτε αὐτόν, πᾶσαι αἱ δυνάμεις αὐτοῦ. Σοὶ πρέπει ὕμνος τῶ Θεῷ. (οι ενδιάμεσοι στίχοι συνήθως παραλείπονται και στους 4 τελευταίους στίχους, ψάλλονται τα στιχηρά του Μηναίου) 1. στίχ. Αἰνεῖτε αὐτὸν ἐπὶ ταῖς δυναστείαις αὐτοῦ· αἰνεῖτε αὐτὸν κατὰ τὸ πλῆθος τῆς μεγαλωσύνης αὐτοῦ. 2. στίχ. Αἰνεῖτε αὐτὸν ἐν ἤχῳ σάλπιγγος· αἰνεῖτε αὐτὸν ἐν ψαλτηρίῳ καὶ κιθάρᾳ. 3. στίχ. Αἰνεῖτε αὐτὸν ἐν τυμπάνῳ καὶ χορῷ· αἰνεῖτε αὐτὸν ἐν χορδαῖς καὶ ὀργάνῳ. 4. στίχ. Αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις εὐήχοις· αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις ἀλλαλαγμοῦ. Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον. (Δόξα... Και νυν... του Μηναίου)

14

Γεωργιοσ Καραγιαννακησ - Παρακλητικη


Π ε μπτη - Α΄ Ηχοσ

ΑΙΝΟΙ (Εάν δεν υπάρχουν αίνοι στο Μηναίο, οι 3 ψαλμοί των αίνων 148 - 149 - 150 χύμα)                              

Ψαλμὸς ρμη΄ (148) Αἰνεῖτε τὸν Κύριον ἐκ τῶν οὐρανῶν, αἰνεῖτε αὐτὸν ἐν τοῖς ὑψίστοις. Σοὶ πρέπει ὕμνος τῶ Θεῷ. Αἰνεῖτε αὐτόν, πάντες οἱ Ἄγγελοι αὐτοῦ· αἰνεῖτε αὐτόν, πᾶσαι αἱ δυνάμεις αὐτοῦ. Σοὶ πρέπει ὕμνος τῶ Θεῷ. Αἰνεῖτε αὐτόν, ἥλιος καὶ σελήνη· αἰνεῖτε αὐτόν, πάντα τὰ ἄστρα καὶ τὸ φῶς. Αἰνεῖτε αὐτόν, οἱ οὐρανοὶ τῶν οὐρανῶν καὶ τὸ ὕδωρ τὸ ὑπεράνω τῶν οὐρανῶν. Αἰνεσάτωσαν τὸ ὄνομα Κυρίου, ὅτι αὐτὸς εἶπε καὶ ἐγενήθησαν, αὐτὸς ἐνετείλατο, καὶ ἐκτίσθησαν. Ἔστησεν αὐτὰ εἰς τὸν αἰῶνα, καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος· πρόσταγμα ἔθετο, καὶ οὐ παρελεύσεται. Αἰνεῖτε τὸν Κύριον ἐκ τῆς γῆς, δράκοντες καὶ πᾶσαι ἄβυσσοι. Πῦρ, χάλαζα, χιών, κρύσταλλος, πνεῦμα καταιγίδος, τὰ ποιοῦντα τὸν λόγον αὐτοῦ. Τὰ ὄρη καὶ πάντες οἱ βουνοί, ξύλα καρποφόρα καὶ πᾶσαι κέδροι. Τὰ θηρία καὶ πάντα τὰ κτήνη, ἑρπετὰ καὶ πετεινὰ πτερωτά. Βασιλεῖς τῆς γῆς καὶ πάντες λαοί, ἄρχοντες καὶ πάντες κριταὶ τῆς γῆς. Νεανίσκοι καὶ παρθένοι, πρεσβύτεροι μετὰ νεωτέρων, αἰνεσάτωσαν τὸ ὄνομα Κυρίου, ὅτι ὑψώθη τὸ ὄνομα αὐτοῦ μόνου. Ἡ ἐξομολόγησις αὐτοῦ ἐπὶ γῆς καὶ οὐρανοῦ καὶ ὑψώσει κέρας λαοῦ αὐτοῦ. Ὕμνος πᾶσι τοῖς ὁσίοις αὐτοῦ, τοῖς υἱοὶς Ἰσραήλ, λαῷ ἐγγίζοντι αὐτῷ. Ψαλμὸς ρμθ΄ (149) ᾌσατε τῷ Κυρίῳ ᾆσμα καινόν ἡ αἴνεσις αὐτοῦ ἐν ἐκκλησίᾳ ὁσίων. Εὐφρανθήτω Ἰσραὴλ ἐπὶ τῷ ποιήσαντι αὐτόν καὶ υἱοὶ Σιὼν ἀγαλλιάσθωσαν ἐπὶ τῷ βασιλεῖ αὐτῶν. Αἰνεσάτωσαν τὸ ὄνομα αὐτοῦ ἐν χορῷ, ἐν τυμπάνῳ καὶ ψαλτηρίῳ ψαλάτωσαν αὐτῷ. Ὅτι εὐδοκεῖ Κύριος ἐν τῷ λαῷ αὐτοῦ καὶ ὑψώσει πραεῖς ἐν σωτηρίᾳ. Καυχἠσονται ὅσιοι ἐν δόξῃ καὶ ἀγαλλιάσονται ἐπὶ τῶν κοιτῶν αὐτῶν. Αἱ ὑψώσεις τοῦ Θεοῦ ἐν τῷ λάρυγγι αὐτῶν καὶ ῥομφαῖαι δίστομοι ἐν ταῖς χερσὶν αὐτῶν. Τοῦ ποιῆσαι ἐκδίκησιν ἐν τοῖς ἔθνεσιν, ἐλεγμοὺς ἐν τοῖς λαοῖς. Τοῦ δῆσαι τοὺς βασιλεῖς αὐτῶν ἐν πέδαις, καὶ τοὺς ἐνδόξους αὐτῶν ἐν χειροπέδαις σιδηραῖς. Τοῦ ποιῆσαι ἐν αὐτοῖς κρῖμα ἔγγραπτον· δόξα αὕτη ἔσται πᾶσι τοῖς ὁσίοις αὐτοῦ. Ψαλμὸς ρν΄ (l50) Αἰνεῖτε τὸν Θεὸν ἐν τοῖς ἁγίοις αὐτοῦ· αἰνεῖτε αὐτὸν ἐν στερεώματι τῆς δυνάμεως αὐτοῦ. Αἰνεῖτε αὐτὸν ἐπὶ ταῖς δυναστείαις αὐτοῦ, αἰνεῖτε αὐτὸν κατὰ τὸ πλῆθος τῆς μεγαλωσύνης αὐτοῦ. Αἰνεῖτε αὐτὸν ἐν ἤχῳ σάλπιγγος, αἰνεῖτε αὐτὸν ἐν ψαλτηρίῳ καὶ κιθάρᾳ. Αἰνεῖτε αὐτὸν ἐν τυμπάνῳ καὶ χορῷ, αἰνεῖτε αὐτὸν ἐν χορδαῖς καὶ ὀργάνῳ . Αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις εὐήχοις, αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις ἀλλαλαγμοῦ, Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον. Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι. Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Γεωργιοσ Καραγιαννακησ - Παρακλητικη

15


Π ε μπτη - Α΄ Ηχοσ

ΔΟΞΟΛΟΓΙΑ (Εάν το Μηναίο ζητά Μεγάλη Δοξολογία, η ημέρα είναι ημιεορτάσιμη και τελειώνει ο Όρθρος με την κάτωθι σειρά)                    

Δοξολογία μεγάλη Δόξα σοι τῷ δείξαντι τὸ φῶς. Δόξα ἐν ὑψίστοις Θεῷ καὶ ἐπὶ γῆς εἰρήνη, ἐν ἀνθρώποις εὐδοκία. Ὑμνοῦμέν σε, εὐλογοῦμέν σε, προσκυνοῦμέν σε, δοξολογοῦμέν σε, εὐχαριστοῦμέν σοι διὰ τὴν μεγάλην σου δόξαν. Κύριε βασιλεῦ, ἐπουράνιε Θεέ, Πάτερ παντοκράτορ· Κύριε Υἱὲ μονογενές, Ἰησοῦ Χριστέ καὶ ἅγιον Πνεῦμα. Κύριε ὁ Θεός, ὁ ἀμνὸς τοῦ Θεοῦ, ὁ Υἱὸς τοῦ Πατρός, ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου, ἐλέησον ἡμᾶς, ὁ αἴρων τὰς ἁμαρτίας τοῦ κόσμου. Πρόσδεξαι τὴν δέησιν ἡμῶν, ὁ καθήμενος ἐν δεξιᾷ τοῦ Πατρός, καὶ ἐλέησον ἡμᾶς. Ὅτι σὺ εἶ μόνος ἅγιος, σὺ εἶ μόνος Κύριος, Ἰησοῦς Χριστός, εἰς δόξαν Θεοῦ Πατρός. Ἀμήν. Καθ' ἑκάστην ἡμέραν εὐλογήσω σε καὶ αἰνέσω τὸ ὄνομά σου εἰς τὸν αἰῶνα καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος. Καταξίωσον, Κύριε, ἐν τῇ ἡμέρᾳ ταύτῃ, ἀναμαρτήτους φυλαχθῆναι ἡμᾶς. Εὐλογητὸς εἶ, Κύριε, ὁ Θεὸς τῶν πατέρων ἡμῶν καὶ αἰνετὸν καὶ δεδοξασμένον τὸ ὄνομά σου εἰς τοὺς αἰῶνας. Ἀμήν. Γένοιτο, Κύριε, τὸ ἔλεός σου ἐφ' ἡμᾶς, καθάπερ ἠλπίσαμεν ἐπὶ σέ. Εὐλογητὸς εἶ, Κύριε· δίδαξόν με τὰ δικαιώματά σου (γ΄). Κύριε, καταφυγὴ ἐγενήθης ἡμῖν ἐν γενεᾷ καὶ γενεᾷ. Ἐγὼ εἶπα· Κύριε, ἐλέησόν με· ἴασαι τὴν ψυχήν μου, ὅτι ἥμαρτόν σοι. Κύριε, πρὸς σὲ κατέφυγον· δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεός μου. Ὅτι παρὰ σοὶ πηγὴ ζωῆς· ἐν τῷ φωτί σου ὀψόμεθα φῶς. Παράτεινον τὸ ἔλεός σου τοῖς γινώσκουσί σε. Ἅγιος ὁ Θεός, ἅγιος ἰσχυρός, ἅγιος ἀθάνατος· ἐλέησον ἡμᾶς (γ΄). Δόξα Πατρὶ καὶ Υἱῷ καὶ ἁγίῳ Πνεύματι. Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰῶνων. Ἀμήν. Ἅγιος ἀθάνατος· ἐλέησον ἡμᾶς. Ἅγιος ὁ Θεός, ἅγιος ἰσχυρός, ἅγιος ἀθάνατος· ἐλέησον ἡμᾶς. (Απολυτίκιο και Θεοτόκιο τέλους και άρχεται η Θεία Λειτουργία)

16

Γεωργιοσ Καραγιαννακησ - Παρακλητικη


Π ε μπτη - Α΄ Ηχοσ

ΔΟΞΟΛΟΓΙΑ (Εάν το Μηναίο δεν ζητά Μεγάλη Δοξολογία, τελειώνει ο Όρθρος με την κάτωθι σειρά) Δοξολογία μικρή (χύμα) Σοὶ δόξα πρέπει, Κύριε, ὁ Θεὸς ἡμῶν, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρί, καὶ τῷ Υἱῷ, καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν, καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.                   

Δόξα σοι τῷ δείξαντι τὸ φῶς. Δόξα ἐν ὑψίστοις Θεῷ καὶ ἐπὶ γῆς εἰρήνη ἐν ἀνθρώποις εὐδοκία. Ὑμνοῦμέν σε, εὐλογοῦμέν σε, προσκυνοῦμέν σε, δοξολογοῦμέν σε, εὐχαριστοῦμέν σοι, διὰ τὴν μεγάλην σου δόξαν. Κύριε Βασιλεῦ, ἐπουράνιε Θεέ, Πάτερ παντοκράτορ, Κύριε Υἱὲ μονογενές, Ἰησοῦ Χριστέ, καὶ Ἅγιον Πνεῦμα. Κύριε ὁ Θεός, ὁ ἀμνὸς τοῦ Θεοῦ, ὁ Υἱός τοῦ Πατρός, ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου, ἐλέησον ἡμᾶς, ὁ αἴρων τὰς ἁμαρτίας τοῦ κόσμου. Πρόσδεξαι τὴν δέησιν ἡμῶν, ὁ καθήμενος ἐν δεξιᾷ τοῦ Πατρός, καὶ ἐλέησον ἡμᾶς. Ὅτι σὺ εἶ μόνος Ἅγιος, σὺ εἶ μόνος Κύριος, Ἰησοῦς Χριστός, εἰς δόξαν Θεοῦ Πατρός. Ἀμήν. Καθ' ἑκάστην ἡμέραν εὐλογήσω σε, καὶ αἰνέσω τὸ ὄνομά σου εἰς τὸν αἰῶνα καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος. Κύριε, καταφυγὴ ἐγενήθης ἡμῖν ἐν γενεᾷ καὶ γενεᾷ. Ἐγὼ εἶπα· Κύριε, ἐλέησόν με, ἴασαι τὴν ψυχήν μου, ὅτι ἥμαρτόν σοι. Κύριε, πρὸς σὲ κατέφυγον, δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεός μου. Ὅτι παρὰ σοὶ πηγὴ ζωῆς ἐν τῷ φωτί σου ὀψόμεθα φῶς. Παράτεινον τὸ ἔλεός σου τοῖς γινώσκουσί σε. Καταξίωσον, Κύριε, ἐν τῇ ἡμέρᾳ ταύτη ἀναμαρτήτους φυλαχθῆναι ἡμᾶς. Εὐλογητὸς εἶ, Κύριε, ὁ Θεὸς τῶν Πατέρων ἡμῶν, καὶ αἰνετὸν καὶ δεδοξασμένον τὸ ὄνομά σου εἰς τοὺς αἰῶνας. Ἀμήν. Γένοιτο, Κύριε, τὸ ἔλεός σου ἐφ' ἡμᾶς, καθάπερ ἠλπίσαμεν ἐπὶ σέ. Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου. Εὐλογητὸς εἶ, Δέσποτα, συνέτισόν με τὰ δικαιώματά σου. Εὐλογητὸς εἶ, Ἅγιε, φώτισόν με τοῖς δικαιώμασί σου. Κύριε, τὸ ἔλεός σου εἰς τὸν αἰῶνα, τὰ ἔργα τῶν χειρῶν σου μὴ παρίδῃς. Σοὶ πρέπει αἶνος, Σοὶ πρέπει ὕμνος, Σοὶ δόξα πρέπει, τῷ Πατρὶ καὶ τῷ Υἱῷ, καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν, καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Πληρωτικά Πληρώσωμεν τὴν ἑωθινὴν δέησιν ἡμῶν τῷ Κυρίῳ Κύριε ἐλέησον. Ἀντιλαβοῦ, σῶσον... Κύριε ἐλέησον. Τὴν ἡμέραν πᾶσαν... Παράσχου Κύριε. (μετά από κάθε δέηση) ... Τῆς Παναγίας, ἀχράντου... Σοί, Κύριε. Ὅτι Θεὸς ἐλέους, οἰκτιρμῶν...Ἀμήν. Εἰρήνη πᾶσι. Καὶ τῷ πνεύματί σου. Τὰς κεφαλὰς ἡμῶν τῷ Κυρίῳ κλίνωμεν. Σοί, Κύριε. (Η ευχή της κεφαλοκλισίας μυστικώς: Κύριε, Ἅγιε, ὁ ἐν ὑψηλοῖς...) Σὸν γάρ ἐστι τὸ ἐλεεῖν... Ἀμήν.

Γεωργιοσ Καραγιαννακησ - Παρακλητικη

17


Π ε μπτη - Α΄ Ηχοσ

ΑΠΟΣΤΙΧΑ ΤΩΝ ΑΙΝΩΝ Ἀποστολικὰ Ἡ τῶν Ἀποστόλων παναρμόνιος λύρα, ἐξ ἁγίου Πνεύματος κινουμένη, τὰς τῶν στυγερῶν δαιμόνων τελετὰς κατήργησε, καὶ τὸν ἕνα Κύριον κηρύξασα, ἔθνη ἐλυτρώσατο τῆς πλάνης τῶν εἰδώλων, καὶ προσκυνεῖν ἐδίδαξε Τριάδα ὁμοούσιον. Τῶν οὐρανίων ταγμάτων στίχ. Ἐνεπλήσθημεν τὸ πρωῒ τοῦ ἐλέους σου, Κύριε, καὶ ἠγαλλιασάμεθα καὶ εὐφράνθημεν. Ἐν πάσαις ταῖς ἡμέραις ἡμῶν εὐφρανθείημεν, ἀνθ΄ὧν ἡμερῶν ἐταπείνωσας ἡμᾶς, ἐτῶν ὧν εἴδομεν κακά· καὶ ἴδε ἐπὶ τοὺς δούλους σου καὶ ἐπὶ τὰ ἔργα σου, καὶ ὁδήγησον τοὺς υἱοὺς αὐτῶν. Πέτρον καὶ Παῦλον συμφώνως ἀνευφημήσωμεν, Λουκᾶν, Ματθαῖον, Μᾶρκον, Ἰωάννην, Ἀνδρέαν, Θωμᾶν Βαρθολομαῖον Σίμωνα τὸν Κανανίτην, Ἰάκωβον Φίλιππον, καὶ τὴν ὁμήγυριν πᾶσαν τῶν Μαθητῶν, ἐπαξίως εὐφημήσωμεν. Μαρτυρικὸν στίχ. Καὶ ἔστω ἡ λαμπρότης Κυρίου τοῦ Θεοῦ ἡμῶν ἐφ' ἡμᾶς, καὶ τὰ ἔργα τῶν χειρῶν ἡμῶν κατεύθυνον ἐφ' ἡμᾶς, καὶ τὸ ἔργον τῶν χειρῶν ἡμῶν κατεύθυνον. Ἀγαλλιᾶσθε Μάρτυρες ἐν Κυρίῳ, ὅτι τὸν ἀγῶνα τόν καλὸν ἠγωνίσασθε, ἀντέστητε βασιλεῦσι, καὶ τυράννους ἑνικήσατε, πῦρ καὶ ξίφος οὐκ ἐπτοήθητε, θηρῶν ἀγρίων κατεσθιόντων τὰ σώματα ὑμῶν, Χριστῷ μετὰ Ἀγγέλων τὴν ὑμνῳδίαν ἀναπέμποντες, τοὺς ἀπ' οὐρανῶν στεφάνους ἐκομισασθε, αἰτήσασθε δωρηθῆναι εἰρήνην τῷ κόσμῳ, καὶ ταῖς ψυχαῖς ἡμῶν τὸ μέγα ἔλεος. Δόξα... Καὶ νῦν ... Θεοτοκίον (Από το Μηναίο. Εάν δεν έχει το Μηναίο, το κάτωθι) Τῶν οὐρανίων ταγμάτων Προφητικῶς τὴν Παρθένον ἀνευφημήσωμεν, στάμνον χρυσῆν τοῦ μάννα, ἀκατάφλεκτον βάτον, καὶ τράπεζαν καὶ θρόνον, λυχνίαν χρυσῆν, τὸ λαμπάδιον ἔχουσαν, καὶ ἀλατόμητον ὄρος καὶ κιβωτόν, ἁγιάσματος καὶ πύλην Θεοῦ. Ἀγαθὸν τὸ ἐξομολογεῖσθαι τῷ Κυρίῳ καὶ ψάλλειν τῷ ὀνόματί Σου, Ὕψιστε· τοῦ ἀναγγέλειν τὸ πρωῒ τὸ ἔλεός Σου καὶ τὴν ἀλήθειάν Σου κατὰ νύκτα. Τρισάγιον Ἅγιος ὁ Θεός, ἅγιος ἰσχυρός, ἅγιος ἀθάνατος ἐλέησον ἡμᾶς (γ΄). Δόξα... Καὶ νῦν... Παναγία Τριάς, ἐλέησον ἡμᾶς. Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τὰς ἀνομίας ἡμῖν. Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν, ἕνεκεν του ὀνόματός σου. Κύριε ἐλέησον, Κύριε ἐλέησον, Κύριε ἐλέησον. Δόξα... Καὶ νῦν... Πάτερ ἡμῶν, ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου, ἐλθέτω ἡ βασιλεία σου, γενηθήτω τὸ θέλημά σου ὡς ἐν οὐρανῷ καὶ ἐπί τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν, καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ. Ὅτι σοῦ ἐστιν ἡ βασιλεία... Ἀμήν. ΑΠΟΛΥΤΙΚΙΑ τέλους 1. Το απολυτίκιο που ψάλλαμε στο Θεός Κύριος, αλλά, Δόξα... Και νυν... το εις το τέλος του Όρθρου ομόηχο Θεοτόκιο. Εάν υπάρχει και δεύτερο απολυτίκιο, το ψάλλουμε στο Δόξα..., και εις το Και νυν... το εις το τέλος του Όρθρου ομόηχο Θεοτόκιο. Εἰς τὸ, τέλος τοῦ Ὄρθρου Θεοτόκια Θεοτοκίον Ἦχος α΄ Τὸν ἀμήτορα ἐν οὐρανῷ ὑπὲρ ἔννοιαν καὶ ἀκοήν ἐπὶ γῆς ἀπάτορα ἔτεκες· αὐτὸν,

18

Γεωργιοσ Καραγιαννακησ - Παρακλητικη


Π ε μπτη - Α΄ Ηχοσ

Θεοτόκε, ἱκέτευε ὑπὲρ τῶν ψυχῶν ἡμῶν. Θεοτοκίον Ἦχος β΄ Σὲ μεγαλύνομεν, Θεοτόκε, βοῶντες· Χαῖρε, ἀδύτου φωτὸς νεφέλη, αὐτὸν βαστάσασα ἐν κόλποις τῆς δόξης τὸν Κύριον. Θεοτοκίον Ἦχος γ΄ Ἕκαστος, ὅπου σώζεται, ἐκεῖ δικαίως καὶ προστρέχει· καὶ ποία ἄλλη τοιαύτη καταφυγή, ὡς σὺ, Θεοτόκε, σκέπουσα τὰς ψυχὰς ἡμῶν; Θεοτοκίον Ἦχος δ΄ Ὅτι πάντων ὑπάρχεις τῶν ποιημάτων ὑπερτέρα, ἀνυμνεῖν σὲ ἀξίως, μὴ εὐποροῦντες, Θεοτόκε, δωρεὰν, αἰτούμέν σε, ἐλέησον ἡμᾶς. Θεοτοκίον Ἦχος πλ. α΄ Μήτηρ Θεοῦ Παναγία, τὸ τεῖχος τῶν Χριστιανῶν, ῥύσαι λαόν σου συνήθως κραυγάζοντά σοὶ ἐκτενῶς· Ἀντιτάχθητι αἰσχροῖς καὶ ἀλαζόσι λογισμοίς, ἵνα βοώμέν σοί· Χαῖρε, ἀειπάρθενε. Θεοτοκίον Ἦχος πλ. β΄ Μεγάλων χαρισμάτων ἁγνή, Παρθένε Θεομῆτορ σὺ ἠξιώθης, ὅτι ἔτεκες σαρκί τὸν ἕνα τῆς Τριάδος, Χριστὸν τὸν ζωοδότην, εἰς σωτηρίαν τῶν ψυχῶν ἡμῶν. Θεοτοκίον Ἦχος Βαρὺς Ὁ καρπὸς τῆς γαστρός σου Θεονύμφε, τοὶς ἀνθρώποις ἐδείχθη σωτηρίας πρόξενος· διὸ σὲ Θεοτόκον, γνώμη καὶ γλώσση δοξάζοντες, οἱ πιστοὶ μεγαλύνομεν. Θεοτοκίον Ἦχος πλ. δ΄ Παρθένε ἄχραντε, σῶσον ἡμᾶς ταὶς πρεσβείαις σου, κινοῦσα σπλάγχνα μητρικά τῶ Υἱῶ σου καὶ Θεῷ ἡμῶν. 2. Εάν η ακολουθία του Μηναίου στερείται δοξαστικού, ψάλλεται το απολυτίκιο της ημέρας της εβδομάδος με το οικείο α΄ ομόηχο θεοτόκιο της ημέρας. Ἦχος γ΄ Ἀπόστολοι ἅγιοι, πρεσβεύσατε τῷ ἐλεήμονι Θεῷ, ἵνα πταισμάτων ἄφεσιν παράσχῃ ταῖς ψυχαῖς ἡμῶν. Δόξα... Ἦχος δ΄ Κανόνα πίστεως καί εἰκόνα πραότητος, ἐγκρατείας διδάσκαλον ανέδειξέ σε τῇ ποίμνῃ σου ἡ τῶν πραγμάτων ἀλήθεια· διά τοὺτο ἐκτήσω τῇ ταπεινώσει τὰ ὑψηλά, τῇ πτωχείᾳ τὰ πλούσια, πάτερ ἱεράρχα Νικόλαε· πρέσβευε Χριστῷ τῷ Θεῷ σωθήναι τὰς ψυχὰς ἡμῶν. Καὶ νῦν... Θεοτοκίον Ὅτι πάντων ὑπάρχεις τῶν ποιημάτων ὑπερτέρα... 3. Σε ορισμένες μνήμες αποστόλων ή προφητών, λέγονται τα αρχαία απολυτίκιά τους, επειδή στερούνται δοξαστικού. Ἀπολυτίκιον εἰς ἀπόστολον Ἦχος γ΄ Ἀπόστολε ἅγιε (...), πρέσβευε τῷ ἐλεήμονι Θεῷ, ἵνα πταισμάτων ἄφεσιν, παράσχῃ ταῖς ψυχαῖς ἡμῶν. ή ἐὰν εἶναι εὐαγγελιστής Ἀπόστολε ἅγιε καὶ ἐυαγγελιστὰ (...), πρέσβευε... Δόξα... Καὶ νῦν... Θεοτοκίον Ἕκαστος ὅπου σώζεται... Ἀπολυτίκιον εἰς προφήτην Ἦχος β΄ Τοῦ προφήτου σου (...) τὴν μνήμην Κύριε ἑορτάζοντες, δι᾿ αὐτοῦ σὲ δυσωποῦμεν· σῶσον τὰς ψυχὰς ἡμῶν. Δόξα... Καὶ νῦν... Θεοτοκίον Σὲ μεγαλύνομεν, Θεοτόκε...

Γεωργιοσ Καραγιαννακησ - Παρακλητικη

19


Π ε μπτη - Α΄ Ηχοσ

Θεια Λειτουργια ΑΝΤΙΦΩΝΟ Α΄ Ἠχος β΄. Ψαλμὸς Ϟα΄ (91) στίχ. Ἀγαθὸν τὸ ἐξομολογεῖσθαι τῷ Κυρίῳ, καὶ ψάλλειν τῷ ὀνόματί σου, Ὕψιστε. Ταῖς πρεσβείαις τῆς Θεοτόκου, Σῶτερ, σῶσον ἡμᾶς. στίχ. Τοῦ ἀναγγέλλειν τῷ πρωῒ τὸ ἔλεός σου, καὶ τὴν ἀλήθειάν σου κατὰ νύκτα. Ταῖς πρεσβείαις τῆς Θεοτόκου... στίχ. Ὅτι εὔφρανάς με, Κύριε, ἐν τοῖς ποιήμασί σου, καὶ ἐν τοῖς ἔργοις τῶν χειρῶν σου ἀγαλλιάσομαι. Ταῖς πρεσβείαις τῆς Θεοτόκου... στίχ. Ὅτι εὐθὺς Κύριος ὁ Θεὸς ἡμῶν, καὶ οὐκ ἔστιν ἀδικία ἐν αὐτῷ. Ταῖς πρεσβείαις τῆς Θεοτόκου... Δόξα... Καὶ νῦν... Ταῖς πρεσβείαις τῆς Θεοτόκου... ΑΝΤΙΦΩΝΟ Β΄ Ἠχος πλ.α΄. Ψαλμὸς Ϟβ΄ (92) στίχ. Ὁ Κύριος ἐβασίλευσεν, εὐπρέπειαν ἐνεδύσατο, ἐνεδύσατο Κύριος δύναμιν καὶ περιεζώσατο. Πρεσβείαις τῶν ἁγίων σου σῶσον ἡμᾶς, Κύριε. στίχ. Καὶ γὰρ ἐστερέωσε τὴν οἰκουμένην, ἥτις οὐ σαλευθήσεται. Πρεσβείαις τῶν ἁγίων σου σῶσον ἡμᾶς, Κύριε. στίχ. Θαυμαστοὶ οἱ μετεωρισμοὶ τῆς θαλάσσης, θαυμαστὸς ἐν ὑψηλοῖς ὁ Κύριος. Πρεσβείαις τῶν ἁγίων σου σῶσον ἡμᾶς, Κύριε. στίχ. Τὰ μαρτύριά σου ἐπιστώθησαν σφόδρα· τῷ οἴκῳ σου πρέπει ἁγίασμα, Κύριε, εἰς μακρότητα ἡμερῶν. Πρεσβείαις τῶν ἁγίων σου σῶσον ἡμᾶς, Κύριε. Δόξα... Καὶ νῦν... Ἠχος β΄ Ὁ Μονογενὴς Υἱὸς καὶ Λόγος τοῦ Θεοῦ, ἀθάνατος ὑπάρχων καὶ καταδεξάμενος διὰ τὴν ἡμετέραν σωτηρίαν σαρκωθῆναι ἐκ τῆς ἁγίας Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας, ἀτρέπτως ἐνανθρωπήσας, σταυρωθείς τε, Χριστὲ ὁ Θεός, θανάτῳ θάνατον πατήσας, εἷς ὢν τῆς Ἁγίας Τριάδος, συνδοξαζόμενος τῷ Πατρὶ καὶ τῷ Ἁγίῳ Πνεύματι, σῶσον ἡμᾶς.

20

Γεωργιοσ Καραγιαννακησ - Παρακλητικη


Π ε μπτη - Α΄ Ηχοσ

ΑΝΤΙΦΩΝΟ Γ΄ Ἠχος β΄. Ψαλμὸς Ϟδ΄ (94) στίχ. Δεῦτε ἀγαλλιασώμεθα τῷ Κυρίῳ, ἀλαλάξωμεν τῷ Θεῷ τῷ Σωτῆρι ἡμῶν. Σῶσον ἡμᾶς, Υἱὲ Θεοῦ, ὁ ἐν Ἁγίοις θαυμαστός, ψάλλοντάς σοι. Ἀλληλούϊα. στίχ. Προφθάσωμεν τὸ πρόσωπον αὐτοῦ ἐν ἐξομολογήσει καὶ ἐν ψαλμοῖς ἀλαλάξωμεν αὐτῷ. Σῶσον ἡμᾶς, Υἱὲ Θεοῦ, ὁ ἐν Ἁγίοις θαυμαστός... στίχ. Ὅτι Θεὸς μέγας Κύριος καὶ βασιλεὺς μέγας ἐπὶ πᾶσαν τὴν γῆν. Σῶσον ἡμᾶς, Υἱὲ Θεοῦ, ὁ ἐν Ἁγίοις θαυμαστός... (είσοδος του Ευαγγελίου) Σοφία· ὀρθοί. στίχ. Δεῦτε προσκυνήσωμεν καὶ προσπέσωμεν Χριστῷ. Σῶσον ἡμᾶς, Υἱὲ Θεοῦ, ὁ ἐν Ἁγίοις θαυμαστός... ΑΠΟΛΥΤΙΚΙΑ - ΚΟΝΤΑΚΙΑ 1. Το απολυτίκιο που είπαμε στον Όρθρο. 2. Το απολυτίκιο του ναού. 3. Το κοντάκιο της ημέρας της εβδομάδος. Κοντάκιον τῶν Ἁγίων Ἀποστόλων Ἦχος β΄ Αὐτόμελον Τοὺς ἀσφαλεῖς καὶ θεοφθόγγους κήρυκας, τὴν κορυφὴν τῶν μαθητῶν σου, Κύριε, προσελάβου εἰς ἀπόλαυσιν, τῶν ἀγαθῶν σου καὶ ἀνάπαυσιν· τοὺς πόνους γὰρ ἐκείνων καὶ τὸν θάνατον, ἐδέξω ὑπὲρ πᾶσαν ὁλοκάρπωσιν, ὁ μόνος γινώσκων τὰ ἐγκάρδια. Δόξα... τοῦ Ἁγίου Νικολάου Ἦχος γ΄ Ἡ Παρθένος σήμερον Ἐν τοῖς Μύροις, ἅγιε, ἱερουργὸς ἀνεδείχθης· τοῦ Χριστοῦ γάρ, ὅσιε, τὸ Εὐαγγέλιον πληρώσας ἔθηκας τὴν ψυχήν σου ὑπὲρ λαοῦ σου, ἔσωσας τοὺς ἀθώους ἐκ τοῦ θανάτου· διὰ τοῦτο ἡγιάσθης ὡς μέγας μύστης Θεοῦ τῆς χάριτος. 4. Το κοντάκιο της Θεοτόκου «Προστασία τῶν χριστιανών». Καὶ νῦν... Κοντάκιον τῆς Θεοτόκου Ἦχος β΄ Προστασία τῶν Χριστιανῶν ἀκαταίσχυντε, μεσιτεία, πρὸς τὸν Ποιητὴν ἀμετάθετε, μὴ παρίδῃς, ἁμαρτωλῶν δεήσεων φωνάς, ἀλλὰ πρόφθασον, ὡς ἀγαθή, εἰς τὴν βοήθειαν ἡμῶν, τῶν πιστῶς κραυγαζόντων σοι· Τάχυνον εἰς πρεσβείαν, καὶ σπεῦσον εἰς ἱκεσίαν, ἡ προστατεύουσα ἀεί, Θεοτόκε, τῶν τιμώντων σε. (εάν είπαμε μεγάλη δοξολογία στον Όρθρο, η ημέρα είναι ημιεορτάσιμη και στα κοντάκια λέμε Δόξα... το κοντάκιο του Μηναίου, Και νυν... το κοντάκιο της περιόδου) ΚΟΙΝΩΝΙΚΟΝ Ἦχος πλ.δ΄ Ψαλμὸς ιη΄ (18) Εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος αὐτῶν καὶ εἰς τὰ πέρατα τῆς οἰκουμένης τὰ ῥήματα αὐτῶν. Ἀλληλούια    

Οἱ οὐρανοὶ διηγοῦνται δόξαν Θεοῦ, ποίησιν δὲ χειρῶν αὐτοῦ ἀναγγέλλει τὸ στερέωμα. Ἡμέρα τῇ ἡμέρᾳ ἐρεύγεται ῥῆμα, καὶ νὺξ νυκτὶ ἀναγγέλλει γνῶσιν. Οὐκ εἰσὶ λαλιαὶ οὐδὲ λόγοι, ὧν οὐχὶ ἀκούονται αἱ φωναὶ αὐτῶν· Εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος αὐτῶν καὶ εἰς τὰ πέρατα τῆς οἰκουμένης τὰ ῥήματα Γεωργιοσ Καραγιαννακησ - Παρακλητικη

21


Π ε μπτη - Α΄ Ηχοσ

          

22

αὐτῶν. Ἐν τῷ ἡλίῳ ἔθετο τὸ σκήνωμα αὐτοῦ· καὶ αὐτὸς ὡς νυμφίος ἐκπορευόμενος ἐκ παστοῦ αὐτοῦ. Ἀγαλλιάσεται ὡς γίγας δραμεῖν ὁδὸν αὐτοῦ· ἀπ᾿ ἄκρου τοῦ οὐρανοῦ ἡ ἔξοδος αὐτοῦ καὶ τὸ κατάντημα αὐτοῦ ἕως ἄκρου τοῦ οὐρανοῦ· καὶ οὐκ ἔστιν ὃς ἀποκρυβήσεται τῆς θέρμης αὐτοῦ. Ὁ νόμος τοῦ Κυρίου ἄμωμος, ἐπιστρέφων ψυχάς· ἡ μαρτυρία Κυρίου πιστή, σοφίζουσα νήπια. Τὰ δικαιώματα Κυρίου εὐθέα, εὐφραίνοντα καρδίαν· ἡ ἐντολὴ Κυρίου τηλαυγής, φωτίζουσα ὀφθαλμούς. Ὁ φόβος Κυρίου ἁγνός, διαμένων εἰς αἰῶνα αἰῶνος· τὰ κρίματα Κυρίου ἀληθινά, δεδικαιωμένα ἐπὶ τὸ αὐτό. Ἐπιθυμητὰ ὑπὲρ χρυσίον καὶ λίθον τίμιον πολὺν καὶ γλυκύτερα ὑπὲρ μέλι καὶ κηρίον. Καὶ γὰρ ὁ δοῦλός σου φυλάσσει αὐτά· ἐν τῷ φυλάσσειν αὐτὰ ἀνταπόδοσις πολλή. Παραπτώματα τίς συνήσει; ἐκ τῶν κρυφίων μου καθάρισόν με καὶ ἀπὸ ἀλλοτρίων φεῖσαι τοῦ δούλου σου. Ἐὰν μή μου κατακυριεύσωσι, τότε ἄμωμος ἔσομαι καὶ καθαρισθήσομαι ἀπὸ ἁμαρτίας μεγάλης. Καὶ ἔσονται εἰς εὐδοκίαν τὰ λόγια τοῦ στόματός μου καὶ ἡ μελέτη τῆς καρδίας μου ἐνώπιόν σου διὰ παντός. Κύριε, βοηθέ μου καὶ λυτρωτά μου.

Γεωργιοσ Καραγιαννακησ - Παρακλητικη


Π αρασκε υη - Α΄ Η χοσ

Εσπερινοσ ΕΠΙΛΥΧΝΙΟΙ ΨΑΛΜΟΙ 1. Εάν η ακολουθία του Μηναίου είναι άνευ δοξαστικού ή έχει έστω ένα δοξαστικό στον εσπερινό, ψάλλονται α) τρία στιχηρά της Παρακλητικής (δύο από την πρώτη τριάδα και ένα από την δεύτερη τριάδα) και β) τρία από το Μηναίο (εάν είναι περισσότερα ψάλλουμε τα τρία πρώτα). 2. Εάν η ακολουθία του Μηναίου έχει δύο δοξαστικά, ψάλλονται έξι από το Μηναίο (εάν είναι λιγότερα, διπλασιάζουμε τα ανάλογα για να γίνουν έξι). Σε αυτήν την περίπτωση, οι επιλύχνιοι ψαλμοί ψάλλονται στον ήχο του πρώτου στιχηρού. 3. Εάν η ακολουθία του Μηναίου έχει δύο αγίους με τρία στιχηρά έκαστος, ψάλλονται τα του Μηναίου. Σε αυτήν την περίπτωση, οι επιλύχνιοι ψαλμοί ψάλλονται στον ήχο του πρώτου στιχηρού. Ψαλμὸς ρμ΄ (140) Κύριε, ἐκέκραξα πρὸς σέ, εἰσάκουσόν μου· εἰσάκουσόν μου, Κύριε. Κύριε, ἐκέκραξα πρὸς σέ, εἰσάκουσόν μου· πρόσχες τῇ φωνῇ τῆς δεήσεώς μου ἐν τῷ κεκραγέναι με πρὸς σὲ. Εἰσάκουσόν μου, Κύριε. Κατευθυνθήτω ἡ προσευχή μου ὡς θυμίαμα ἐνώπιόν σου, ἔπαρσις τῶν χειρῶν μου θυσία ἑσπερινὴ. Εἰσάκουσόν μου, Κύριε.

Θοῦ, Κύριε, φυλακὴν τῷ στόματί μου, καὶ θύραν περιοχῆς περὶ τὰ χείλη μου. Μὴ ἐκκλίνῃς τὴν καρδίαν μου εἰς λόγους πονηρίας, τοῦ προφασίζεσθαι προφάσεις ἐν ἁμαρτίαις. Σὺν ἀνθρώποις ἐργαζομένοις τὴν ἀνομίαν, καὶ οὐ μὴ συνδυάσω μετὰ τῶν ἐκλεκτῶν αὐτῶν. Παιδεύσει με δίκαιος ἐν ἐλέει καὶ ἐλέγξει με, ἔλαιον δὲ ἁμαρτωλοῦ μὴ λιπανάτω τὴν κεφαλήν μου. Ὅτι ἔτι καὶ ἡ προσευχή μου ἐν ταῖς εὐδοκίαις αὐτῶν· κατεπόθησαν ἐχόμενα πέτρας οἱ κριταὶ αὐτῶν. Ἀκούσονται τὰ ῥήματά μου, ὅτι ἡδύνθησαν ὡσεὶ πάχος γῆς ἐῤῥάγη ἐπὶ τῆς γῆς, διεσκορπίσθη τὰ ὀστᾶ αὐτῶν παρὰ τὸν ᾅδην. Ὅτι πρὸς σέ, Κύριε Κύριε, οἱ ὀφθαλμοὶ μου· ἐπὶ σοὶ ἤλπισα, μὴ ἀντανέλῃς τὴν ψυχήν μου. Φύλαξόν με ἀπὸ παγίδος, ἧς συνεστήσαντό μοι, καὶ ἀπὸ σκανδάλων τῶν ἐργαζομένων τὴν ἀνομίαν. Πεσοῦνται ἐν ἀμφιβλήστρῳ αὐτῶν οἱ ἁμαρτωλοί· κατὰ μόνας εἰμὶ ἐγώ, ἕως ἂν παρέλθω.

       

Ψαλμὸς ρμα΄ (141) Φωνῇ μου πρὸς Κύριον ἐκέκραξα, φωνῇ μου πρὸς Κύριον ἐδεήθην. Ἐκχεῶ ἐναντίον αὐτοῦ τὴν δέησίν μου, τὴν θλῖψίν μου ἐνώπιον αὐτοῦ ἀπαγγελῶ. Ἐν τῷ ἐκλείπειν ἐξ ἐμοῦ τὸ πνεῦμά μου, καὶ σὺ ἔγνως τὰς τρίβους μου. Ἐν ὁδῷ ταύτῃ, ᾗ ἐπορευόμην, ἔκρυψαν παγίδα μοι. Κατενόουν εἰς τὰ δεξιά καὶ ἐπέβλεπον, καὶ οὐκ ἦν ὁ ἐπιγινώσκων με. Ἀπώλετο φυγὴ ἀπ' ἐμοῦ, καὶ οὐκ ἔστιν ὁ ἐκζητῶν τὴν ψυχήν μου. Ἐκέκραξα πρὸς σέ, Κύριε· εἶπα· Σὺ εἶ ἡ ἐλπίς μου, μερίς μου εἶ, ἐν γῇ ζώντων. Πρόσχες πρὸς τὴν δέησίν μου, ὅτι ἐταπεινώθην σφόδρα.

       

Γεωργιοσ Καραγιαννακησ - Παρακλητικη

1


Π αρασκε υη - Α΄ Η χοσ

  

Ῥῦσαί με ἐκ τῶν καταδιωκόντων με, ὅτι ἐκραταιώθησαν ὑπὲρ ἐμέ. Ἐξάγαγε ἐκ φυλακῆς τὴν ψυχήν μου τοῦ ἐξομολογήσασθαι τῷ ὀνόματί σου. Ἐμὲ ὑπομενοῦσι δίκαιοι, ἕως οὐ ἀνταποδῷς μοι.

 

Ψαλμὸς ρκθ΄ (129) Ἐκ βαθέων ἐκέκραξά σοι, Κύριε Κύριε, εἰσάκουσον τῆς φωνῆς μου. Γενηθήτω τὰ ὦτά σου προσέχοντα εἰς τὴν φωνὴν τῆς δεήσεώς μου. Από του επομένου στίχου επισυνάπτονται τα στιχηρά

Στιχηρὰ Προσόμοια Σταυρώσιμα Τῶν οὐρανίων ταγμάτων 1. Ἐὰν ἀνομίας παρατηρήσῃς, Κύριε Κύριε, τίς ὑποστήσεται; ὅτι παρὰ σοὶ ὁ ἱλασμὸς ἐστιν. Ξύλῳ μὲν πρὶν ὁ προπάτωρ, θανάτου γεύεται, ξύλῳ δὲ νῦν τιμίῳ, πᾶς πιστὸς ἐκλυτροῦται, θανάτου καταδίκης· πᾶσα πνοή, ἀνυμνοῦντες δοξάσωμεν, τὸν Σταυρωθέντα βουλήσει ὑπὲρ ἡμῶν, καὶ φωτίσαντα τὰ πέρατα. (ή στιχηρό από το Μηναίο) 2. Ἕνεκεν τοῦ ὀνόματός σου ὑπέμεινά σε, Κύριε· ὑπέμεινεν ἡ ψυχή μου εἰς τὸν λόγον σου, ἤλπισεν ἡ ψυχή μου ἐπὶ τὸν Κύριον. Πεπωρωμένος καρδίαν, καὶ λογισμοῖς πονηροῖς, ἀπεγνωσμένος ὅλος, καὶ κατακεκριμένος, ὑπάρχων ἐκβοῶ σοι· Λόγε Θεοῦ, τὰ κρυφῆ μοι ἐγκλήματα, καὶ τὰς ἀτάκτους κινήσεις τῶν λογισμῶν, καταπράϋνον ὡς εὔσπλαγχνος. (ή στιχηρό από το Μηναίο) Ἔτερα Στιχηρὰ τῆς Θεοτόκου, ὅμοια 3. Ἀπὸ φυλακῆς πρωΐας μέχρι νυκτός, ἀπὸ φυλακῆς πρωΐας ἐλπισάτω Ἰσραὴλ ἐπὶ τὸν Κύριον. Σὲ σωτηρίαν μου πάντοτε, ἐπιγράφομαι, ἐν σοὶ θαρρῶ σωθῆναι, Παναγία Παρθένε· ἐκ πάσης οὖν με βλάβης, φθορᾶς καὶ παθῶν, ἀνελπίστου κακίας τε, καὶ ἐξαιρέτως ἐκ γνώμης ἀνηλεοῦς, φιλαργύρου τε ἐξάρπασον. (ή στιχηρό από το Μηναίο) 4. Ὅτι παρὰ τῷ Κυρίῳ τὸ ἔλεος, καὶ πολλὴ παρ' αὐτῷ λύτρωσις, καὶ αὐτὸς λυτρώσεται τὸν Ἰσραὴλ ἐκ πασῶν τῶν ἀνομιῶν αὐτοῦ. (στιχηρό από το Μηναίο) Ψαλμὸς ριϛ΄ (116) 5. Αἰνεῖτε τὸν Κύριον, πάντα τὰ ἔθνη, ἐπαινέσατε αὐτόν, πάντες οἱ λαοί. (στιχηρό από το Μηναίο) 6. Ὅτι ἐκραταιώθη τὸ ἔλεος αὐτοῦ ἐφ' ἡμᾶς, καὶ ἡ ἀλήθεια τοῦ Κυρίου μένει εἰς τὸν αἰῶνα. (στιχηρό από το Μηναίο) Δόξα... Καὶ νῦν... Σταυροθεοτοκίον (Από το Μηναίο.)

2

Γεωργιοσ Καραγιαννακησ - Παρακλητικη


Π αρασκε υη - Α΄ Η χοσ

(Είσοδος δεν γίνεται, αλλά ευθύς χύμα το) Φῶς ἱλαρὸν ἁγίας δόξης, ἀθανάτου Πατρός, οὐρανίου, ἁγίου, μάκαρος, Ἰησοῦ Χριστέ, ἐλθόντες ἐπὶ τὴν ἡλίου δύσιν, ἰδόντες φῶς ἑσπερινόν, ὑμνοῦμεν Πατέρα, Υἱόν, καὶ ἅγιον Πνεῦμα, Θεόν. Ἄξιόν σε ἐν πᾶσι καιροῖς ὑμνεῖσθαι φωναῖς αἰσίαις, Υἱὲ Θεοῦ, ζωὴν ὁ διδούς· διὸ ὁ κόσμος σὲ δοξάζει.

Ἑσπέρας προκείμενον.

ΠΡΟΚΕΙΜΕΝΟΝ

Τῇ Πέμπτῃ ἑσπέρας Ἦχος πλ. β΄. Ψαλμός ρκ΄ (120). Ἡ βοήθειά μου παρὰ Κυρίου, τοῦ ποιήσαντος τὸν οὐρανὸν καὶ τὴν γῆν. Ἡ βοήθειά μου παρὰ Κυρίου, τοῦ ποιήσαντος τὸν οὐρανὸν καὶ τὴν γῆν. στίχ. Ἦρα τους ὀφθαλμούς μου εἰς τὰ ὄρη, ὅθεν ἥξει ἡ βοήθειά μου. Ἡ βοήθειά μου παρὰ Κυρίου, τοῦ ποιήσαντος τὸν οὐρανὸν καὶ τὴν γῆν. (Μετά το προκείμενον ευθύς χύμα το)        

Καταξίωσον, Κύριε, ἐν τῇ ἑσπέρᾳ ταύτῃ ἀναμαρτήτους φυλαχθῆναι ἡμᾶς. Εὐλογητὸς εἶ, Κύριε, ὁ Θεὸς τῶν πατέρων ἡμῶν, καὶ αἰνετὸν καὶ δεδοξασμένον τὸ ὄνομά σου εἰς τοὺς αἰῶνας. Ἀμήν. Γένοιτο, Κύριε, τὸ ἔλεός σου ἐφ' ἡμᾶς, καθάπερ ἠλπίσαμεν ἐπὶ σέ. Εὐλογητὸς εἶ, Κύριε· δίδαξόν με τὰ δικαιώματά σου. Εὐλογητὸς εἶ, Δέσποτα· συνέτισον με τὰ δικαιώματά σου. Εὐλογητὸς εἶ, Ἅγιε· φώτισόν με τοῖς δικαιώμασί σου. Κύριε, τὸ ἔλεός σου εἰς τὸν αἰῶνα· τὰ ἔργα τῶν χειρῶν σου μὴ παρίδῃς. Σοὶ πρέπει αἶνος, σοὶ πρέπει ὕμνος, σοὶ δόξα πρέπει, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

ΠΛΗΡΩΤΙΚΑ Πληρώσωμεν τὴν ἑωθινὴν δέησιν ἡμῶν τῷ Κυρίῳ Κύριε ἐλέησον. Ἀντιλαβοῦ, σῶσον... Κύριε ἐλέησον. Τὴν ἑσπέραν πᾶσαν... Παράσχου Κύριε. (μετά από κάθε δέηση) ... Τῆς Παναγίας, ἀχράντου... Σοί, Κύριε. Ὅτι ἀγαθὸς καὶ φιλάνθρωπος Θεὸς ὑπάρχεις...Ἀμήν. Εἰρήνη πᾶσι. Καὶ τῷ πνεύματί σου. Τὰς κεφαλὰς ἡμῶν τῷ Κυρίῳ κλίνωμεν. Σοί, Κύριε. (Η ευχή της κεφαλοκλισίας μυστικώς: Κύριε ὁ Θεὸς ἡμῶν...) Εἴη τὸ κράτος τῆς βασιλείας σου... Ἀμήν.

Γεωργιοσ Καραγιαννακησ - Παρακλητικη

3


Π αρασκε υη - Α΄ Η χοσ

ΑΠΟΣΤΙΧΑ Στιχηρὰ Σταυρώσιμα Σταυρὸς κατεπάγη ἐν Κρανίῳ, καὶ ἤνθησεν ἡμῖν ἀθανασίαν, ἐκ πηγῆς ἀενάου, τῆς πλευρᾶς τοῦ Σωτῆρος. στίχ. Πρὸς σὲ ᾖρα τοὺς ὀφθαλμούς μου τὸν κατοικοῦντα ἐν τῷ οὐρανῷ. Ἰδού ὡς ὀφθαλμοὶ δούλων εἰς χεῖρας τῶν κυρίων αὐτῶν, ὡς ὀφθαλμοὶ παιδίσκης εἰς χεῖρας τῆς κυρίας αὐτῆς, οὕτως οἱ ὀφθαλμοὶ ἡμῶν πρὸς Κύριον τὸν Θεὸν ἡμῶν, ἕως οὗ οἰκτειρῆσαι ἡμᾶς. Ἄρρηκτον τεῖχος ἡμῖν ἐστιν, ὁ τίμιος Σταυρὸς ὁ τοῦ Σωτῆρος· ἐν αὐτῷ γὰρ πεποιθότες, σῳζόμεθα πάντες. Μαρτυρικὸν στίχ. Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, ὅτι ἐπὶ πολὺ ἐπλήσθημεν ἐξουδενώσεως, ἐπὶ πλεῖον ἐπλήσθη ἡ ψυχὴ ἡμῶν. Τὸ ὄνειδος τοῖς εὐθηνοῦσι καὶ ἡ ἐξουδένωσις τοῖς ὑπερηφάνοις. Τῇ πρεσβείᾳ Κύριε, πάντων τῶν Ἁγίων, καὶ τῆς Θεοτόκου, τὴν σὴν εἰρήνην δὸς ἡμῖν, καὶ ἐλέησον ἡμᾶς, ὡς μόνος οἰκτίρμων. Δόξα... Καὶ νῦν...Σταυροθεοτοκίον (Από το Μηναίο. Εάν δεν έχει το Μηναίο, το κάτωθι) Πανεύφημοι Μάρτυρες Τὴν γεῦσιν τὴν πάλαι τοῦ Ἀδάμ, τὴν πικρὰν ἐγλύκανας, χολὴν καὶ ὄξος γευσάμενος τέκνον γλυκύτατον, ὑψωθεὶς ἐν ξύλῳ, ὡς κριτὸς ὁ Δίκαιος· διό με φαρμαχθεῖσαν τῷ πάθει σου, γλύκανον Δέσποτα, ἀναστὰς ὡς Παντοδύναμος, ἡ Παρθένος ἔλεγε δακρύουσα. Νῦν ἀπολύεις τὸν δοῦλόν σου, Δέσποτα, κατὰ τὸ ῥῆμά σου, ἐν εἰρήνῃ· ὅτι εἶδον οἱ ὀφθαλμοί μου τὸ σωτήριόν σου, ὃ ἡτοίμασας κατὰ πρόσωπον πάντων τῶν λαῶν, φῶς εἰς ἀποκάλυψιν ἐθνῶν καὶ δόξαν λαοῦ σου Ἰσραήλ.

ΤΡΙΣΑΓΙΟΝ Ἅγιος ὁ Θεός, ἅγιος ἰσχυρός, ἅγιος ἀθάνατος ἐλέησον ἡμᾶς (γ΄). Δόξα... Καὶ νῦν... Παναγία Τριάς, ἐλέησον ἡμᾶς. Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τὰς ἀνομίας ἡμῖν. Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν, ἕνεκεν του ὀνόματός σου. Κύριε ἐλέησον, Κύριε ἐλέησον, Κύριε ἐλέησον. Δόξα... Καὶ νῦν... Πάτερ ἡμῶν, ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου, ἐλθέτω ἡ βασιλεία σου, γενηθήτω τὸ θέλημά σου ὡς ἐν οὐρανῷ καὶ ἐπί τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν, καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ. Ὅτι σοῦ ἐστιν ἡ βασιλεία... Ἀμήν.

4

Γεωργιοσ Καραγιαννακησ - Παρακλητικη


Π αρασκε υη - Α΄ Η χοσ

ΑΠΟΛΥΤΙΚΙΑ 1. Εάν η ακολουθία του Μηναίου έχει έστω και ένα δοξαστικό στον εσπερινό, ψάλλεται το απολυτίκιο του Μηναίου, Δόξα... Και νυν... το ομόηχο θεοτόκιο των απολυτικίων. 2. Εάν στο Μηναίο υπάρχουν δύο άγιοι, ψάλλεται το απολυτίκιο του αγίου που έχει δοξαστικό. Εάν έχουν και οι δύο δοξαστικά, ψάλλεται το του ενός, Δόξα... το του ετέρου, Και νυν... το ομόηχο θεοτόκιο των απολυτικίων. Θεοτόκια ἀπολυτίκια Σταυροθεοτοκίον Ἦχος α΄ Οἱ τὴν σὴν προστασίαν κεκτημένοι, ἄχραντε, καὶ ταὶς σαῖς ἱκεσίαις τῶν δεινῶν ἐκλυτρούμενοι, τῶ Σταυρῶ τοῦ Υἱοῦ σου ἐν παντὶ φρουρούμενοι, κατὰ χρέος σὲ πάντες εὐσεβῶς μεγαλύνομεν. Σταυροθεοτοκίον Ἦχος β΄ Ὑπερδεδοξασμένη ὑπάρχεις, Θεοτόκε Παρθένε, ὑμνούμέν σε· διὰ γὰρ τοῦ Σταυροῦ τοῦ Υἱοῦ σου κατεβλήθη ὁ ἅδης καὶ ὁ θάνατος τέθνηκε· νεκρωθέντες ἀνέστημεν, καὶ ζωῆς ἠξιώθημεν· τὸν παράδεισον ἐλάβομεν, τὴν ἀρχαίαν ἀπόλαυσιν· διὸ εὐχαριστοῦντες δοξολογοῦμεν ὡς κραταιὸν Χριστὸν τὸν Θεὸν ἡμῶν καὶ μόνον πολυέλεον. Σταυροθεοτοκίον Ἦχος γ΄ Ῥάβδον δυνάμεως κεκτημένοι τὸν Σταυρὸν τοῦ Υἱοῦ σου, Θεοτόκε, ἐν αὐτῷ καταβάλλομεν τῶν ἐχθρῶν τὰ φρυάγματα οἱ πόθω σὲ ἀπαύστως μεγαλύνοντες. Σταυροθεοτοκίον Ἦχος δ΄ Παρθένε πανάμωμε, Μήτηρ Χριστοῦ τοῦ Θεοῦ, ῥομφαία διῆλθέ σου τὴν παναγίαν ψυχήν, ἡνίκα σταυρούμενον ἔβλεψας ἑκουσίως τὸν Υἱὸν καὶ Θεόν σου· ὃνπὲρ εὐλογημένη, δυσωποῦσα μὴ παύση συγχώρησιν πταισμάτων ἡμῖν δωρήσασθαι. Σταυροθεοτοκίον Ἦχος πλ. α΄ Τῶ Σταυρῶ τοῦ Υἱοῦ σου, Θεοχαρίτωτε, τῶν εἰδώλων ἡ πλάνη πᾶσα κατήργηται καὶ τῶν δαιμόνων ἡ ἰσχὺς καταπεπάτηται· διὰ τοῦτο οἱ πιστοί κατὰ χρέος σὲ ἀεί ὑμνοῦμεν καὶ εὐλογοῦμεν, καὶ Θεοτόκον κυρίως ὁμολογοῦντες μεγαλύνομεν. Σταυροθεοτοκίον Ἦχος πλ. β΄ Θεοτόκε Παρθένε, ἱκέτευε τὸν Υἱόν σου, τὸν ἑκουσίως προσπαγέντα ἐν Σταυρῷ, καὶ τὸν κόσμον ἐκ πλάνης ἐλευθερώσαντα, Χριστὸν τὸν Θεὸν ἡμῶν, τοῦ ἐλεῆσαι τάς ψυχὰς ἡμῶν. Σταυροθεοτοκίον Ἦχος Βαρὺς Τὸν σταυρωθέντα ὑπὲρ ἡμῶν, Χριστὸν τὸν Θεόν, καὶ καθελόντα τοῦ θανάτου τὸ κράτος, ἀπαύστως ἱκέτευε, Θεοτόκε Παρθένε, ἵνα σώσῃ τὰς ψυχὰς ἡμῶν. Σταυροθεοτοκίον Ἦχος πλ. δ΄ Τὸν ἀμνὸν καὶ ποιμένα καὶ Σωτῆρα τοῦ κόσμου ἐν τῷ Σταυρῶ θεωροῦσα ἡ τεκοῦσα, ἔλεγε δακρύουσα· ὁ μὲν κόσμος ἀγάλλεται, δεχόμενος τὴν λύτρωσιν, τὰ δὲ σπλάγχνα μου φλέγονται, ὁρώσης σου τὴν σταύρωσιν, ἣν ὑπὲρ πάντων ὑπομένεις, ὁ Υἱὸς καὶ Θεός μου. 3. Εάν η ακολουθία του Μηναίου στερείται δοξαστικού, ψάλλεται το απολυτίκιο της ημέρας της εβδομάδος με το ομόηχο θεοτόκιο των απολυτικίων. Ἀπολυτίκιον τοῦ Σταυροῦ Ἦχος α΄ Σῶσον, Κύριε, τὸν λαόν σου καὶ εὐλόγησον τὴν κληρονομίαν σου, νίκας τοῖς βασιλεῦσι κατὰ βαρβάρων δωρούμενος καὶ τὸ σὸν φυλάττων διὰ τοῦ Σταυροῦ σου πολίτευμα. Δόξα... Καὶ νῦν... ΣταυροΘεοτοκίον Οἱ τὴν σὴν προστασίαν...

Γεωργιοσ Καραγιαννακησ - Παρακλητικη

5


Π αρασκε υη - Α΄ Η χοσ

4. Σε ορισμένες μνήμες αποστόλων ή προφητών, λέγονται τα αρχαία απολυτίκια αυτών, επειδή στερούνται δοξαστικού. Ἀπολυτίκιον εἰς ἀπόστολον Ἦχος γ΄ Ἀπόστολε ἅγιε (...), πρέσβευε τῷ ἐλεήμονι Θεῷ, ἵνα πταισμάτων ἄφεσιν, παράσχῃ ταῖς ψυχαῖς ἡμῶν. ή ἐὰν εἶναι εὐαγγελιστής Ἀπόστολε ἅγιε καὶ ἐυαγγελιστὰ (...), πρέσβευε... Δόξα... Καὶ νῦν... Σταυροθεοτοκίον Ῥάβδον δυνάμεως κεκτημένοι... Ἀπολυτίκιον εἰς προφήτην Ἦχος β΄ Τοῦ προφήτου σου (...) τὴν μνήμην Κύριε ἑορτάζοντες, δι᾿ αὐτοῦ σὲ δυσωποῦμεν· σῶσον τὰς ψυχὰς ἡμῶν. Δόξα... Καὶ νῦν... Σταυροθεοτοκίον Ὑπερδεδοξασμένη ὑπάρχεις...

6

Γεωργιοσ Καραγιαννακησ - Παρακλητικη


Π αρασκε υη - Α΄ Η χοσ

Ορθροσ ΘΕΟΣ ΚΥΡΙΟΣ - ΑΠΟΛΥΤΙΚΙΑ (Το Θεός Κύριος στον ήχο του απολυτικίου) Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν· εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου. στίχ. Ἐξομολογεῖσθε τῷ Κυρίω, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ. Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν... στίχ. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με, καὶ τῷ ὀνόματι Κυρίου ἤμυνάμην αὐτούς. Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν... στίχ. Παρὰ Κυρίου ἐγένετο αὕτη, καὶ ἔστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν. Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν... 1. Εάν η ακολουθία του Μηναίου έχει έστω και ένα δοξαστικό στον εσπερινό, ψάλλεται το απολυτίκιο του Μηναίου, Δόξα... το ίδιο, Και νυν... το ομόηχο θεοτόκιο των απολυτικίων. 2. Εάν στο Μηναίο υπάρχουν δύο άγιοι, ψάλλεται το απολυτίκιο του αγίου που έχει δοξαστικό. Εάν έχουν και οι δύο δοξαστικά, ψάλλεται το του ενός, Δόξα... το του ετέρου, Και νυν... το ομόηχο θεοτόκιο των απολυτικίων. Εἰς τό Θεὸς Κύριος Θεοτόκια Σταυροθεοτοκίον Ἦχος α΄ Οἱ τὴν σὴν προστασίαν κεκτημένοι, ἄχραντε, καὶ ταὶς σαῖς ἱκεσίαις τῶν δεινῶν ἐκλυτρούμενοι, τῶ Σταυρῶ τοῦ Υἱοῦ σου ἐν παντὶ φρουρούμενοι, κατὰ χρέος σὲ πάντες εὐσεβῶς μεγαλύνομεν. Σταυροθεοτοκίον Ἦχος β΄ Ὑπερδεδοξασμένη ὑπάρχεις, Θεοτόκε Παρθένε, ὑμνούμέν σε· διὰ γὰρ τοῦ Σταυροῦ τοῦ Υἱοῦ σου κατεβλήθη ὁ ἅδης καὶ ὁ θάνατος τέθνηκε· νεκρωθέντες ἀνέστημεν, καὶ ζωῆς ἠξιώθημεν· τὸν παράδεισον ἐλάβομεν, τὴν ἀρχαίαν ἀπόλαυσιν· διὸ εὐχαριστοῦντες δοξολογοῦμεν ὡς κραταιὸν Χριστὸν τὸν Θεὸν ἡμῶν καὶ μόνον πολυέλεον. Σταυροθεοτοκίον Ἦχος γ΄ Ῥάβδον δυνάμεως κεκτημένοι τὸν Σταυρὸν τοῦ Υἱοῦ σου, Θεοτόκε, ἐν αὐτῷ καταβάλλομεν τῶν ἐχθρῶν τὰ φρυάγματα οἱ πόθω σὲ ἀπαύστως μεγαλύνοντες. Σταυροθεοτοκίον Ἦχος δ΄ Παρθένε πανάμωμε, Μήτηρ Χριστοῦ τοῦ Θεοῦ, ῥομφαία διῆλθέ σου τὴν παναγίαν ψυχήν, ἡνίκα σταυρούμενον ἔβλεψας ἑκουσίως τὸν Υἱὸν καὶ Θεόν σου· ὃνπὲρ εὐλογημένη, δυσωποῦσα μὴ παύση συγχώρησιν πταισμάτων ἡμῖν δωρήσασθαι. Σταυροθεοτοκίον Ἦχος πλ. α΄ Τῶ Σταυρῶ τοῦ Υἱοῦ σου, Θεοχαρίτωτε, τῶν εἰδώλων ἡ πλάνη πᾶσα κατήργηται καὶ τῶν δαιμόνων ἡ ἰσχὺς καταπεπάτηται· διὰ τοῦτο οἱ πιστοί κατὰ χρέος σὲ ἀεί ὑμνοῦμεν καὶ εὐλογοῦμεν, καὶ Θεοτόκον κυρίως ὁμολογοῦντες μεγαλύνομεν. Σταυροθεοτοκίον Ἦχος πλ. β΄ Θεοτόκε Παρθένε, ἱκέτευε τὸν Υἱόν σου, τὸν ἑκουσίως προσπαγέντα ἐν Σταυρῷ, καὶ τὸν κόσμον ἐκ πλάνης ἐλευθερώσαντα, Χριστὸν τὸν Θεὸν ἡμῶν, τοῦ ἐλεῆσαι τάς ψυχὰς ἡμῶν. Σταυροθεοτοκίον Ἦχος Βαρὺς Τὸν σταυρωθέντα ὑπὲρ ἡμῶν, Χριστὸν τὸν Θεόν, καὶ καθελόντα τοῦ θανάτου τὸ κράτος, ἀπαύστως ἱκέτευε, Θεοτόκε Παρθένε, ἵνα σώσῃ τὰς ψυχὰς ἡμῶν. Σταυροθεοτοκίον Ἦχος πλ. δ΄ Τὸν ἀμνὸν καὶ ποιμένα καὶ Σωτῆρα τοῦ κόσμου ἐν τῷ Σταυρῶ θεωροῦσα ἡ τεκοῦσα, ἔλεγε δακρύουσα· ὁ μὲν κόσμος ἀγάλλεται, δεχόμενος τὴν λύτρωσιν, τὰ δὲ σπλάγχνα μου φλέγονται, ὁρώσης σου τὴν σταύρωσιν, ἣν ὑπὲρ πάντων ὑπομένεις, ὁ Υἱὸς καὶ Θεός μου. 3. Εάν η ακολουθία του Μηναίου στερείται δοξαστικού, ψάλλεται το απολυτίκιο της ημέρας της εβδομάδος με το οικείο α΄ ομόηχο θεοτόκιο της ημέρας. Ἀπολυτίκιον τοῦ Σταυροῦ Γεωργιοσ Καραγιαννακησ - Παρακλητικη

7


Π αρασκε υη - Α΄ Η χοσ

Ἦχος α΄ Σῶσον, Κύριε, τὸν λαόν σου καὶ εὐλόγησον τὴν κληρονομίαν σου, νίκας τοῖς βασιλεῦσι κατὰ βαρβάρων δωρούμενος καὶ τὸ σὸν φυλάττων διὰ τοῦ Σταυροῦ σου πολίτευμα. Δόξα... Σῶσον, Κύριε, τὸν λαόν σου... Καὶ νῦν... Σταυροθεοτοκίον Οἱ τὴν σὴν προστασίαν... 4. Σε ορισμένες μνήμες αποστόλων ή προφητών, λέγονται τα αρχαία απολυτίκιά τους, επειδή στερούνται δοξαστικού. Ἀπολυτίκιον εἰς ἀπόστολον Ἦχος γ΄ Ἀπόστολε ἅγιε (...), πρέσβευε τῷ ἐλεήμονι Θεῷ, ἵνα πταισμάτων ἄφεσιν, παράσχῃ ταῖς ψυχαῖς ἡμῶν. ή ἐὰν εἶναι εὐαγγελιστής Ἀπόστολε ἅγιε καὶ ἐυαγγελιστὰ (...), πρέσβευε... Δόξα... Ἀπόστολε ἅγιε... Καὶ νῦν... Σταυροθεοτοκίον Ῥάβδον δυνάμεως κεκτημένοι... Ἀπολυτίκιον εἰς προφήτην Ἦχος β΄ Τοῦ προφήτου σου (...) τὴν μνήμην Κύριε ἑορτάζοντες, δι᾿ αὐτοῦ σὲ δυσωποῦμεν· σῶσον τὰς ψυχὰς ἡμῶν. Δόξα... Τοῦ προφήτου σου... Καὶ νῦν... Σταυροθεοτοκίον Ὑπερδεδοξασμένη ὑπάρχεις... Μικρή Συναπτή Ἔτι καὶ ἔτι... Κύριε, ἐλέησον Ἀντιλαβοῦ, σῶσον...Κύριε, ἐλέησον Τῆς Παναγίας, ἀχράντου... Σοί, Κύριε. Ὅτι Σὸν τὸ κράτος... Ἀμήν. ΚΑΘΙΣΜΑΤΑ Μετὰ τὴν α΄ στιχολογίαν Σταυρώσιμα Σῶσον Κύριε τὸν λαόν σου, καὶ εὐλόγησον τὴν κληρονομίαν σου, νίκας τοῖς βασιλεῦσι, κατὰ βαρβάρων δωρούμενος, καὶ τὸ σὸν φυλάττων, διὰ τοῦ Σταυροῦ σου πολίτευμα.    

στιχ. Ὑψοῦτε Κύριον τὸν Θεὸν ἡμῶν καὶ προσκυνεῖτε τῷ ὑποποδίῳ τῶν ποδῶν αὐτοῦ, ὅτι ἅγιός ἐστι. Σταυρωθέντος σου Χριστέ, ἀνῃρέθη ἡ τυραννίς, ἐπατήθη ἡ δύναμις τοῦ ἐχθροῦ· οὔτε γὰρ Ἄγγελος, οὐκ ἄνθρωπος, ἀλλ' αὐτὸς ὁ Κύριος, ἔσωσας ἡμᾶς· δόξα σοι. Δόξα... Καὶ νῦν... Σταυροθεοτοκίον Τὸν τάφον σου Σωτὴρ Σταυρῷ σου τοὺς ἐχθρούς, τροπωσάμενος Σῶτερ, διάλυσον αὐτῶν, τὰς αἱρέσεις ὡς κόνιν, τὸ κέρας δὲ ἀνύψωσον, τῆς σεπτῆς Ἐκκλησίας σου· στῆσον Κύριε, τὴν καθ' ἡμῶν τούτων ζάλην, καὶ εἰρήνευσον, τῶν ὀρθοδόξων τὰ πλήθη, εὐχαῖς τῆς Τεκούσης σε. Μετα τὴν β΄ Στιχολογίαν

Σταυρώσιμα Τοῦ λίθου σφραγισθέντος Τοῦ Σταυροῦ σου τὸ ξύλον, προσκυνοῦμεν φιλάνθρωπε, ὅτι ἐν αὐτῷ προσηλώθης, ἡ ζωὴ τῶν ἁπάντων. Παράδεισον ἠνέῳξας Σωτήρ, τῷ πίστει προσελθόντι σοι λῃστῇ, καὶ τρυφῆς κατηξιώθη, ὁμολογῶν σοι, Μνήσθητί μου Κύριε. Δέξαι ὥσπερ ἐκεῖνον καὶ ἡμᾶς, κραυγάζοντας· Ἡμάρτομεν πάντες, τῇ εὐσπλαγχνίᾳ σου, μὴ ὑπερίδῃς ἡμᾶς.

8

Γεωργιοσ Καραγιαννακησ - Παρακλητικη


Π αρασκε υη - Α΄ Η χοσ

Τὸν τάφον σου Σωτὴρ στιχ. Ὁ δὲ Θεὸς βασιλεὺς ἡμῶν πρὸ αἰώνων, εἰργάσατο σωτηρίαν ἐν μέσῳ τῆς γῆς. Τὸ ὅπλον τοῦ Σταυροῦ, ἐν πολέμοις ἐδείχθη, ποτὲ τῷ εὐσεβεῖ, βασιλεῖ Κωνσταντίνῳ, ἀήττητον τρόπαιον, κατ΄ ἐχθρῶν διὰ πίστεως. Τοῦτο τρέμουσιν αἱ ἐναντίαι δυνάμεις. Τοῦτο γέγονε, καὶ τῶν πιστῶν σωτηρία, καὶ Παύλου τὸ καύχημα. Δόξα... Καὶ νῦν... Σταυροθεοτοκίον, ὅμοιον Ὁρῶσά σε νεκρόν καὶ γυμνὸν ἐπὶ ξύλου, τιτρώσκομαι δεινῶς, καὶ δονοῦμαι τὰ σπλάγχνα, Υἱέ μου ὑπεράγαθε, καὶ Θεὲ παντοδύναμε· ἡ Πανάμωμος, ἐν στεναγμοῖς ἀνεβόα· ἣν ὑμνήσωμεν, ὡς τοῦ Κυρίου Μητέρα, καὶ πίστει δοξάσωμεν. Μετὰ τὴν γ΄ Στιχολογίαν Σταυρώσιμα Τὸν τάφον σου Σωτὴρ Σταυρῷ προσηλωθείς, ἑκουσίως Οἰκτίρμον, ἐθέωσας ἡμῶν, τὴν φθαρεῖσαν οὐσίαν, καὶ τὸν ἀνθρωπόλεθρον, ἐθανάτωσας δράκοντα· ἀλλὰ στήριξον ὀρθοδοξίᾳ τὸν κόσμον καὶ κατάβαλε, αἱρετικῶν τὰς ἐπάρσεις, Σταυρῷ τῷ τιμίῳ σου. Μαρτυρικὸν στιχ. Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς ἁγίοις αύτοῦ. Ἀθλήσεως καύχημα, καὶ στεφανων ἀξίωμα, οἱ ἔνδοξοι Ἀθλοφόροι, περιβέβληνταί σε Κύριε· καρτερίᾳ γὰρ αἰκισμῶν, τοὺς ἀνόμους ἐτροπώσαντο, καὶ δυνάμει θεϊκῇ ἐξ οὐρανοῦ τὴν νίκην ἐδέξαντο. Αὐτῶν ταῖς ἱκεσίαις, ἐλευθέρωσον τοῦ ἀοράτου ἐχθροῦ Σωτήρ, καὶ σῶσόν με. Δόξα... Καὶ νῦν... Σταυροθεοτοκίον Τὸν τάφον σου Σωτὴρ Ἡ ἄσπιλος Ἀμνάς, τὸν Ἀμνὸν καὶ Ποιμένα, ὁρῶσα ἐν Σταυρῷ, ὡς ἀμνὸν ἐσφαγμένον, τὰς ὄψεις διεσπάραττε, καὶ θρηνοῦσα ἐφθέγγετο. Ὢ τολμήματος τῶν μιαιφόνων Ἑβραίων, καὶ τῆς θείας σου, μακροθυμίας, Υἱέ μου! καὶ γὰρ θέλων πέπονθας.                    

Ψαλμὸς ν΄ (50) χύμα Ελέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἐλεός σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου. Ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μού ἐστι διὰ παντός. Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα, ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε. Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ καὶ καθαρισθήσομαι· πλυνεῖς με καὶ ὑπὲρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην· ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοὶ, ὁ Θεός καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψης μὲ ἀπὸ τοῦ προσώπου σου καὶ τὸ Πνεῦμα σου τὸ ἅγιον μὴ ἀντανέλῃς ἀπ' ἐμοῦ. Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τὰς ὁδούς σου καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι. Ῥύσαί με ἐξ αἱμάτων, ὁ Θεός, ὁ Θεὸς τῆς σωτηρίας μου· ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου. Κύριε, τὰ χείλη μου ἀνοίξεις καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου. Ὅτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσία τῷ Θεῷ πνεῦμα συντετριμμένον· καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει. Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιὼν καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ. Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καὶ ὁλοκαυτώματα. Τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους. Γεωργιοσ Καραγιαννακησ - Παρακλητικη

9


Π αρασκε υη - Α΄ Η χοσ

ΚΑΝΟΝΕΣ ᾨδὴ α΄ - Κανὼν Σταυρώσιμος Ὁ Εἱρμὸς 1. »Τῷ βοηθήσαντι Θεῷ, ἐν Αἰγύπτῳ τῷ Μωσῇ, καὶ δι' αὐτοῦ τὸν Φαραώ, πανστρατιᾷ βυθίσαντι, ἐπινίκιον ᾠδὴν ᾄσωμεν· Ὅτι δεδόξασται. Τροπάρια στίχ. Δόξα σοι, ὁ Θεὸς ἡμῶν δόξα σοι. 2. Παθεῖν ἠνέσχου δι' ἡμᾶς, ὁ τῇ φύσει ἀπαθής, καὶ σταυρωθεὶς μετὰ λῃστῶν, τὸν ἀρχέκακον ἐχθρόν, ἐθανάτωσας Λόγε καὶ ἔσωσας, τοὺς ἀνυμνοῦντάς σε. στίχ. Δόξα σοι, ὁ Θεὸς ἡμῶν δόξα σοι. 3. Ἀνατολὴ ἀνατολῶν, χρηματίζων πρὸς δυσμάς, τῆς ἀπωσμένης Ἰησοῦ, ἦλθες φύσεως ἡμῶν, ὃν ὁ ἥλιος βλέπων κρεμάμενον, τὸ φῶς συνέστειλεν. Μαρτυρικὰ στιχ. Ἃγιοι τοῦ Θεοῦ, πρεσβεύσατε ὑπέρ ἡμῶν. 4. Θάνατον πρόξενον ζωῆς, αἰωνίου Ἀθληταί, ἀνταλλαξάμενοι καλῶς, Βασιλείας οὐρανῶν ἠξιώθητε· ὅθεν δοξάζεσθε, καὶ μακαρίζεσθε. στιχ. Ἃγιοι τοῦ Θεοῦ, πρεσβεύσατε ὑπέρ ἡμῶν. 5. Οἱ τὰ παθήματα Χριστοῦ, μιμησάμενοι καλῶς, πάθη ἰᾶσθε τῶν βροτῶν, χειρουργίᾳ μυστικῇ, καὶ διώκετε λόγῳ τὰ πνεύματα, ἅγιοι Μάρτυρες. Σταυροθεοτοκίον στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς. 6. Ὥσπερ ἀμνὸν ἐπὶ Σταυροῦ, καθορῶσα ἡ Ἀμνάς, ἀναρτηθέντα τὸν Χριστόν, ὀλολύζει καὶ βοᾷ· Ποῦ σου ἔδυ τὸ κάλλος Μακρόθυμε, Υἱὲ προάναρχε; (Μηναίο με δύο κανόνες, άνευ ειρμών, εις 8) ᾨδὴ α΄ - Κανὼν τῆς Θεοτόκου

Τῷ βοηθήσαντι Θεῷ στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς. 7. Ἐν τῷ πελάγει τῶν δεινῶν, καὶ τῇ ζάλῃ τῶν παθῶν, κλυδωνιζόμενος ἐγώ, τὴν σὴν ἄχραντε Σεμνή, ἐπικαλοῦμαι γαλήνην, διάσωσόν με· λιμὴν γὰρ εἶ τῶν πιστῶν. στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς. 8. Προκαθαρθεῖσα τὴν ψυχήν, θείου Πνεύματος φωτί, ὅλον ἐδέξω ἐν γαστρί, τὸ ἀπαύγασμα Πατρός· διὸ τὸν ζόφον μου λῦσον, τοῦ πταίσματος, Παρθένε ἄχραντε. στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς. 9. Σὲ τὴν οὐράνιον σκηνήν, καὶ ἁγίαν κιβωτόν, ἐν ᾗ τὸν οἶκον ἑαυτοῦ, ᾠκοδόμησε Χριστός, καὶ ἱλαστήριον ἔδειξεν, εἰς σωτηρίαν, ἡμῶν μεγαλύνομεν. στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς. 10. Σὺ εἶ τοῦ γένους τῶν βροτῶν, ἀσφαλὴς καταφυγή, τεῖχος καὶ σκέπη καὶ λιμήν, καὶ προστάτις κραταιά, ἐν μοχθηροῖς τοῦ βίου, Πανύμνητε, θεογεννήτρια. (Μηναίο με ένα κανόνα, άνευ ειρμού, εις 4)

10

Γεωργιοσ Καραγιαννακησ - Παρακλητικη


Π αρασκε υη - Α΄ Η χοσ

ᾨδὴ γ΄ - Κανὼν Σταυρώσιμος Ὁ Εἱρμὸς 1. »Στερεωθήτω ἡ καρδία μου, εἰς τὸ θέλημά σου Χριστὲ ὁ Θεός, ὁ ἐφ' ὑδάτων οὐρανόν, στερεώσας τὸν δεύτερον, καὶ ἑδράσας ἐν τοῖς ὕδασι, τὴν γῆν Παντοδύναμε. Τροπάρια στίχ. Δόξα σοι, ὁ Θεὸς ἡμῶν δόξα σοι. 2. Ἐπὶ Σταυροῦ παλάμας ἥπλωσας, καὶ δακτύλους θείους ᾑμάτωσας, ἔργον χειρῶν σου τὸν Ἀδάμ, φονικῆς χειρὸς Δέσποτα, ἐκλυτρούμενος, ὡς μόνος ἀγαθὸς καὶ φιλάνθρωπος. στίχ. Δόξα σοι, ὁ Θεὸς ἡμῶν δόξα σοι. 3. Πλευρὰν ἐνύγης λόγχῃ Δέσποτα, ἀνορθῶν πλευρᾶς τὸ ὀλίσθημα· ξύλῳ ὑψώθης τὸν ποτέ, ναυαγήσαντα ξύλου καρπῷ, πρὸς Παράδεισον εἰσάγων, σὺν Λῃστῇ τῷ εὐγνώμονι. Μαρτυρικὰ στιχ. Ἃγιοι τοῦ Θεοῦ, πρεσβεύσατε ὑπέρ ἡμῶν. 4. Τῆς Ἐκκλησίας τὰ στηρίγματα, τὰ τῆς εὐσεβείας προπύργια, τοὺς καθαιρέτας τοῦ ἐχθροῦ, τοῦ Κυρίου τοὺς Μάρτυρας, διανοίᾳ καθαρᾷ, μελῳδικῶς ἀνυμνήσωμεν. στιχ. Ἃγιοι τοῦ Θεοῦ, πρεσβεύσατε ὑπέρ ἡμῶν. 5. Οἷά περ θεῖα ὄντες κλήματα, νοητῆς ἀμπέλου οἱ Μάρτυρες, βότρυας ἤνεγκαν σαφῶς, καρτερίας προχέοντες, οἶνον πάντων τὰς καρδίας, τῶν πιστῶν κατευφραίνοντα. Σταυροθεοτοκίον στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς. 6. Εὐλογημένος τῆς κοιλίας σου, ὁ καρπὸς Παρθένε πανύμνητε, ὁ τοὺς φθαρέντας τῷ καρπῷ, διὰ ξύλου Σταυροῦ αὐτοῦ, ἀφθαρσίας καταστήσας, κοινωνοὺς θείᾳ χάριτι. (Μηναίο με δύο κανόνες, άνευ ειρμών, εις 8) ᾨδὴ γ΄ - Κανὼν τῆς Θεοτόκου

Στερέωσον Κύριε στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς. 7. Ἐν τῷ φωτὶ Δέσποινα, τῷ τοῦ Υἱοῦ σου, τὸ ζοφῶδες τῶν ἐμῶν ἀγνοημάτων, καὶ τὰ δεινὰ τῶν ἐγκλημάτων, μετὰ δακρύων σοῦ δέομαι, διασκέδασον τῇ σῇ πρεσβείᾳ. στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς. 8. Ὡς ἔχουσα Πανάχραντε, θαυμάτων ἄβυσσον, καὶ πηγὴν ἰαμάτων, ταῖς πρεσβείαις σου ἀπόσμηξον, πάντα ῥύπον τῆς ἐμῆς ψυχῆς, τὸν ἐξ ἁμαρτίας. στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς. 9. Τὸν ἄρρητον τόκον σου, Εὐλογημένη προσκυνοῦμεν, εἰς πρεσβείαν σε καλοῦντες, δυσώπησον Ἁγνὴ πάσης ἀνάγκης, λυτρωθῆναι τοὺς σὲ ἀνυμνοῦντας. στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς. 10. Ἐλπίδων σε πλήρωμα, καὶ θείαν σκέπην, προστασίαν, καὶ ἡμέραν σωτηρίας, κεκτήμεθα, Μήτηρ τοῦ Λόγου· λάμψον ἡμῖν φῶς τῆς μετανοίας. (Μηναίο με ένα κανόνα, άνευ ειρμού, εις 4) (και στο τέλος, ο ειρμός της 3ης ωδής από το Μηναίο)

Γεωργιοσ Καραγιαννακησ - Παρακλητικη

11


Π αρασκε υη - Α΄ Η χοσ

ΜΕΤΑ ΤΗΝ 3η ΩΔΗ Μικρή Συναπτή    

Ἔτι καὶ ἔτι... Κύριε, ἐλέησον Ἀντιλαβοῦ, σῶσον...Κύριε, ἐλέησον Τῆς Παναγίας, ἀχράντου... Σοί, Κύριε. Ὅτι Σὺ εἶ ὁ Θεὸς ἡμῶν... Ἀμήν. (Μεσώδια Καθίσματα από το Μηναίο -η 4η, 5η και 6η ωδή συνήθως παραλείπονταικαι στο τέλος, ο ειρμός της 6ης ωδής από το Μηναίο) ΜΕΤΑ ΤΗΝ 6η ΩΔΗ

   

Μικρή Συναπτή Ἔτι καὶ ἔτι... Κύριε, ἐλέησον Ἀντιλαβοῦ, σῶσον...Κύριε, ἐλέησον Τῆς Παναγίας, ἀχράντου... Σοί, Κύριε. Σὺ γὰρ εἶ ὁ Βασιλεὺς τῆς εἰρήνης... Ἀμήν. (Κοντάκιο και Οίκος από το Μηναίο. Εάν δεν υπάρχουν, λέμε τα κάτωθι)

Τῇ Παρασκευῇ

Τὰ καθ' ἡμέραν Κοντάκια

Κοντάκιον τοῦ Σταυροῦ Αὐτόμελον Ἦχος δ' Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ ἑκουσίως, τῇ ἐπωνύμῳ σου καινῇ πολιτείᾳ, τοὺς οἰκτιρμούς σου δώρησαι, Χριστὲ ὁ Θεὸς εὔφρανον ἐν τῇ δυνάμει σου, τοὺς πιστοὺς βασιλεῖς ἡμῶν, νίκας χορηγῶν αὐτοῖς, κατὰ τῶν πολεμίων, τὴν συμμαχίαν ἔχοιεν τὴν σήν, ὅπλον εἰρήνης, ἀήττητον τρόπαιον. (Συναξάριο της ημέρας -η 7η και 8η ωδή συνήθως παραλείπονταικαι στο τέλος, ο ειρμός της 8ης ωδής από το Μηναίο με στίχο) στίχ. Αἰνοῦμεν, εὐλογοῦμεν, καὶ προσκυνοῦμεν τὸν Κύριον.

12

Γεωργιοσ Καραγιαννακησ - Παρακλητικη


Π αρασκε υη - Α΄ Η χοσ

9η ΩΔΗ (Ωδή της Θεοτόκου) Τὴν Θεοτόκον καὶ Μητέρα τοῦ Φωτός, ἐν ὕμνοις τιμῶντες, μεγαλύνωμεν. 1. στίχ. Μεγαλύνει ἡ ψυχή μου τὸν Κύριον, καὶ ἠγαλλίασε τὸ πνεύμά μου ἐπὶ τῶ Θεῷ τῶ σωτήρί μου. Τὴν τιμιωτέραν τῶν Χερουβίμ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφίμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, σὲ μεγαλύνομεν. 2. στίχ. Ὅτι ἐπέβλεψεν ἐπὶ τὴν ταπείνωσιν τῆς δούλης αὐτοῦ· ἰδοὺ γὰρ ἀπὸ τοῦ νὺν μακαριοῦσί με πᾶσαι αἱ γενεαί. 3. στίχ. Ὅτι ἐποίησέ μοὶ μεγαλεῖα ὁ δυνατός, καὶ ἅγιον τὸ ὄνομα αὐτοῦ· καὶ τὸ ἔλεος αὐτοῦ εἰς γενεάν καὶ γενεὰν τοὶς φοβουμένοις αὐτόν. 4. στίχ. Ἐποίησε κράτος ἐν βραχίονι αὐτοῦ, διεσκόρπισεν ὑπερηφάνους διανοίᾳ καρδίας αὐτῶν. 5. στίχ. Καθεῖλε δυνάστας ἀπὸ θρόνων καὶ ὕψωσε ταπεινούς· πεινῶντας ἐνέπλησεν ἀγαθῶν καὶ πλουτοῦντας ἐξαπέστειλε κενούς. 6. στίχ. Ἀντελάβετο Ἰσραὴλ παιδὸς αὐτοῦ μνησθῆναι ἐλέους, καθὼς ἐλάλησε πρὸς τοὺς πατέρας ἡμῶν, τῶ Ἀβραάμ καὶ τῶ σπέρματι αὐτοῦ ἕως αἰῶνος. (-η 9η ωδή συνήθως παραλείπεταιμετά ο ειρμός της 9ης ωδής από το Μηναίο και στο τέλος, το μεγαλυνάριον της Θεοτόκου) Ἄξιόν ἐστιν ὦς ἀληθῶς, μακαρίζειν σὲ τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ Μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβίμ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφίμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, σὲ μεγαλύνομεν. Μικρή Συναπτή    

Ἔτι καὶ ἔτι... Κύριε, ἐλέησον Ἀντιλαβοῦ, σῶσον...Κύριε, ἐλέησον Τῆς Παναγίας, ἀχράντου... Σοί, Κύριε. Ὅτι Σὲ αἰνοῦσι... Ἀμήν. ΕΞΑΠΟΣΤΕΙΛΑΡΙΑ

Τῇ Παρασκευῇ

Τὰ καθ' ἡμέραν ἐξαποστειλάρια

Τῶν Μαθητῶν ὁρώντων σε Σταυρός, ὁ φύλαξ πάσης τῆς οἰκουμένης, Σταυρός, ἡ ὡραιότης τῆς Ἐκκλησίας, Σταυρός, Βασιλέων τὸ κραταίωμα, Σταυρός, πιστῶν τὸ στήριγμα, Σταυρός, Ἀγγέλων ἡ δόξα, καὶ τῶν δαιμόνων τὸ τραῦμα. (Εξαποστειλάριο και Θεοτόκιο από το Μηναίο. Εάν δεν υπάρχουν λέμε το κάτωθι) Σταυροθεοτοκίον Ὁ οὐρανὸν τοῖς ἄστροις Ἐν τῷ Σταυρῷ παρεστῶσα, ἡ σὲ ἀσπόρως τεκοῦσα, καὶ θρηνῳδοῦσα ἐβόα· Οἴμοι! γλυκύτατον τέκνον, πῶς ἔδυς ἐξ ὀφθαλμῶν μου, πῶς ἐν νεκροῖς ἐλογίσθης.

Γεωργιοσ Καραγιαννακησ - Παρακλητικη

13


Π αρασκε υη - Α΄ Η χοσ

ΑΙΝΟΙ (Εάν υπάρχουν αίνοι στο Μηναίο) (το Πάσα πνοή στον ήχο των στιχηρών) Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον. Αἰνεῖτε τὸν Κύριον ἐκ τῶν οὐρανῶν, αἰνεῖτε αὐτὸν ἐν τοῖς ὑψίστοις. Σοὶ πρέπει ὕμνος τῶ Θεῷ. Αἰνεῖτε αὐτόν, πάντες οἱ Ἄγγελοι αὐτοῦ· αἰνεῖτε αὐτόν, πᾶσαι αἱ δυνάμεις αὐτοῦ. Σοὶ πρέπει ὕμνος τῶ Θεῷ. (οι ενδιάμεσοι στίχοι συνήθως παραλείπονται και στους 4 τελευταίους στίχους, ψάλλονται τα στιχηρά του Μηναίου) 1. στίχ. Αἰνεῖτε αὐτὸν ἐπὶ ταῖς δυναστείαις αὐτοῦ· αἰνεῖτε αὐτὸν κατὰ τὸ πλῆθος τῆς μεγαλωσύνης αὐτοῦ. 2. στίχ. Αἰνεῖτε αὐτὸν ἐν ἤχῳ σάλπιγγος· αἰνεῖτε αὐτὸν ἐν ψαλτηρίῳ καὶ κιθάρᾳ. 3. στίχ. Αἰνεῖτε αὐτὸν ἐν τυμπάνῳ καὶ χορῷ· αἰνεῖτε αὐτὸν ἐν χορδαῖς καὶ ὀργάνῳ. 4. στίχ. Αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις εὐήχοις· αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις ἀλλαλαγμοῦ. Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον. Δόξα... Καὶ νῦν ... Σταυροθεοτοκίον (Από το Μηναίο)

14

Γεωργιοσ Καραγιαννακησ - Παρακλητικη


Π αρασκε υη - Α΄ Η χοσ

ΑΙΝΟΙ (Εάν δεν υπάρχουν αίνοι στο Μηναίο, οι 3 ψαλμοί των αίνων 148 - 149 - 150 χύμα)                              

Ψαλμὸς ρμη΄ (148) Αἰνεῖτε τὸν Κύριον ἐκ τῶν οὐρανῶν, αἰνεῖτε αὐτὸν ἐν τοῖς ὑψίστοις. Σοὶ πρέπει ὕμνος τῶ Θεῷ. Αἰνεῖτε αὐτόν, πάντες οἱ Ἄγγελοι αὐτοῦ· αἰνεῖτε αὐτόν, πᾶσαι αἱ δυνάμεις αὐτοῦ. Σοὶ πρέπει ὕμνος τῶ Θεῷ. Αἰνεῖτε αὐτόν, ἥλιος καὶ σελήνη· αἰνεῖτε αὐτόν, πάντα τὰ ἄστρα καὶ τὸ φῶς. Αἰνεῖτε αὐτόν, οἱ οὐρανοὶ τῶν οὐρανῶν καὶ τὸ ὕδωρ τὸ ὑπεράνω τῶν οὐρανῶν. Αἰνεσάτωσαν τὸ ὄνομα Κυρίου, ὅτι αὐτὸς εἶπε καὶ ἐγενήθησαν, αὐτὸς ἐνετείλατο, καὶ ἐκτίσθησαν. Ἔστησεν αὐτὰ εἰς τὸν αἰῶνα, καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος· πρόσταγμα ἔθετο, καὶ οὐ παρελεύσεται. Αἰνεῖτε τὸν Κύριον ἐκ τῆς γῆς, δράκοντες καὶ πᾶσαι ἄβυσσοι. Πῦρ, χάλαζα, χιών, κρύσταλλος, πνεῦμα καταιγίδος, τὰ ποιοῦντα τὸν λόγον αὐτοῦ. Τὰ ὄρη καὶ πάντες οἱ βουνοί, ξύλα καρποφόρα καὶ πᾶσαι κέδροι. Τὰ θηρία καὶ πάντα τὰ κτήνη, ἑρπετὰ καὶ πετεινὰ πτερωτά. Βασιλεῖς τῆς γῆς καὶ πάντες λαοί, ἄρχοντες καὶ πάντες κριταὶ τῆς γῆς. Νεανίσκοι καὶ παρθένοι, πρεσβύτεροι μετὰ νεωτέρων, αἰνεσάτωσαν τὸ ὄνομα Κυρίου, ὅτι ὑψώθη τὸ ὄνομα αὐτοῦ μόνου. Ἡ ἐξομολόγησις αὐτοῦ ἐπὶ γῆς καὶ οὐρανοῦ καὶ ὑψώσει κέρας λαοῦ αὐτοῦ. Ὕμνος πᾶσι τοῖς ὁσίοις αὐτοῦ, τοῖς υἱοὶς Ἰσραήλ, λαῷ ἐγγίζοντι αὐτῷ. Ψαλμὸς ρμθ΄ (149) ᾌσατε τῷ Κυρίῳ ᾆσμα καινόν ἡ αἴνεσις αὐτοῦ ἐν ἐκκλησίᾳ ὁσίων. Εὐφρανθήτω Ἰσραὴλ ἐπὶ τῷ ποιήσαντι αὐτόν καὶ υἱοὶ Σιὼν ἀγαλλιάσθωσαν ἐπὶ τῷ βασιλεῖ αὐτῶν. Αἰνεσάτωσαν τὸ ὄνομα αὐτοῦ ἐν χορῷ, ἐν τυμπάνῳ καὶ ψαλτηρίῳ ψαλάτωσαν αὐτῷ. Ὅτι εὐδοκεῖ Κύριος ἐν τῷ λαῷ αὐτοῦ καὶ ὑψώσει πραεῖς ἐν σωτηρίᾳ. Καυχἠσονται ὅσιοι ἐν δόξῃ καὶ ἀγαλλιάσονται ἐπὶ τῶν κοιτῶν αὐτῶν. Αἱ ὑψώσεις τοῦ Θεοῦ ἐν τῷ λάρυγγι αὐτῶν καὶ ῥομφαῖαι δίστομοι ἐν ταῖς χερσὶν αὐτῶν. Τοῦ ποιῆσαι ἐκδίκησιν ἐν τοῖς ἔθνεσιν, ἐλεγμοὺς ἐν τοῖς λαοῖς. Τοῦ δῆσαι τοὺς βασιλεῖς αὐτῶν ἐν πέδαις, καὶ τοὺς ἐνδόξους αὐτῶν ἐν χειροπέδαις σιδηραῖς. Τοῦ ποιῆσαι ἐν αὐτοῖς κρῖμα ἔγγραπτον· δόξα αὕτη ἔσται πᾶσι τοῖς ὁσίοις αὐτοῦ. Ψαλμὸς ρν΄ (l50) Αἰνεῖτε τὸν Θεὸν ἐν τοῖς ἁγίοις αὐτοῦ· αἰνεῖτε αὐτὸν ἐν στερεώματι τῆς δυνάμεως αὐτοῦ. Αἰνεῖτε αὐτὸν ἐπὶ ταῖς δυναστείαις αὐτοῦ, αἰνεῖτε αὐτὸν κατὰ τὸ πλῆθος τῆς μεγαλωσύνης αὐτοῦ. Αἰνεῖτε αὐτὸν ἐν ἤχῳ σάλπιγγος, αἰνεῖτε αὐτὸν ἐν ψαλτηρίῳ καὶ κιθάρᾳ. Αἰνεῖτε αὐτὸν ἐν τυμπάνῳ καὶ χορῷ, αἰνεῖτε αὐτὸν ἐν χορδαῖς καὶ ὀργάνῳ . Αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις εὐήχοις, αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις ἀλλαλαγμοῦ, Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον. Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι. Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Γεωργιοσ Καραγιαννακησ - Παρακλητικη

15


Π αρασκε υη - Α΄ Η χοσ

ΔΟΞΟΛΟΓΙΑ (Εάν το Μηναίο ζητά Μεγάλη Δοξολογία, η ημέρα είναι ημιεορτάσιμη και τελειώνει ο Όρθρος με την κάτωθι σειρά)                    

Δοξολογία μεγάλη Δόξα σοι τῷ δείξαντι τὸ φῶς. Δόξα ἐν ὑψίστοις Θεῷ καὶ ἐπὶ γῆς εἰρήνη, ἐν ἀνθρώποις εὐδοκία. Ὑμνοῦμέν σε, εὐλογοῦμέν σε, προσκυνοῦμέν σε, δοξολογοῦμέν σε, εὐχαριστοῦμέν σοι διὰ τὴν μεγάλην σου δόξαν. Κύριε βασιλεῦ, ἐπουράνιε Θεέ, Πάτερ παντοκράτορ· Κύριε Υἱὲ μονογενές, Ἰησοῦ Χριστέ καὶ ἅγιον Πνεῦμα. Κύριε ὁ Θεός, ὁ ἀμνὸς τοῦ Θεοῦ, ὁ Υἱὸς τοῦ Πατρός, ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου, ἐλέησον ἡμᾶς, ὁ αἴρων τὰς ἁμαρτίας τοῦ κόσμου. Πρόσδεξαι τὴν δέησιν ἡμῶν, ὁ καθήμενος ἐν δεξιᾷ τοῦ Πατρός, καὶ ἐλέησον ἡμᾶς. Ὅτι σὺ εἶ μόνος ἅγιος, σὺ εἶ μόνος Κύριος, Ἰησοῦς Χριστός, εἰς δόξαν Θεοῦ Πατρός. Ἀμήν. Καθ' ἑκάστην ἡμέραν εὐλογήσω σε καὶ αἰνέσω τὸ ὄνομά σου εἰς τὸν αἰῶνα καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος. Καταξίωσον, Κύριε, ἐν τῇ ἡμέρᾳ ταύτῃ, ἀναμαρτήτους φυλαχθῆναι ἡμᾶς. Εὐλογητὸς εἶ, Κύριε, ὁ Θεὸς τῶν πατέρων ἡμῶν καὶ αἰνετὸν καὶ δεδοξασμένον τὸ ὄνομά σου εἰς τοὺς αἰῶνας. Ἀμήν. Γένοιτο, Κύριε, τὸ ἔλεός σου ἐφ' ἡμᾶς, καθάπερ ἠλπίσαμεν ἐπὶ σέ. Εὐλογητὸς εἶ, Κύριε· δίδαξόν με τὰ δικαιώματά σου (γ΄). Κύριε, καταφυγὴ ἐγενήθης ἡμῖν ἐν γενεᾷ καὶ γενεᾷ. Ἐγὼ εἶπα· Κύριε, ἐλέησόν με· ἴασαι τὴν ψυχήν μου, ὅτι ἥμαρτόν σοι. Κύριε, πρὸς σὲ κατέφυγον· δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεός μου. Ὅτι παρὰ σοὶ πηγὴ ζωῆς· ἐν τῷ φωτί σου ὀψόμεθα φῶς. Παράτεινον τὸ ἔλεός σου τοῖς γινώσκουσί σε. Ἅγιος ὁ Θεός, ἅγιος ἰσχυρός, ἅγιος ἀθάνατος· ἐλέησον ἡμᾶς (γ΄). Δόξα Πατρὶ καὶ Υἱῷ καὶ ἁγίῳ Πνεύματι. Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰῶνων. Ἀμήν. Ἅγιος ἀθάνατος· ἐλέησον ἡμᾶς. Ἅγιος ὁ Θεός, ἅγιος ἰσχυρός, ἅγιος ἀθάνατος· ἐλέησον ἡμᾶς. (Απολυτίκιο και Θεοτόκιο τέλους και άρχεται η Θεία Λειτουργία)

16

Γεωργιοσ Καραγιαννακησ - Παρακλητικη


Π αρασκε υη - Α΄ Η χοσ

ΔΟΞΟΛΟΓΙΑ (Εάν το Μηναίο δεν ζητά Μεγάλη Δοξολογία, τελειώνει ο Όρθρος με την κάτωθι σειρά) Δοξολογία μικρή (χύμα) Σοὶ δόξα πρέπει, Κύριε, ὁ Θεὸς ἡμῶν, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρί, καὶ τῷ Υἱῷ, καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν, καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.                   

Δόξα σοι τῷ δείξαντι τὸ φῶς. Δόξα ἐν ὑψίστοις Θεῷ καὶ ἐπὶ γῆς εἰρήνη ἐν ἀνθρώποις εὐδοκία. Ὑμνοῦμέν σε, εὐλογοῦμέν σε, προσκυνοῦμέν σε, δοξολογοῦμέν σε, εὐχαριστοῦμέν σοι, διὰ τὴν μεγάλην σου δόξαν. Κύριε Βασιλεῦ, ἐπουράνιε Θεέ, Πάτερ παντοκράτορ, Κύριε Υἱὲ μονογενές, Ἰησοῦ Χριστέ, καὶ Ἅγιον Πνεῦμα. Κύριε ὁ Θεός, ὁ ἀμνὸς τοῦ Θεοῦ, ὁ Υἱός τοῦ Πατρός, ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου, ἐλέησον ἡμᾶς, ὁ αἴρων τὰς ἁμαρτίας τοῦ κόσμου. Πρόσδεξαι τὴν δέησιν ἡμῶν, ὁ καθήμενος ἐν δεξιᾷ τοῦ Πατρός, καὶ ἐλέησον ἡμᾶς. Ὅτι σὺ εἶ μόνος Ἅγιος, σὺ εἶ μόνος Κύριος, Ἰησοῦς Χριστός, εἰς δόξαν Θεοῦ Πατρός. Ἀμήν. Καθ' ἑκάστην ἡμέραν εὐλογήσω σε, καὶ αἰνέσω τὸ ὄνομά σου εἰς τὸν αἰῶνα καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος. Κύριε, καταφυγὴ ἐγενήθης ἡμῖν ἐν γενεᾷ καὶ γενεᾷ. Ἐγὼ εἶπα· Κύριε, ἐλέησόν με, ἴασαι τὴν ψυχήν μου, ὅτι ἥμαρτόν σοι. Κύριε, πρὸς σὲ κατέφυγον, δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεός μου. Ὅτι παρὰ σοὶ πηγὴ ζωῆς ἐν τῷ φωτί σου ὀψόμεθα φῶς. Παράτεινον τὸ ἔλεός σου τοῖς γινώσκουσί σε. Καταξίωσον, Κύριε, ἐν τῇ ἡμέρᾳ ταύτη ἀναμαρτήτους φυλαχθῆναι ἡμᾶς. Εὐλογητὸς εἶ, Κύριε, ὁ Θεὸς τῶν Πατέρων ἡμῶν, καὶ αἰνετὸν καὶ δεδοξασμένον τὸ ὄνομά σου εἰς τοὺς αἰῶνας. Ἀμήν. Γένοιτο, Κύριε, τὸ ἔλεός σου ἐφ' ἡμᾶς, καθάπερ ἠλπίσαμεν ἐπὶ σέ. Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου. Εὐλογητὸς εἶ, Δέσποτα, συνέτισόν με τὰ δικαιώματά σου. Εὐλογητὸς εἶ, Ἅγιε, φώτισόν με τοῖς δικαιώμασί σου. Κύριε, τὸ ἔλεός σου εἰς τὸν αἰῶνα, τὰ ἔργα τῶν χειρῶν σου μὴ παρίδῃς. Σοὶ πρέπει αἶνος, Σοὶ πρέπει ὕμνος, Σοὶ δόξα πρέπει, τῷ Πατρὶ καὶ τῷ Υἱῷ, καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν, καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Πληρωτικά Πληρώσωμεν τὴν ἑωθινὴν δέησιν ἡμῶν τῷ Κυρίῳ Κύριε ἐλέησον. Ἀντιλαβοῦ, σῶσον... Κύριε ἐλέησον. Τὴν ἡμέραν πᾶσαν... Παράσχου Κύριε. (μετά από κάθε δέηση) ... Τῆς Παναγίας, ἀχράντου... Σοί, Κύριε. Ὅτι Θεὸς ἐλέους, οἰκτιρμῶν...Ἀμήν. Εἰρήνη πᾶσι. Καὶ τῷ πνεύματί σου. Τὰς κεφαλὰς ἡμῶν τῷ Κυρίῳ κλίνωμεν. Σοί, Κύριε. (Η ευχή της κεφαλοκλισίας μυστικώς: Κύριε, Ἅγιε, ὁ ἐν ὑψηλοῖς...) Σὸν γάρ ἐστι τὸ ἐλεεῖν... Ἀμήν.

Γεωργιοσ Καραγιαννακησ - Παρακλητικη

17


Π αρασκε υη - Α΄ Η χοσ

ΑΠΟΣΤΙΧΑ ΤΩΝ ΑΙΝΩΝ Σταυρώσιμα Σὲ τὸν ἐν ξύλῳ προσπαγέντα, καὶ ζωὴν ἡμῖν παρεσχηκότα, ὡς Σωτῆρα, καὶ Δεσπότην, ὑμνοῦμεν ἀπαύστως. στίχ. Ἐνεπλήσθημεν τὸ πρωῒ τοῦ ἐλέους σου, Κύριε, καὶ ἠγαλλιασάμεθα καὶ εὐφράνθημεν. Ἐν πάσαις ταῖς ἡμέραις ἡμῶν εὐφρανθείημεν, ἀνθ΄ὧν ἡμερῶν ἐταπείνωσας ἡμᾶς, ἐτῶν ὧν εἴδομεν κακά· καὶ ἴδε ἐπὶ τοὺς δούλους σου καὶ ἐπὶ τὰ ἔργα σου, καὶ ὁδήγησον τοὺς υἱοὺς αὐτῶν. Διὰ τοῦ Σταυροῦ σου Χριστέ, μία ποίμνη γέγονεν, Ἀγγέλων καὶ ἀνθρώπων, καὶ μία Ἐκκλησία, οὐρανὸς καὶ ἡ γῆ ἀγάλλεται· Κύριε δόξα σοι. Μαρτυρικὸν στίχ. Καὶ ἔστω ἡ λαμπρότης Κυρίου τοῦ Θεοῦ ἡμῶν ἐφ' ἡμᾶς, καὶ τὰ ἔργα τῶν χειρῶν ἡμῶν κατεύθυνον ἐφ' ἡμᾶς, καὶ τὸ ἔργον τῶν χειρῶν ἡμῶν κατεύθυνον. Τοὺς Ἀθλοφόρους τοῦ Χριστοῦ, δεῦτε λαοὶ ἅπαντες τιμήσωμεν, ὕμνοις καὶ ᾠδαῖς πνευματικαῖς, τοὺς φωστῆρας τοῦ κόσμου, καὶ κήρυκας τῆς Πίστεως, τὴν πηγὴν τήν ἀέναον, ἐξ ἧς ἀναβλύζει τοῖς πιστοῖς τὰ ἰάματα. Αὐτῶν ταὶς ἱκεσίαις, Χριστὲ ὁ Θεὸς ἡμῶν, τὴν εἰρήνην δώρησαι τῷ κόσμῳ σου, καὶ ταῖς ψυχαῖς ἡμῶν τὸ μέγα ἔλεος. Δόξα... Καὶ νῦν ... Σταυροθεοτοκίον (Από το Μηναίο. Εάν δεν έχει το Μηναίο, το κάτωθι) Πανεύφημοι Μάρτυρες Ὑψώθης Οἰκτίρμον ἐν Σταυρῷ, ὡς ἀρνίον ἄκακον, ἐθελουσίως σφαττόμενος, τέκνον γλυκύτατον, ἐν κλαυθμῷ ἐβόα, ἡ Ἀμνὰς ἡ ἄσπιλος, ὁρῶσα ἐπὶ ξύλου τὸν Κύριον, ἐγὼ δὲ πίμπραμαι, τὴν καρδίαν καὶ τιτρώσκομαι, ἀλλ' ὑμνῶ σου τὸ ἄμετρον ἔλεος. Ἀγαθὸν τὸ ἐξομολογεῖσθαι τῷ Κυρίῳ καὶ ψάλλειν τῷ ὀνόματί Σου, Ὕψιστε· τοῦ ἀναγγέλειν τὸ πρωῒ τὸ ἔλεός Σου καὶ τὴν ἀλήθειάν Σου κατὰ νύκτα. Τρισάγιον Ἅγιος ὁ Θεός, ἅγιος ἰσχυρός, ἅγιος ἀθάνατος ἐλέησον ἡμᾶς (γ΄). Δόξα... Καὶ νῦν... Παναγία Τριάς, ἐλέησον ἡμᾶς. Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τὰς ἀνομίας ἡμῖν. Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν, ἕνεκεν του ὀνόματός σου. Κύριε ἐλέησον, Κύριε ἐλέησον, Κύριε ἐλέησον. Δόξα... Καὶ νῦν... Πάτερ ἡμῶν, ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου, ἐλθέτω ἡ βασιλεία σου, γενηθήτω τὸ θέλημά σου ὡς ἐν οὐρανῷ καὶ ἐπί τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν, καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ. Ὅτι σοῦ ἐστιν ἡ βασιλεία... Ἀμήν. ΑΠΟΛΥΤΙΚΙΑ τέλους 1. Το απολυτίκιο που ψάλλαμε στο Θεός Κύριος, αλλά, Δόξα... Και νυν... το εις το τέλος του Όρθρου ομόηχο Θεοτόκιο. Εάν υπάρχει και δεύτερο απολυτίκιο, το ψάλλουμε στο Δόξα..., και εις το Και νυν... το εις το τέλος του Όρθρου ομόηχο Θεοτόκιο. Εἰς τὸ, τέλος τοῦ Ὄρθρου Θεοτόκια Σταυροθεοτοκίον Ἦχος α΄ Ἄχραντε Θεοτόκε, ἡ ἐν οὐρανοῖς εὐλογημένη καὶ ἐπὶ γῆς δοξολογουμένη, χαῖρε, Νύμφη ἀνύμφευτε. Σταυροθεοτοκίον Ἦχος β΄

18

Γεωργιοσ Καραγιαννακησ - Παρακλητικη


Π αρασκε υη - Α΄ Η χοσ

Σὲ μεγαλύνομεν, Θεοτόκε, βοῶντες· Χαῖρε, ἡ ῥάβδος, ἐξ ἦς ἀσπόρως Θεὸς βλαστήσας ἀνεῖλεν ἐν ξύλῳ τὸν θάνατον. Σταυροθεοτοκίον Ἦχος γ΄ Καταφυγὴ καὶ δύναμις ἡμῶν, Θεοτόκε, ἡ κραταιὰ βοήθεια τοῦ κόσμου, ταὶς πρεσβείαις σου σκέπε τοὺς δούλους σου, ἀπὸ πάσης ἀνάγκης, μόνη εὐλογημένη. Σταυροθεοτοκίον Ἦχος δ΄ Σὲ μεγαλύνομεν, Θεοτόκε, βοῶντες· Σὺ εἶ τὸ ὄρος, ἐξ οὗ ἀρρήτως ἐτμήθη λίθος καὶ πύλας τοῦ ἄδου συνέτριψεν. Σταυροθεοτοκίον Ἦχος πλ. α΄ Ὁ ἐκ Παρθένου ἀνατείλας τῶ κόσμω, Χριστὲ ὁ Θεός, υἱοὺς φωτὸς δι' αὐτῆς ἀναδείξας, ἐλέησον ἡμᾶς. Σταυροθεοτοκίον Ἦχος πλ. β΄ Τὸν πρὸ αἰώνων ἐκ Πατρός, ἄνευ Μητρὸς γεννηθέντα, Υἱὸν καὶ Λόγον τοῦ Θεοῦ, ἐπ' ἐσχάτων τῶν χρόνων, ἐκύησας σεσαρκωμένον, ἐξ ἀγνῶν αἱμάτων σου, Θεοκυῆτορ ἄνευ ἀνδρός, ὃν αἴτησαι δωρήσασθαι ἡμῖν, ἁμαρτιῶν ἄφεσιν πρὸ τοῦ τέλους. Σταυροθεοτοκίον Ἦχος Βαρὺς Λύτρωσαι Θεοτόκε, τῶν συνεχουσῶν ἡμᾶς ἁμαρτιῶν, ὅτι ἄλλην ἐλπίδα, οἱ πιστοὶ οὐκ ἔχομεν, εἰμὴ σέ, καὶ τὸν ἐκ σοῦ τεχθέντα Θεόν. Σταυροθεοτοκίον Ἦχος πλ. δ΄ Ὁ καρπὸς τῆς κοιλίας σου, Ἄχραντε, τῶν προφητῶν ὑπάρχει καὶ τοῦ νόμου τὸ πλήρωμα· διὸ σὲ Θεοτόκον ἐν ἐπιγνώσει δοξάζοντες εὐσεβῶς μεγαλύνομεν. 2. Εάν η ακολουθία του Μηναίου στερείται δοξαστικού, ψάλλεται το απολυτίκιο της ημέρας της εβδομάδος με το οικείο α΄ ομόηχο θεοτόκιο της ημέρας. Ἀπολυτίκιον τοῦ Σταυροῦ Ἦχος α΄ Σῶσον, Κύριε, τὸν λαόν σου καὶ εὐλόγησον τὴν κληρονομίαν σου, νίκας τοῖς βασιλεῦσι κατὰ βαρβάρων δωρούμενος καὶ τὸ σὸν φυλάττων διὰ τοῦ Σταυροῦ σου πολίτευμα. Δόξα... Καὶ νῦν... Σταυροθεοτοκίον Ἄχραντε Θεοτόκε... 3. Σε ορισμένες μνήμες αποστόλων ή προφητών, λέγονται τα αρχαία απολυτίκιά τους, επειδή στερούνται δοξαστικού. Ἀπολυτίκιον εἰς ἀπόστολον Ἦχος γ΄ Ἀπόστολε ἅγιε (...), πρέσβευε τῷ ἐλεήμονι Θεῷ, ἵνα πταισμάτων ἄφεσιν, παράσχῃ ταῖς ψυχαῖς ἡμῶν. ή ἐὰν εἶναι εὐαγγελιστής Ἀπόστολε ἅγιε καὶ ἐυαγγελιστὰ (...), πρέσβευε... Δόξα... Καὶ νῦν... Θεοτοκίον Καταφυγὴ καὶ δύναμις ἡμῶν... Ἀπολυτίκιον εἰς προφήτην Ἦχος β΄ Τοῦ προφήτου σου (...) τὴν μνήμην Κύριε ἑορτάζοντες, δι᾿ αὐτοῦ σὲ δυσωποῦμεν· σῶσον τὰς ψυχὰς ἡμῶν. Δόξα... Καὶ νῦν... Θεοτοκίον Σὲ μεγαλύνομεν Θεοτόκε βοῶντες...

Γεωργιοσ Καραγιαννακησ - Παρακλητικη

19


Π αρασκε υη - Α΄ Η χοσ

Θεια Λειτουργια ΑΝΤΙΦΩΝΟ Α΄ Ἠχος β΄. Ψαλμὸς Ϟα΄ (91) στίχ. Ἀγαθὸν τὸ ἐξομολογεῖσθαι τῷ Κυρίῳ, καὶ ψάλλειν τῷ ὀνόματί σου, Ὕψιστε. Ταῖς πρεσβείαις τῆς Θεοτόκου, Σῶτερ, σῶσον ἡμᾶς. στίχ. Τοῦ ἀναγγέλλειν τῷ πρωῒ τὸ ἔλεός σου, καὶ τὴν ἀλήθειάν σου κατὰ νύκτα. Ταῖς πρεσβείαις τῆς Θεοτόκου... στίχ. Ὅτι εὔφρανάς με, Κύριε, ἐν τοῖς ποιήμασί σου, καὶ ἐν τοῖς ἔργοις τῶν χειρῶν σου ἀγαλλιάσομαι. Ταῖς πρεσβείαις τῆς Θεοτόκου... στίχ. Ὅτι εὐθὺς Κύριος ὁ Θεὸς ἡμῶν, καὶ οὐκ ἔστιν ἀδικία ἐν αὐτῷ. Ταῖς πρεσβείαις τῆς Θεοτόκου... Δόξα... Καὶ νῦν... Ταῖς πρεσβείαις τῆς Θεοτόκου... ΑΝΤΙΦΩΝΟ Β΄ Ἠχος πλ.α΄. Ψαλμὸς Ϟβ΄ (92) στίχ. Ὁ Κύριος ἐβασίλευσεν, εὐπρέπειαν ἐνεδύσατο, ἐνεδύσατο Κύριος δύναμιν καὶ περιεζώσατο. Πρεσβείαις τῶν ἁγίων σου σῶσον ἡμᾶς, Κύριε. στίχ. Καὶ γὰρ ἐστερέωσε τὴν οἰκουμένην, ἥτις οὐ σαλευθήσεται. Πρεσβείαις τῶν ἁγίων σου σῶσον ἡμᾶς, Κύριε. στίχ. Θαυμαστοὶ οἱ μετεωρισμοὶ τῆς θαλάσσης, θαυμαστὸς ἐν ὑψηλοῖς ὁ Κύριος. Πρεσβείαις τῶν ἁγίων σου σῶσον ἡμᾶς, Κύριε. στίχ. Τὰ μαρτύριά σου ἐπιστώθησαν σφόδρα· τῷ οἴκῳ σου πρέπει ἁγίασμα, Κύριε, εἰς μακρότητα ἡμερῶν. Πρεσβείαις τῶν ἁγίων σου σῶσον ἡμᾶς, Κύριε. Δόξα... Καὶ νῦν... Ἠχος β΄ Ὁ Μονογενὴς Υἱὸς καὶ Λόγος τοῦ Θεοῦ, ἀθάνατος ὑπάρχων καὶ καταδεξάμενος διὰ τὴν ἡμετέραν σωτηρίαν σαρκωθῆναι ἐκ τῆς ἁγίας Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας, ἀτρέπτως ἐνανθρωπήσας, σταυρωθείς τε, Χριστὲ ὁ Θεός, θανάτῳ θάνατον πατήσας, εἷς ὢν τῆς Ἁγίας Τριάδος, συνδοξαζόμενος τῷ Πατρὶ καὶ τῷ Ἁγίῳ Πνεύματι, σῶσον ἡμᾶς.

20

Γεωργιοσ Καραγιαννακησ - Παρακλητικη


Π αρασκε υη - Α΄ Η χοσ

ΑΝΤΙΦΩΝΟ Γ΄ Ἠχος β΄. Ψαλμὸς Ϟδ΄ (94) στίχ. Δεῦτε ἀγαλλιασώμεθα τῷ Κυρίῳ, ἀλαλάξωμεν τῷ Θεῷ τῷ Σωτῆρι ἡμῶν. Σῶσον ἡμᾶς, Υἱὲ Θεοῦ, ὁ ἐν Ἁγίοις θαυμαστός, ψάλλοντάς σοι. Ἀλληλούϊα. στίχ. Προφθάσωμεν τὸ πρόσωπον αὐτοῦ ἐν ἐξομολογήσει καὶ ἐν ψαλμοῖς ἀλαλάξωμεν αὐτῷ. Σῶσον ἡμᾶς, Υἱὲ Θεοῦ, ὁ ἐν Ἁγίοις θαυμαστός... στίχ. Ὅτι Θεὸς μέγας Κύριος καὶ βασιλεὺς μέγας ἐπὶ πᾶσαν τὴν γῆν. Σῶσον ἡμᾶς, Υἱὲ Θεοῦ, ὁ ἐν Ἁγίοις θαυμαστός... (είσοδος του Ευαγγελίου) Σοφία· ὀρθοί. στίχ. Δεῦτε προσκυνήσωμεν καὶ προσπέσωμεν Χριστῷ. Σῶσον ἡμᾶς, Υἱὲ Θεοῦ, ὁ ἐν Ἁγίοις θαυμαστός... ΑΠΟΛΥΤΙΚΙΑ - ΚΟΝΤΑΚΙΑ 1. Το απολυτίκιο που είπαμε στον Όρθρο. 2. Το απολυτίκιο του ναού. 3. Το κοντάκιο της ημέρας της εβδομάδος. Δόξα... Κοντάκιον τοῦ Σταυροῦ Αὐτόμελον Ἦχος δ΄ Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ ἑκουσίως, τῇ ἐπωνύμῳ σου καινῇ πολιτείᾳ, τοὺς οἰκτιρμούς σου δώρησαι, Χριστὲ ὁ Θεὸς· εὔφρανον ἐν τῇ δυνάμει σου τοὺς πιστοὺς βασιλεῖς ἡμῶν, νίκας χορηγῶν αὐτοῖς κατὰ τῶν πολεμίων· τὴν συμμαχίαν ἔχοιεν τὴν σήν, ὅπλον εἰρήνης, ἀήττητον τρόπαιον. 4. Το κοντάκιο της Θεοτόκου «Προστασία τῶν χριστιανών». Καὶ νῦν... Κοντάκιον τῆς Θεοτόκου Ἦχος β΄ Προστασία τῶν Χριστιανῶν ἀκαταίσχυντε, μεσιτεία, πρὸς τὸν Ποιητὴν ἀμετάθετε, μὴ παρίδῃς, ἁμαρτωλῶν δεήσεων φωνάς, ἀλλὰ πρόφθασον, ὡς ἀγαθή, εἰς τὴν βοήθειαν ἡμῶν, τῶν πιστῶς κραυγαζόντων σοι· Τάχυνον εἰς πρεσβείαν, καὶ σπεῦσον εἰς ἱκεσίαν, ἡ προστατεύουσα ἀεί, Θεοτόκε, τῶν τιμώντων σε. (εάν είπαμε μεγάλη δοξολογία στον Όρθρο, η ημέρα είναι ημιεορτάσιμη και στα κοντάκια λέμε Δόξα... το κοντάκιο του Μηναίου, Και νυν... το κοντάκιο της περιόδου) ΚΟΙΝΩΝΙΚΟΝ Ἦχος πλ.α΄ Ψαλμὸς ογ΄ (73) Σωτηρίαν εἰργάσατο ἐν μέσῳ τῆς γῆς, Χριστὲ ὁ Θεός. Ἀλληλούια       

Ἰνατί, ὁ Θεός, ἀπώσω εἰς τέλος; ὠργίσθη ὁ θυμός σου ἐπὶ πρόβατα νομῆς σου; Μνήσθητι τῆς συναγωγῆς σου, ἧς ἐκτήσω ἀπ᾿ ἀρχῆς. Ἐλυτρώσω ράβδον κληρονομίας σου· ὄρος Σιὼν τοῦτο, ὃ κατεσκήνωσας ἐν αὐτῷ. Ἔπαρον τὰς χεῖράς σου ἐπὶ τὰς ὑπερηφανίας αὐτῶν εἰς τέλος· ὅσα ἐπονηρεύσατο ὁ ἐχθρὸς ἐν τῷ ἁγίῳ σου. Καὶ ἐνεκαυχήσαντο οἱ μισοῦντές σε ἐν μέσῳ τῆς ἑορτῆς σου, Ἔθεντο τὰ σημεῖα αὐτῶν σημεῖα καὶ οὐκ ἔγνωσαν, ὡς εἰς τὴν ἔξοδον ὑπεράνω. Ὡς ἐν δρυμῷ ξύλων ἀξίναις, ἐξέκοψαν τὰς θύρας αὐτῆς ἐπὶ τὸ αὐτὸ· ἐν πελέκει καὶ λαξευτηρίῳ κατέρραξαν αὐτήν. Γεωργιοσ Καραγιαννακησ - Παρακλητικη

21


Π αρασκε υη - Α΄ Η χοσ

                

22

Ἐνεπύρισαν ἐν πυρὶ τὸ ἁγιαστήριόν σου, εἰς τὴν γῆν ἐβεβήλωσαν τὸ σκήνωμα τοῦ ὀνόματός σου. Εἶπον ἐν τῇ καρδίᾳ αὐτῶν αἱ συγγένειαι αὐτῶν ἐπὶ τὸ αὐτό· Δεῦτε, καὶ καταπαύσωμεν πάσας τὰς ἑορτὰς τοῦ Θεοῦ ἀπὸ τῆς γῆς. Τὰ σημεῖα αὐτῶν οὐκ εἴδομεν· οὐκ ἔστιν ἔτι προφήτης, καὶ ἡμᾶς οὐ γνώσεται ἔτι. Ἕως πότε, ὁ Θεός, ὀνειδιεῖ ὁ ἐχθρός, παροξυνεῖ ὁ ὑπεναντίος τὸ ὄνομά σου εἰς τέλος; Ἱνατί ἀποστρέφεις τὴν χεῖρά σου, καὶ τὴν δεξιάν σου ἐκ μέσου τοῦ κόλπου σου εἰς τέλος; Ὁ δὲ Θεὸς βασιλεὺς ἡμῶν πρὸ αἰώνων· εἰργάσατο σωτηρίαν ἐν μέσῳ τῆς γῆς. Σὺ ἐκραταίωσας ἐν τῇ δυνάμει σου τὴν θάλασσαν· σὺ συνέτριψας τὰς κεφαλὰς τῶν δρακόντων ἐπὶ τοῦ ὕδατος. Σὺ συνέθλασας τὴν κεφαλὴν τοῦ δράκοντος, ἔδωκας αὐτὸν βρῶμα λαοῖς τοῖς Αἰθίοψι. Σὺ διέρρηξας πηγὰς καὶ χειμάρρους, σὺ ἐξήρανας ποταμοὺς ᾿Ηθάμ. Σή ἐστιν ἡ ἡμέρα, καὶ σή ἐστιν ἡ νύξ· σὺ κατηρτίσω φαῦσιν καὶ ἥλιον. Σὺ ἐποίησας πάντα τὰ ὡραῖα τῆς γῆς, θέρος καὶ ἔαρ· σὺ ἔπλασας αὐτά. Μνήσθητι ταύτης· ἐχθρὸς ὠνείδισε τὸν Κύριον, καὶ λαὸς ἄφρων παρώξυνε τὸ ὄνομά σου. Μὴ παραδῷς τοῖς θηρίοις ψυχὴν ἐξομολογουμένην σοι· τῶν ψυχῶν τῶν πενήτων σου μὴ ἐπιλάθῃ εἰς τέλος. Ἐπίβλεψον εἰς τὴν διαθήκην σου· ὅτι ἐπληρώθησαν οἱ ἐσκοτισμένοι τῆς γῆς οἴκων ἀνομιῶν. Μὴ ἀποστραφήτω τεταπεινωμένος καὶ κατῃσχυμένος· πτωχὸς καὶ πένης αἰνέσουσι τὸ ὄνομά σου. Ἀνάστα, ὁ Θεός, δίκασον τὴν δίκην σου· μνήσθητι τοῦ ὀνειδισμοῦ σου τοῦ ὑπὸ ἄφρονος ὅλην τὴν ἡμέραν. Μὴ ἐπιλάθῃ τῆς φωνῆς τῶν ἱκετῶν σου· ἡ ὑπερηφανία τῶν μισούντων σε ἀνέβη διὰ παντός.

Γεωργιοσ Καραγιαννακησ - Παρακλητικη


Σαβ β ατο ( Θε οσ Κυ ριοσ) - Α΄ Η χοσ

Εσπερινοσ ΕΠΙΛΥΧΝΙΟΙ ΨΑΛΜΟΙ 1. Εάν η ακολουθία του Μηναίου έχει ένα ή δύο δοξαστικά στον εσπερινό, ψάλλονται: α) τρία στιχηρά της Παρακλητικής (δεσποτικά, νεκρώσιμα και κατανυκτικά - τα μαρτυρικά παραλείπονται) και β) τρία από το Μηναίο (εάν είναι περισσότερα ψάλλουμε τα τρία πρώτα). 2. Εάν η ακολουθία του Μηναίου έχει τρία δοξαστικά, ψάλλονται έξι από το Μηναίο (εάν είναι λιγότερα, διπλασιάζουμε τα ανάλογα για να γίνουν έξι). Επίσης σε αυτήν την περίπτωση, οι επιλύχνιοι ψαλμοί ψάλλονται στον ήχο του πρώτου στιχηρού. 3. Εάν η ακολουθία του Μηναίου έχει δύο αγίους με τρία στιχηρά έκαστος, ψάλλονται τα του Μηναίου. Σε αυτήν την περίπτωση, οι επιλύχνιοι ψαλμοί ψάλλονται στον ήχο του πρώτου στιχηρού. (Εάν στο μηναίο υπάρχουν τρία δοξαστικά ή ζητά μεγάλη δοξολογία, η ημέρα είναι ημιεορτάσιμη και παραλείπονται όλα τα νεκρώσιμα) Ψαλμὸς ρμ΄ (140) Κύριε, ἐκέκραξα πρὸς σέ, εἰσάκουσόν μου· εἰσάκουσόν μου, Κύριε. Κύριε, ἐκέκραξα πρὸς σέ, εἰσάκουσόν μου· πρόσχες τῇ φωνῇ τῆς δεήσεώς μου ἐν τῷ κεκραγέναι με πρὸς σὲ. Εἰσάκουσόν μου, Κύριε. Κατευθυνθήτω ἡ προσευχή μου ὡς θυμίαμα ἐνώπιόν σου, ἔπαρσις τῶν χειρῶν μου θυσία ἑσπερινὴ. Εἰσάκουσόν μου, Κύριε.

Θοῦ, Κύριε, φυλακὴν τῷ στόματί μου, καὶ θύραν περιοχῆς περὶ τὰ χείλη μου. Μὴ ἐκκλίνῃς τὴν καρδίαν μου εἰς λόγους πονηρίας, τοῦ προφασίζεσθαι προφάσεις ἐν ἁμαρτίαις. Σὺν ἀνθρώποις ἐργαζομένοις τὴν ἀνομίαν, καὶ οὐ μὴ συνδυάσω μετὰ τῶν ἐκλεκτῶν αὐτῶν. Παιδεύσει με δίκαιος ἐν ἐλέει καὶ ἐλέγξει με, ἔλαιον δὲ ἁμαρτωλοῦ μὴ λιπανάτω τὴν κεφαλήν μου. Ὅτι ἔτι καὶ ἡ προσευχή μου ἐν ταῖς εὐδοκίαις αὐτῶν· κατεπόθησαν ἐχόμενα πέτρας οἱ κριταὶ αὐτῶν. Ἀκούσονται τὰ ῥήματά μου, ὅτι ἡδύνθησαν ὡσεὶ πάχος γῆς ἐῤῥάγη ἐπὶ τῆς γῆς, διεσκορπίσθη τὰ ὀστᾶ αὐτῶν παρὰ τὸν ᾅδην. Ὅτι πρὸς σέ, Κύριε Κύριε, οἱ ὀφθαλμοὶ μου· ἐπὶ σοὶ ἤλπισα, μὴ ἀντανέλῃς τὴν ψυχήν μου. Φύλαξόν με ἀπὸ παγίδος, ἧς συνεστήσαντό μοι, καὶ ἀπὸ σκανδάλων τῶν ἐργαζομένων τὴν ἀνομίαν. Πεσοῦνται ἐν ἀμφιβλήστρῳ αὐτῶν οἱ ἁμαρτωλοί· κατὰ μόνας εἰμὶ ἐγώ, ἕως ἂν παρέλθω.

     

Ψαλμὸς ρμα΄ (141) Φωνῇ μου πρὸς Κύριον ἐκέκραξα, φωνῇ μου πρὸς Κύριον ἐδεήθην. Ἐκχεῶ ἐναντίον αὐτοῦ τὴν δέησίν μου, τὴν θλῖψίν μου ἐνώπιον αὐτοῦ ἀπαγγελῶ. Ἐν τῷ ἐκλείπειν ἐξ ἐμοῦ τὸ πνεῦμά μου, καὶ σὺ ἔγνως τὰς τρίβους μου. Ἐν ὁδῷ ταύτῃ, ᾗ ἐπορευόμην, ἔκρυψαν παγίδα μοι. Κατενόουν εἰς τὰ δεξιά καὶ ἐπέβλεπον, καὶ οὐκ ἦν ὁ ἐπιγινώσκων με. Ἀπώλετο φυγὴ ἀπ' ἐμοῦ, καὶ οὐκ ἔστιν ὁ ἐκζητῶν τὴν ψυχήν μου.

       

Γεωργιοσ Καραγιαννακησ - Παρακλητικη

1


Σαβ β ατο ( Θε οσ Κυ ριοσ) - Α΄ Η χοσ

    

Ἐκέκραξα πρὸς σέ, Κύριε· εἶπα· Σὺ εἶ ἡ ἐλπίς μου, μερίς μου εἶ, ἐν γῇ ζώντων. Πρόσχες πρὸς τὴν δέησίν μου, ὅτι ἐταπεινώθην σφόδρα. Ῥῦσαί με ἐκ τῶν καταδιωκόντων με, ὅτι ἐκραταιώθησαν ὑπὲρ ἐμέ. Ἐξάγαγε ἐκ φυλακῆς τὴν ψυχήν μου τοῦ ἐξομολογήσασθαι τῷ ὀνόματί σου. Ἐμὲ ὑπομενοῦσι δίκαιοι, ἕως οὐ ἀνταποδῷς μοι.

 

Ψαλμὸς ρκθ΄ (129) Ἐκ βαθέων ἐκέκραξά σοι, Κύριε Κύριε, εἰσάκουσον τῆς φωνῆς μου. Γενηθήτω τὰ ὦτά σου προσέχοντα εἰς τὴν φωνὴν τῆς δεήσεώς μου. Από του επομένου στίχου επισυνάπτονται τα στιχηρά

Στιχηρὰ Προσόμοια Δεσποτικὰ Πανεύφημοι Μάρτυρες 1. Ἐὰν ἀνομίας παρατηρήσῃς, Κύριε Κύριε, τίς ὑποστήσεται; ὅτι παρὰ σοὶ ὁ ἱλασμὸς ἐστιν. Ξύλου βρώσει τέθνηκα ποτέ, συμβουλίᾳ ὄφεως, συνεπαρθεὶς καὶ ἐξόριστος, τῆς θείας δόξης σου, γεγονὼς ὁ τάλας· διὸ τεθανάτωμαι, ὑπὸ τῆς ἁμαρτίας ὁ δείλαιος· λοιπὸν Φιλάνθρωπε, σὺ ὡς μόνος εὐδιάλλακτος, Παραδείσου οἰκήτορα ποίησον. (ή στιχηρό από το Μηναίο) 2. Ἕνεκεν τοῦ ὀνόματός σου ὑπέμεινά σε, Κύριε· ὑπέμεινεν ἡ ψυχή μου εἰς τὸν λόγον σου, ἤλπισεν ἡ ψυχή μου ἐπὶ τὸν Κύριον. Πάντα καταλείψασα ψυχή, ἐννοοῦ τὴν ὥραν σου, τὴν τελευταίαν καὶ πρόσεχε, σαυτῇ, πρὸς ἔξοδον, ἑτοιμαζομένη, ὅπως μὴ αἰφνίδιος, ἐλθών σε καταλάβῃ ὁ θάνατος, εὑρὼν ἀνέτοιμον· τῷ Κυρίῳ οὖν ἀείποτε, γρηγοροῦσα προσεύχου καὶ δάκρυε. (ή στιχηρό από το Μηναίο) 3. Ἀπὸ φυλακῆς πρωΐας μέχρι νυκτός, ἀπὸ φυλακῆς πρωΐας ἐλπισάτω Ἰσραὴλ ἐπὶ τὸν Κύριον. Νέκρωσον τὸ φρόνημα παθῶν, τῶν παρενοχλούντων με, καὶ τὰς ἀτάκτους κινήσεις μου, Θεὲ προάναρχε, θείᾳ ἐξουσίᾳ, πράϋνον ὡς εὔσπλαγχνος, παρέχων μοι πταισμάτων τὴν ἄφεσιν, ὡς εὐδιάλλακτος, ὡς οἰκτίρμων καὶ φιλάνθρωπος, διὰ πλοῦτον τῆς σῆς ἀγαθότητος. (ή στιχηρό από το Μηναίο) 4. Ὅτι παρὰ τῷ Κυρίῳ τὸ ἔλεος, καὶ πολλὴ παρ' αὐτῷ λύτρωσις, καὶ αὐτὸς λυτρώσεται τὸν Ἰσραὴλ ἐκ πασῶν τῶν ἀνομιῶν αὐτοῦ. (στιχηρό από το Μηναίο) Ψαλμὸς ριϛ΄ (116) 5. Αἰνεῖτε τὸν Κύριον, πάντα τὰ ἔθνη, ἐπαινέσατε αὐτόν, πάντες οἱ λαοί. (στιχηρό από το Μηναίο) 6. Ὅτι ἐκραταιώθη τὸ ἔλεος αὐτοῦ ἐφ' ἡμᾶς, καὶ ἡ ἀλήθεια τοῦ Κυρίου μένει εἰς τὸν αἰῶνα. (στιχηρό από το Μηναίο) Δόξα... (Από το Μηναίο.) Καὶ νῦν... Θεοτοκίον Τὴν παγκόσμιον δόξαν, τὴν ἐξ ἀνθρώπων σπαρεῖσαν, καὶ τὸν Δεσπότην τεκοῦσαν, τὴν ἐπουράνιον πύλην, ὑμνήσωμεν Μαρίαν τὴν παρθένον, τῶν Ἀσωμάτων τὸ ᾆσμα, καὶ τῶν πιστῶν τὸ ἐγκαλλώπισμα. Αὕτη γὰρ ἀνεδείχθη οὐρανός, καὶ ναὸς τῆς Θεότητος· Αὕτη τὸ μεσότοιχον τῆς ἔχθρας καθελοῦσα, εἰρήνην ἀντεισῆξε, καὶ τὸ βασίλειον ἠνέῳξε. Ταύτην οὖν κατέχοντες, τῆς πίστεως τὴν ἄγκυραν, ὑπέρμαχον ἔχομεν, τὸν ἐξ αὐτῆς τεχθέντα Κύριον· Θαρσείτω τοίνυν, θαρσείτω λαὸς τοῦ Θεοῦ· καὶ γάρ αὐτὸς πολεμήσει τοὺς ἐχθρούς, ὡς παντοδύναμος.

2

Γεωργιοσ Καραγιαννακησ - Παρακλητικη


Σαβ β ατο ( Θε οσ Κυ ριοσ) - Α΄ Η χοσ

(Είσοδος δεν γίνεται, αλλά ευθύς χύμα το) Φῶς ἱλαρὸν ἁγίας δόξης, ἀθανάτου Πατρός, οὐρανίου, ἁγίου, μάκαρος, Ἰησοῦ Χριστέ, ἐλθόντες ἐπὶ τὴν ἡλίου δύσιν, ἰδόντες φῶς ἑσπερινόν, ὑμνοῦμεν Πατέρα, Υἱόν, καὶ ἅγιον Πνεῦμα, Θεόν. Ἄξιόν σε ἐν πᾶσι καιροῖς ὑμνεῖσθαι φωναῖς αἰσίαις, Υἱὲ Θεοῦ, ζωὴν ὁ διδούς· διὸ ὁ κόσμος σὲ δοξάζει.

Ἑσπέρας προκείμενον.

ΠΡΟΚΕΙΜΕΝΟΝ

Τῇ Παρασκευῇ ἑσπέρας Ἦχος βαρὺς. Ψαλμὸς νη΄ (58). Ὁ Θεὸς ἀντιλήπτωρ μου εἶ· τὸ ἔλεός σου προφθάσει με. Ὁ Θεὸς ἀντιλήπτωρ μου εἶ· τὸ ἔλεός σου προφθάσει με. Στίχ. Ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, ὁ Θεός, καὶ ἐκ τῶν ἐπανι-σταμένων ἐπ' ἐμὲ λύτρωσαί με. Ὁ Θεὸς ἀντιλήπτωρ μου εἶ· τὸ ἔλεός σου προφθάσει με. (Μετά το προκείμενον ευθύς χύμα το)        

Καταξίωσον, Κύριε, ἐν τῇ ἑσπέρᾳ ταύτῃ ἀναμαρτήτους φυλαχθῆναι ἡμᾶς. Εὐλογητὸς εἶ, Κύριε, ὁ Θεὸς τῶν πατέρων ἡμῶν, καὶ αἰνετὸν καὶ δεδοξασμένον τὸ ὄνομά σου εἰς τοὺς αἰῶνας. Ἀμήν. Γένοιτο, Κύριε, τὸ ἔλεός σου ἐφ' ἡμᾶς, καθάπερ ἠλπίσαμεν ἐπὶ σέ. Εὐλογητὸς εἶ, Κύριε· δίδαξόν με τὰ δικαιώματά σου. Εὐλογητὸς εἶ, Δέσποτα· συνέτισον με τὰ δικαιώματά σου. Εὐλογητὸς εἶ, Ἅγιε· φώτισόν με τοῖς δικαιώμασί σου. Κύριε, τὸ ἔλεός σου εἰς τὸν αἰῶνα· τὰ ἔργα τῶν χειρῶν σου μὴ παρίδῃς. Σοὶ πρέπει αἶνος, σοὶ πρέπει ὕμνος, σοὶ δόξα πρέπει, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

ΠΛΗΡΩΤΙΚΑ Πληρώσωμεν τὴν ἑωθινὴν δέησιν ἡμῶν τῷ Κυρίῳ Κύριε ἐλέησον. Ἀντιλαβοῦ, σῶσον... Κύριε ἐλέησον. Τὴν ἑσπέραν πᾶσαν... Παράσχου Κύριε. (μετά από κάθε δέηση) ... Τῆς Παναγίας, ἀχράντου... Σοί, Κύριε. Ὅτι ἀγαθὸς καὶ φιλάνθρωπος Θεὸς ὑπάρχεις...Ἀμήν. Εἰρήνη πᾶσι. Καὶ τῷ πνεύματί σου. Τὰς κεφαλὰς ἡμῶν τῷ Κυρίῳ κλίνωμεν. Σοί, Κύριε. (Η ευχή της κεφαλοκλισίας μυστικώς: Κύριε ὁ Θεὸς ἡμῶν...) Εἴη τὸ κράτος τῆς βασιλείας σου... Ἀμήν.

Γεωργιοσ Καραγιαννακησ - Παρακλητικη

3


Σαβ β ατο ( Θε οσ Κυ ριοσ) - Α΄ Η χοσ

ΑΠΟΣΤΙΧΑ Στιχηρὰ Μαρτυρικὰ Ἡ ἐν σταδίῳ ὑμῶν ὁμολογία Ἅγιοι, τῶν δαιμόνων κατέπτηξε τὴν δύναμιν, καὶ τῆς πλάνης τοὺς ἀνθρώπους ἠλευθέρωσε, διὸ καὶ τὰς κεφαλὰς ἀποτεμνόμενοι, ἐκράζετε· Γενέσθω, Κύριε, ἡ θυσία τῶν ψυχῶν ἡμῶν, εὐπρόσδεκτος ἐνώπιόν σου, ὅτι σὲ ποθήσαντες, κατεφρονήσαμεν τῆς προσκαίρου ζωῆς φιλάνθρωπε. στίχ. Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς ἁγίοις αὐτοῦ. Ὢ τῆς καλὴς ὑμῶν πραγματείας Ἅγιοι! ὅτι αἵματα ἐδώκατε, καὶ οὐρανοὺς ἐκληρονομήσατε, καὶ πρὸς καιρὸν πειρασθέντες, αἰωνίως ἀγάλλεσθε, ὄντως καλὸν ὑμῶν τὸ ἐμπόρευμα! φθαρτὰ γὰρ καταλιπόντες, τὰ ἄφθαρτα ἀπελάβετε, καὶ σὺν Ἀγγέλοις χορεύοντες, ὑμνεῖτε ἀπαύστως, Τριάδα ὁμοούσιον. Αὐτόμελον στίχ. Τοῖς Ἁγίοις τοῖς ἐν τῇ γῇ αὐτοῦ ἐθαυμάστωσεν ὁ Κύριος. Πανεύφημοι μάρτυρες ὑμᾶς, οὐχ ἡ γῆ κατέκρυψεν, ἀλλ' οὐρανὸς ὑπεδέξατο· ὑμῖν ἠνοίγησαν, Παραδείσου πύλαι, καὶ ἐντὸς γενόμενοι, τοῦ ξύλου τῆς ζωῆς ἀπολαύετε, Χριστῷ πρεσβεύοντες, δωρηθῆναι ταῖς ψυχαῖς ἡμῶν, τὴν εἰρήνην καὶ τὸ μέγα ἔλεος. (εάν στο μηναίο υπάρχει στιχηρό ιδιόμελο, παραλείπεται το νεκρώσιμο και ψάλλεται το ιδιόμελο του μηναίου μετά του οικείου στίχου) Νεκρώσιμον Στίχ. Μακάριοι οὓς ἐξελέξω καὶ προσελάβου Κύριε. Ποία τοῦ βίου τρυφὴ διαμένει λύπης ἀμέτοχος! ποία δόξα ἕστηκεν ἐπὶ γῆς ἀμετάθετος! πάντα σκιᾶς ἀσθενέστερα, πάντα ὀνείρων ἀπατηλότερα· μία ῥοπή, καὶ ταῦτα πάντα θάνατος διαδέχεται. Ἀλλ' ἐν τῷ φωτὶ Χριστὲ τοῦ προσώπου σου, καὶ τῷ γλυκασμῷ τῆς σῆς ὡραιότητος, οὓς ἐξελέξω ἀνάπαυσον ὡς φιλάνθρωπος. Δόξα... Καὶ νῦν... Θεοτοκίον (Από το Μηναίο. Εάν δεν έχει το Μηναίο, το κάτωθι) Χαίροις παρ' ἡμῶν ἁγία Θεοτόκε Παρθένε, τὸ σεπτὸν κειμήλιον ἁπάσης τῆς οἰκουμένης, ἡ λαμπὰς ἡ ἄσβεστος, τὸ χωρίον τοῦ Ἀχωρήτου, ὁ ναὸς ὁ ἀκατάλυτος. Χαίροις ἐξ ἧς Ἀμνὸς ἐτέχθη, ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου. Νῦν ἀπολύεις τὸν δοῦλόν σου, Δέσποτα, κατὰ τὸ ῥῆμά σου, ἐν εἰρήνῃ· ὅτι εἶδον οἱ ὀφθαλμοί μου τὸ σωτήριόν σου, ὃ ἡτοίμασας κατὰ πρόσωπον πάντων τῶν λαῶν, φῶς εἰς ἀποκάλυψιν ἐθνῶν καὶ δόξαν λαοῦ σου Ἰσραήλ.

ΤΡΙΣΑΓΙΟΝ Ἅγιος ὁ Θεός, ἅγιος ἰσχυρός, ἅγιος ἀθάνατος ἐλέησον ἡμᾶς (γ΄). Δόξα... Καὶ νῦν... Παναγία Τριάς, ἐλέησον ἡμᾶς. Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τὰς ἀνομίας ἡμῖν. Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν, ἕνεκεν του ὀνόματός σου. Κύριε ἐλέησον, Κύριε ἐλέησον, Κύριε ἐλέησον. Δόξα... Καὶ νῦν... Πάτερ ἡμῶν, ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου, ἐλθέτω ἡ βασιλεία σου, γενηθήτω τὸ θέλημά σου ὡς ἐν οὐρανῷ καὶ ἐπί τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν, καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ. Ὅτι σοῦ ἐστιν ἡ βασιλεία... Ἀμήν.

4

Γεωργιοσ Καραγιαννακησ - Παρακλητικη


Σαβ β ατο ( Θε οσ Κυ ριοσ) - Α΄ Η χοσ

ΑΠΟΛΥΤΙΚΙΑ 1. Επειδή η ακολουθία του Μηναίου έχει τουλάχιστον ένα δοξαστικό, ψάλλεται το απολυτίκιο του Μηναίου, Δόξα... το ίδιο, Και νυν... το ομόηχο θεοτόκιο των απολυτικίων. 2. Εάν στο Μηναίο υπάρχουν δύο άγιοι, ψάλλεται το απολυτίκιο του αγίου που έχει δοξαστικό. Εάν έχουν και οι δύο δοξαστικά, ψάλλεται το του ενός, Δόξα... το του ετέρου, Και νυν... το ομόηχο θεοτόκιο των απολυτικίων. Εἰς τό Θεὸς Κύριος Θεοτόκια Θεοτοκίον Ἦχος α΄ Τοῦ Γαβριὴλ φθεγξαμένου σοὶ, Παρθένε τὸ Χαῖρε, σὺν τῇ φωνῇ ἐσαρκοῦτο, ὁ τῶν ὅλων Δεσπότης, ἐν σοὶ τὴ ἁγία κιβωτῶ, ὡς ἔφη ὁ δίκαιος Δαυϊδ· ἐδείχθης πλατυτέρα τῶν οὐρανῶν, βαστάσασα τὸν Κτίστην σου. Δόξα τῶ ἐνοικήσαντι ἐν σοί· δόξα τῶ προελθόντι ἐκ σοῦ· δόξα τῶ ἐλευθερώσαντι ἡμᾶς, διὰ τοῦ τόκου σου. Θεοτοκίον Ἦχος β΄ Πάντα ὑπὲρ ἔννοιαν, πάντα ὑπερένδοξα τὰ σὰ, Θεοτόκε μυστήρια· τὴ ἁγνεία ἐσφραγισμένη καὶ παρθενία φυλαττομένη, μήτηρ ἐγνώσθης ἀψευδής, Θεὸν τεκοῦσα ἀληθινόν. Αὐτὸν ἱκέτευε, σωθῆναι τὰς ψυχὰς ἡμῶν. Θεοτοκίον Ἦχος γ΄ Σὲ τὴν μεσιτεύσασαν τὴν σωτηρίαν τοῦ γένους ἡμῶν, ἀνυμνοῦμεν Θεοτόκε Παρθένε· ἐν τῇ σαρκὶ γὰρ τὴ ἐκ σοῦ προσληφθείση, ὁ Υἱός σου καὶ Θεὸς ἡμῶν, τὸ διὰ Σταυροῦ καταδεξάμενος πάθος, ἐλυτρώσατο ἡμᾶς ἐκ φθορᾶς, ὡς φιλάνθρωπος. Θεοτοκίον Ἦχος δ΄ Τὸ ἀπ' αἰῶνος ἀπόκρυφον, καὶ ἀγγέλοις ἄγνωστον Μυστήριον, διὰ σοῦ Θεοτόκε, τοὶς ἐπὶ γῆς πεφανέρωται· Θεὸς ἐν ἀσυγχύτῳ ἑνώσει σαρκούμενος, καὶ Σταυρὸν ἑκουσίως ὑπὲρ ἡμῶν καταδεξάμενος· δι' οὗ ἀναστήσας τὸν πρωτόπλαστον, ἔσωσεν ἐκ θανάτου τὰς ψυχὰς ἡμῶν. Θεοτοκίον Ἦχος πλ. α΄ Χαῖρε πύλη Κυρίου ἡ ἀδιόδευτος· χαῖρε τεῖχος καὶ σκέπη τῶν προστρεχόντων εἰς σέ, χαῖρε ἀχείμαστε λιμήν, καὶ ἀπειρόγαμε, ἡ τεκοῦσα ἐν σαρκί τὸν ποιητήν σου καὶ Θεόν, πρεσβεύουσα μὴ ἐλλείπης, ὑπὲρ τῶν ἀνυμνούντων, καὶ προσκυνούντων τὸν τόκον σου. Θεοτοκίον Ἦχος πλ. β΄ Ὁ τὴν εὐλογημένην καλέσας σου μητέρα, ἦλθες ἐπὶ τὸ πάθος ἑκουσίᾳ βουλῇ, λάμψας ἐν τῷ Σταυρῷ, ἀναζητῆσαι θέλων τὸν Ἀδάμ, λέγων τοῖς ἀγγέλοις. συγχάρητέ μοι, ὅτι εὑρέθη ἡ ἀπολομένη δραχμή. Ὁ πάντα σοφῶς οἰκονομήσας, Θεὸς δόξα σοι. Θεοτοκίον Ἦχος Βαρὺς Ὡς τῆς ἡμῶν ἀναστάσεως θησαύρισμα, τοὺς ἐπὶ σοὶ πεποιθότας, πανύμνητε, ἐκ λάκκου καὶ βυθοῦ πταισμάτων ἀνάγαγε· σὺ γὰρ τοὺς ὑπευθύνους τὴ ἁμαρτία ἔσωσας, τεκοῦσα τὴν σωτηρίαν, ἡ πρὸ τόκου Παρθένος, καὶ ἐν τόκῳ Παρθένος, καὶ μετὰ τόκον πάλιν οὖσα Παρθένος. Θεοτοκίον Ἦχος πλ. δ΄ Ὁ δι' ἡμᾶς γεννηθεὶς ἐκ Παρθένου, καὶ σταύρωσιν ὑπομεῖνας ἀγαθέ, ὁ θανάτω τὸν θάνατον σκυλεύσας, καὶ ἔγερσιν δείξας ὡς Θεός, μὴ παρίδης οὓς ἔπλασας τὴ χειρὶ σου· δεῖξον τὴν φιλανθρωπίαν σου ἐλεῆμον, δέξαι τὴν τεκούσάν σε Θεοτόκον, πρεσβεύουσαν ὑπὲρ ἡμῶν, καὶ σῶσον Σωτὴρ ἡμῶν, λαὸν ἀπεγνωσμένον.

Γεωργιοσ Καραγιαννακησ - Παρακλητικη

5


Σαβ β ατο ( Θε οσ Κυ ριοσ) - Α΄ Η χοσ

6

Γεωργιοσ Καραγιαννακησ - Παρακλητικη


Σαβ β ατο ( Θε οσ Κυ ριοσ) - Α΄ Η χοσ

Ορθροσ ΘΕΟΣ ΚΥΡΙΟΣ - ΑΠΟΛΥΤΙΚΙΑ (Το Θεός Κύριος στον ήχο του απολυτικίου) Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν· εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου. στίχ. Ἐξομολογεῖσθε τῷ Κυρίω, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ. Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν... στίχ. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με, καὶ τῷ ὀνόματι Κυρίου ἤμυνάμην αὐτούς. Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν... στίχ. Παρὰ Κυρίου ἐγένετο αὕτη, καὶ ἔστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν. Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν... 1. Επειδή η ακολουθία του Μηναίου έχει τουλάχιστον ένα δοξαστικό, ψάλλεται το απολυτίκιο του Μηναίου, Δόξα... το ίδιο, Και νυν... το ομόηχο θεοτόκιο των απολυτικίων. 2. Εάν στο Μηναίο υπάρχουν δύο άγιοι, ψάλλεται το απολυτίκιο του αγίου που έχει δοξαστικό. Εάν έχουν και οι δύο δοξαστικά, ψάλλεται το του ενός, Δόξα... το του ετέρου, Και νυν... το ομόηχο θεοτόκιο των απολυτικίων. (Εάν στο μηναίο υπάρχουν τρία δοξαστικά ή ζητά μεγάλη δοξολογία, η ημέρα είναι ημιεορτάσιμη και παραλείπονται όλα τα νεκρώσιμα) Εἰς τό Θεὸς Κύριος Θεοτόκια Θεοτοκίον Ἦχος α΄ Τοῦ Γαβριὴλ φθεγξαμένου σοὶ, Παρθένε τὸ Χαῖρε, σὺν τῇ φωνῇ ἐσαρκοῦτο, ὁ τῶν ὅλων Δεσπότης, ἐν σοὶ τὴ ἁγία κιβωτῶ, ὡς ἔφη ὁ δίκαιος Δαυϊδ· ἐδείχθης πλατυτέρα τῶν οὐρανῶν, βαστάσασα τὸν Κτίστην σου. Δόξα τῶ ἐνοικήσαντι ἐν σοί· δόξα τῶ προελθόντι ἐκ σοῦ· δόξα τῶ ἐλευθερώσαντι ἡμᾶς, διὰ τοῦ τόκου σου. Θεοτοκίον Ἦχος β΄ Πάντα ὑπὲρ ἔννοιαν, πάντα ὑπερένδοξα τὰ σὰ, Θεοτόκε μυστήρια· τὴ ἁγνεία ἐσφραγισμένη καὶ παρθενία φυλαττομένη, μήτηρ ἐγνώσθης ἀψευδής, Θεὸν τεκοῦσα ἀληθινόν. Αὐτὸν ἱκέτευε, σωθῆναι τὰς ψυχὰς ἡμῶν. Θεοτοκίον Ἦχος γ΄ Σὲ τὴν μεσιτεύσασαν τὴν σωτηρίαν τοῦ γένους ἡμῶν, ἀνυμνοῦμεν Θεοτόκε Παρθένε· ἐν τῇ σαρκὶ γὰρ τὴ ἐκ σοῦ προσληφθείση, ὁ Υἱός σου καὶ Θεὸς ἡμῶν, τὸ διὰ Σταυροῦ καταδεξάμενος πάθος, ἐλυτρώσατο ἡμᾶς ἐκ φθορᾶς, ὡς φιλάνθρωπος. Θεοτοκίον Ἦχος δ΄ Τὸ ἀπ' αἰῶνος ἀπόκρυφον, καὶ ἀγγέλοις ἄγνωστον Μυστήριον, διὰ σοῦ Θεοτόκε, τοὶς ἐπὶ γῆς πεφανέρωται· Θεὸς ἐν ἀσυγχύτῳ ἑνώσει σαρκούμενος, καὶ Σταυρὸν ἑκουσίως ὑπὲρ ἡμῶν καταδεξάμενος· δι' οὗ ἀναστήσας τὸν πρωτόπλαστον, ἔσωσεν ἐκ θανάτου τὰς ψυχὰς ἡμῶν. Θεοτοκίον Ἦχος πλ. α΄ Χαῖρε πύλη Κυρίου ἡ ἀδιόδευτος· χαῖρε τεῖχος καὶ σκέπη τῶν προστρεχόντων εἰς σέ, χαῖρε ἀχείμαστε λιμήν, καὶ ἀπειρόγαμε, ἡ τεκοῦσα ἐν σαρκί τὸν ποιητήν σου καὶ Θεόν, πρεσβεύουσα μὴ ἐλλείπης, ὑπὲρ τῶν ἀνυμνούντων, καὶ προσκυνούντων τὸν τόκον σου. Θεοτοκίον Ἦχος πλ. β΄ Ὁ τὴν εὐλογημένην καλέσας σου μητέρα, ἦλθες ἐπὶ τὸ πάθος ἑκουσίᾳ βουλῇ, λάμψας ἐν τῷ Σταυρῷ, ἀναζητῆσαι θέλων τὸν Ἀδάμ, λέγων τοῖς ἀγγέλοις. συγχάρητέ μοι, ὅτι εὑρέθη ἡ ἀπολομένη δραχμή. Ὁ πάντα σοφῶς οἰκονομήσας, Θεὸς δόξα σοι. Θεοτοκίον Ἦχος Βαρὺς Ὡς τῆς ἡμῶν ἀναστάσεως θησαύρισμα, τοὺς ἐπὶ σοὶ πεποιθότας, πανύμνητε, ἐκ λάκκου καὶ βυθοῦ πταισμάτων ἀνάγαγε· σὺ γὰρ τοὺς ὑπευθύνους τὴ ἁμαρτία ἔσωσας, τεκοῦσα τὴν σωτηρίαν, ἡ πρὸ τόκου Παρθένος, καὶ ἐν τόκῳ Παρθένος, καὶ μετὰ τόκον πάλιν οὖσα Παρθένος. Θεοτοκίον Ἦχος πλ. δ΄ Γεωργιοσ Καραγιαννακησ - Παρακλητικη

7


Σαβ β ατο ( Θε οσ Κυ ριοσ) - Α΄ Η χοσ

Ὁ δι' ἡμᾶς γεννηθεὶς ἐκ Παρθένου, καὶ σταύρωσιν ὑπομεῖνας ἀγαθέ, ὁ θανάτω τὸν θάνατον σκυλεύσας, καὶ ἔγερσιν δείξας ὡς Θεός, μὴ παρίδης οὓς ἔπλασας τὴ χειρὶ σου· δεῖξον τὴν φιλανθρωπίαν σου ἐλεῆμον, δέξαι τὴν τεκούσάν σε Θεοτόκον, πρεσβεύουσαν ὑπὲρ ἡμῶν, καὶ σῶσον Σωτὴρ ἡμῶν, λαὸν ἀπεγνωσμένον.

   

Μικρή Συναπτή Ἔτι καὶ ἔτι... Κύριε, ἐλέησον Ἀντιλαβοῦ, σῶσον...Κύριε, ἐλέησον Τῆς Παναγίας, ἀχράντου... Σοί, Κύριε. Ὅτι Σὸν τὸ κράτος... Ἀμήν. ΚΑΘΙΣΜΑΤΑ

Μετὰ τὴν α΄ στιχολογίαν

Μαρτυρικά Τοῦ λίθου σφραγισθέντος Ὡς καλοὶ στρατιῶται ὁμοφρόνως πιστεύσαντες, τὰς ἀπειλὰς τῶν τυράννων μὴ πτοούμενοι Ἅγιοι, προσήλθετε προθύμως τῷ Χριστῷ, ἀράμενοι τὸν τίμιον Σταυρόν, καὶ τελέσαντες τὸν δρόμον, ἐξ οὐρανοῦ τὴν νίκην ἐλάβετε. Δόξα τῷ ἐνισχύσαντι ὑμᾶς, δόξα τῷ στεφανώσαντι, δόξα τῷ ἐνεργοῦντι δι' ὑμῶν, πᾶσιν ἰάματα. στιχ. Θαυμαστός ὁ Θεός ἐν τοῖς ἁγίοις αὐτού. Τὰς ἀλγηδόνας τῶν Ἁγίων, ἃς ὑπὲρ σοῦ ἔπαθον, δυσωπήθητι Κύριε, καὶ πάσας ἡμῶν τὰς ὀδύνας, ἴασαι φιλάνθρωπε δεόμεθα. στιχ. Τοῖς ἁγίοις τοῖς ἐν τῇ γῇ αὐτού ἐθαυμάστωσεν ὁ Κύριος. Τοὺς μάρτυρας Χριστοῦ, ἱκετεύσωμεν πάντες· αὐτοὶ γὰρ τὴν ἡμῶν, σωτηρίαν αἰτοῦνται, καὶ πόθῳ προσέλθωμεν, πρὸς αὐτοὺς μετὰ πίστεως, οὗτοι βρύουσι, τῶν ἰαμάτων τὴν χάριν, οὗτοι φάλαγγας, ἀποσοβοῦσι δαιμόνων, ὡς φύλακες τῆς πίστεως. Δόξα... Καὶ νῦν... Θεοτοκίον Τοῦ Γαβριὴλ φθεγξαμένου σοι Παρθένε τὸ Χαῖρε, σὺν τῇ φωνῇ ἐσαρκοῦτο, ὁ τῶν ὅλων Δεσπότης, ἐν σοὶ τῇ ἁγίᾳ κιβωτῷ, ὡς ἔφη ὁ δίκαιος Δαυΐδ, ἐδείχθης πλατυτέρα τῶν οὐρανῶν, βαστάσασα τὸν Κτίστην σου. Δόξα τῷ ἐνοικήσαντι ἐν σοί, δόξα τῷ προελθόντι ἐκ σοῦ, δόξα τῷ ἐλευθερώσαντι ἡμᾶς διὰ τοῦ τόκου σου. Μετὰ τὴν β΄ στιχολογίαν Μαρτυρικὸν Ἀθλήσεως καύχημα, καὶ στεφάνων ἀξίωμα, οἱ ἔνδοξοι ἀθλοφόροι, περιβέβληνταί σε Κύριε· καρτερίᾳ γὰρ αἰκισμῶν, τοὺς ἀνόμους ἐτροπώσαντο, καὶ δυνάμει θεϊκῇ, ἐξ οὐρανοῦ τὴν νίκην ἐδέξαντο· αὐτῶν ταὶς ἱκεσίαις, δώρησαι ἡμῖν τὸ μέγα σου ἔλεος. Νεκρώσιμα στιχ. Μακάριοι οὓς ἐξελέξω καί προσελάβου Κύριε. Τὸ τοῦ θανάτου κράτος, Χριστὲ κατήργησας, καὶ ἀφθαρσίαν τοὶς ἐπὶ γῆς ἐπήγασας, καὶ οἱ εἰς σὲ πιστεύοντες οὐ θνῄσκουσιν, ἀλλὰ ζῶσιν ἐν σοί. Ἀνάπαυσον οὖν Κύριε, τὰς ψυχὰς τῶν δούλων σου, καὶ κατάταξον αὐτοὺς μετὰ τῶν Ἁγίων σου, πρεσβείαις τῆς Θεοτόκου, χαριζόμενος αὐτοῖς τὰ ἐλέη σου. Τὸν τάφον σου Σωτὴρ στιχ. Αἱ ψυχαί αὐτῶν ἐν ἀγαθοῖς αὐλισθήσονται. Ἐν τόπῳ φωτεινῷ, ἐν χορῷ τῶν δικαίων, ἀνάπαυσον Σωτήρ, τοὺς πρὸς σὲ μεταστάντας· εἰς σὲ γὰρ φιλάνθρωπε, τὰς ἐλπίδας ἀνέθεντο. Δέξαι δέησιν, ὑπὲρ πατέρων καὶ τέκνων, καὶ δικαίωσον, ὧν ἐκτελοῦμεν τὴν μνήμην, ὡς ὢν πολυέλεος. Δόξα... Καὶ νῦν... Θεοτοκίον Θαῦμα θαυμάτων, Κεχαριτωμένη, ἐν σοὶ θεωροῦσα ἡ κτίσις ἀγάλλεται· συνέλαβες γὰρ ἀσπόρως, καὶ ἔτεκες ἀφράστως, ὃν ταξιαρχίαι Ἀγγέλων ὁρᾶν οὐ δεδύνηνται, αὐτὸν Θεοτόκε ἱκέτευε, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

8

Γεωργιοσ Καραγιαννακησ - Παρακλητικη


Σαβ β ατο ( Θε οσ Κυ ριοσ) - Α΄ Η χοσ

                   

Ψαλμὸς ν΄ (50) χύμα Ελέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἐλεός σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου. Ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μού ἐστι διὰ παντός. Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα, ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε. Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ καὶ καθαρισθήσομαι· πλυνεῖς με καὶ ὑπὲρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην· ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοὶ, ὁ Θεός καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψης μὲ ἀπὸ τοῦ προσώπου σου καὶ τὸ Πνεῦμα σου τὸ ἅγιον μὴ ἀντανέλῃς ἀπ' ἐμοῦ. Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τὰς ὁδούς σου καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι. Ῥύσαί με ἐξ αἱμάτων, ὁ Θεός, ὁ Θεὸς τῆς σωτηρίας μου· ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου. Κύριε, τὰ χείλη μου ἀνοίξεις καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου. Ὅτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσία τῷ Θεῷ πνεῦμα συντετριμμένον· καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει. Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιὼν καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ. Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καὶ ὁλοκαυτώματα. Τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους.

Γεωργιοσ Καραγιαννακησ - Παρακλητικη

9


Σαβ β ατο ( Θε οσ Κυ ριοσ) - Α΄ Η χοσ

ΚΑΝΟΝΕΣ ᾨδὴ α΄ - Κανὼν εἰς Προφήτας καὶ Μάρτυρας Ὁ Εἱρμὸς 1. »Σοῦ ἡ τροπαιοῦχος δεξιά, θεοπρεπῶς ἐν ἰσχύϊ δεδόξασται· αὕτη γὰρ ἀθάνατε, ὡς πανσθενὴς ὑπεναντίους ἔθραυσε, τοῖς Ἰσραηλίταις, ὁδὸν βυθοῦ καινουργήσασα. Τροπάρια στιχ. Ἃγιοι τοῦ Θεοῦ, πρεσβεύσατε ὑπέρ ἡμῶν. 2. Χερσὶν ὡμοιώθης Προφητῶν, ὁ τῇ χειρί σου συνέχων τὰ πέρατα, τούτων παρακλήσεσι, τὸ τῶν ἐμῶν ἁμαρτιῶν χειρόγραφον, Λόγε διαρρήξας, ἐχθροῦ χειρῶν με ἐξάρπασον. στιχ. Ἃγιοι τοῦ Θεοῦ, πρεσβεύσατε ὑπέρ ἡμῶν. 3. Θείων ἐπιλάμψεων τὸν νοῦν, προφητικῶς δεκτικὸν ἐργασάμενοι, φῶς ἐχρηματίσατε, τὴν νοητὴν ἀνατολὴν κηρύττοντες, ἔνδοξοι Προφῆται, φωταγωγοὶ τῶν ψυχῶν ἡμῶν. Μαρτυρικὰ στιχ. Ἃγιοι τοῦ Θεοῦ, πρεσβεύσατε ὑπέρ ἡμῶν. 4. Αἵμασιν ὑμῶν ἀθλητικοῖς, πολυθεΐας ξηράναντες πέλαγος, τῶν ἀνομιῶν ἡμῶν, τοὺς ποταμοὺς ξηράνατε μακάριοι, θείαις ἑπομβρίαις, τῶν ἱερῶν προσευχῶν ὑμῶν. στιχ. Ἃγιοι τοῦ Θεοῦ, πρεσβεύσατε ὑπέρ ἡμῶν. 5. Νέφος ἀθλητῶν φωτοειδές, τὸν ἐκ Παρθένου νεφέλης ἐκλάμψαντα, Ἥλιον δυσώπησον, τὰ σκοτεινὰ νέφη, τῶν καρδιῶν ἡμῶν ἐναποδιῶξαι, καὶ τῆς γεέννης λυτρώσασθαι. Θεοτοκίον στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς. 6. Γνώμῃ ὀλισθαίνοντα ἀεί, καὶ λογισμοῖς πονηροῖς ἐξελκόμενον, καὶ δελεαζόμενον, φρενοβλαβῶς δέ, τοῖς ἐχθροῖς εὐχείρωτον, ὅλον γεγονότα, μὴ ὑπερίδῃς με Δέσποινα. (Μηναίο με δύο κανόνες, άνευ ειρμών, εις 8) (Εάν το Μηναίο ζητά Μεγάλη Δοξολογία, η ημέρα είναι ημιεορτάσιμη και ο νεκρώσιμος κανών καταλιμπάνεται, έστω και αν το Μηναίο έχει ένα κανόνα.) ᾨδὴ α΄ - Κανὼν εἰς Κοιμηθέντας

Σοῦ ἡ τροπαιοῦχος δεξιά στίχ. Πρεσβείαις τῶν Μαρτύρων σου ἀνάπαυσον, Κύριε, τὰς ψυχὰς τῶν δούλων σου. 7. Πύλας τοῦ θανάτου καὶ μοχλούς, τῷ σῷ θανάτῳ συντρίψας, ἀθάνατε, πύλας ἀναπέτασον, τῆς ὑπὲρ νοῦν ἀθανασίας Δέσποτα, τοῖς κεκοιμημένοις, πρεσβείαις τῶν ἀθλοφόρων σου. στίχ. Αἱ ψυχαὶ αὐτῶν ἐν ἀγαθοῖς αὐλισθήσονται. 8. Ἵνα τῆς ἐνθέου σου ζωῆς, ἀξιωθῶμεν κατῆλθες πρὸς θάνατον, τούτου προνομεύσας δέ, τοὺς θησαυρούς, ἡμᾶς ἐκεῖθεν εἵλκυσας, νῦν δὲ ζωοδότα, τοὺς μεταστάντας ἀνάπαυσον. στίχ. Καὶ τὸ μνημόσυνον αὐτῶν, εἰς γενεάν και γενεάν. 9. Σύ μου τὸ φθαρτόν τε καὶ θνητόν, ἀναλαβὼν ἀφθαρσίαν ἐνέδυσας, καὶ πρὸς ἀτελεύτητον, διαγωγὴν καὶ μακαρίαν ὕψωσας, ἔνθα ὡς οἰκτίρμων, οὓς προσελάβου ἀνάπαυσον. Θεοτοκίον στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς. 10. Τὴν κυοφορήσασαν πιστοί, τὸν ἐκ Θεοῦ Θεὸν Λόγον ὑμνήσωμεν· αὕτη γὰρ ἡ Πάναγνος, ὁδὸς ζωῆς τοὶς τεθνεῶσι γέγονεν, ἣν ὡς θεοδόχον καὶ Θεοτόκον δοξάζομεν. (Μηναίο με ένα κανόνα, άνευ ειρμού, εις 4)

10

Γεωργιοσ Καραγιαννακησ - Παρακλητικη


Σαβ β ατο ( Θε οσ Κυ ριοσ) - Α΄ Η χοσ

ᾨδὴ γ΄ - Κανὼν εἰς Προφήτας καὶ Μάρτυρας Ὁ Εἱρμὸς 1. »Ὁ μόνος εἰδὼς τῆς τῶν βροτῶν, οὐσίας τὴν ἀσθένειαν, καὶ συμπαθῶς αὐτὴν μορφωσάμενος, περίζωσόν με ἐξ ὕψους δύναμιν, τοῦ βοᾶν σοι· Ἅγιος, ὁ ναὸς ὁ ἔμψυχος, τῆς ἀχράντου σου δόξης φιλάνθρωπε. Τροπάρια στιχ. Ἃγιοι τοῦ Θεοῦ, πρεσβεύσατε ὑπέρ ἡμῶν. 2. Δοχεῖα τοῦ Πνεύματος σοφοί, Προφῆται χρηματίσαντες, τὴν πρὸς ἡμᾶς τοῦ Λόγου κατάβασιν, φαεινοτάτως διετρανώσατε· διὸ δυσωπήσατε, φωτισμὸν καὶ ἔλεος, δωρηθῆναι τοῖς πίστει τιμῶσιν ὑμᾶς. στιχ. Ἃγιοι τοῦ Θεοῦ, πρεσβεύσατε ὑπέρ ἡμῶν. 3. Πλαξὶ καρδιῶν ὑμῶν σοφοί, τὸν νόμον τὸν σωτήριον, ἐγγεγραμμένον πίστει ἐσχήκατε· διὸ τῷ νόμῳ τῆς ἁμαρτίας με, χαλεπῶς τροπούμενον, θείαις παρακλήσεσι, θεηγόροι Προφῆται λυτρώσασθε. Μαρτυρικὰ στιχ. Ἃγιοι τοῦ Θεοῦ, πρεσβεύσατε ὑπέρ ἡμῶν. 4. Φρύαγμα τυράννων δυσσεβές, γενναίως συνετρίψατε, πρὸς τὸν Θεὸν ὑψούμενοι μάρτυρες· διὸ κραυγάζω, κατεπαιρόμενον, καὶ σοβαρευόμενον, κατ' ἐμοῦ τὸν δράκοντα, ταῖς ὑμῶν ἱκεσίαις συντρίψατε. στιχ. Ἃγιοι τοῦ Θεοῦ, πρεσβεύσατε ὑπέρ ἡμῶν. 5. Θείων παθημάτων κοινωνοί, μελλούσης βασιλείας τε, ἀδιαδόχου μάρτυρες ἔνδοξοι, παθῶν σαρκός με ἀπολυτρώσασθε, καὶ γεέννης ῥύσασθε, καὶ μελλούσης κρίσεως, ταῖς ὑμῶν πρὸς τὸν Κτίστην δεήσεσιν. Θεοτοκίον στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς. 6. Σκηνὴ πλατυτέρα οὐρανῶν, λαόν σου συνερχόμενον, ἐν τῇ σκηνῇ σόυ ταύτῃ ὑμνῆσαί σε, σκηνῶν ἀΰλων μέτοχον ποίησον, τῇ θερμῇ δεήσει σου, τῇ πρὸς Χριστὸν ὅν ἔτεκες, τὸν Δεσπότην ἁπάντων καὶ Κύριον. (Μηναίο με δύο κανόνες, άνευ ειρμών, εις 8) (Εάν το Μηναίο ζητά Μεγάλη Δοξολογία, η ημέρα είναι ημιεορτάσιμη και ο νεκρώσιμος κανών καταλιμπάνεται, έστω και αν το Μηναίο έχει ένα κανόνα.) ᾨδὴ γ΄ - Κανὼν εἰς Κοιμηθέντας Ὁ μόνος εἰδὼς τῆς τῶν βροτῶν στίχ. Πρεσβείαις τῶν Μαρτύρων σου ἀνάπαυσον, Κύριε, τὰς ψυχὰς τῶν δούλων σου. 7. Ὡς μόνος ὑπάρχων ἀγαθός, καὶ μόνος πολυέλεος, τοὺς εὐσεβῶς πρὸς σὲ ἐκδημήσαντας, ἐν οὐρανίαις σκηναῖς ἀνάπαυσον, ἔνθα ἡ ἀνέκφραστος, χαρὰ καὶ ἀπόλαυσις, ἔνθα νέφος Μαρτύρων εὐφραὶνεται. στίχ. Αἱ ψυχαὶ αὐτῶν ἐν ἀγαθοῖς αὐλισθήσονται. 8. Σὺ μόνος ἐφάνης ἐπὶ γῆς, Σωτήρ μου ἀναμάρτητος, ὁ ἁμαρτίας αἴρων ὡς εὔσπλαγχνος, τοῦ κόσμου τούτου τῶν μεταστάντων πιστῶς, τὰς ψυχὰς ἀνάπαυσον, ἐν αὐλαῖς Ἁγίων σου, ἐν τρυφῇ Παραδείσου φιλάνθρωπε. στίχ. Καὶ τὸ μνημόσυνον αὐτῶν, εἰς γενεάν και γενεάν. 9. Θανάτου τὸ κράτος καθελών, ζωὴν τὴν ἀτελεύτητον, πᾶσι πιστοῖς ἐπήγασας, Δέσποτα, ἐν ταύτῃ τούτους τοὺς ἐκδημήσαντας, εὐσεβῶς κατάταξον, παρορῶν τὰ πταίσματα, συγχωρῶν ἁμαρτίας Ἀθάνατε. Θεοτοκίον στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς. 10. Ἀσπόρως συνέλαβες Ἁγνή, τὸν Λόγον τὸν ἀΐδιον, σωματικῶς ἡμῖν ὁμιλήσαντα, τὸν τοῦ θανάτου τὴν ἰσχὺν λύσαντα, καὶ ζωὴν πηγάσαντα, καὶ θνητοῖς ἀνάστασιν, τῇ αὐτοῦ εὐσπλαγχνίᾳ παρέχοντα. (Μηναίο με ένα κανόνα, άνευ ειρμού, εις 4) (και στο τέλος, ο ειρμός της 3ης ωδής από το Μηναίο) Γεωργιοσ Καραγιαννακησ - Παρακλητικη

11


Σαβ β ατο ( Θε οσ Κυ ριοσ) - Α΄ Η χοσ

ΜΕΤΑ ΤΗΝ 3η ΩΔΗ Μικρή Συναπτή    

Ἔτι καὶ ἔτι... Κύριε, ἐλέησον Ἀντιλαβοῦ, σῶσον...Κύριε, ἐλέησον Τῆς Παναγίας, ἀχράντου... Σοί, Κύριε. Ὅτι Σὺ εἶ ὁ Θεὸς ἡμῶν... Ἀμήν. (Μεσώδια Καθίσματα από το Μηναίο -η 4η, 5η και 6η ωδή συνήθως παραλείπονταικαι στο τέλος, ο ειρμός της 6ης ωδής από το Μηναίο) ΜΕΤΑ ΤΗΝ 6η ΩΔΗ

   

Μικρή Συναπτή Ἔτι καὶ ἔτι... Κύριε, ἐλέησον Ἀντιλαβοῦ, σῶσον...Κύριε, ἐλέησον Τῆς Παναγίας, ἀχράντου... Σοί, Κύριε. Σὺ γὰρ εἶ ὁ Βασιλεὺς τῆς εἰρήνης... Ἀμήν. (Κοντάκιο και Οίκος από το Μηναίο. Εάν δεν υπάρχουν, λέμε τα κάτωθι)

Τῷ Σαββάτῳ

Τὰ καθ' ἡμέραν Κοντάκια

Κοντάκιον Μαρτυρικὸν Ἦχος πλ. δ΄ Ὡς ἀπαρχὰς τῆς φύσεως, τῷ φυτουργῷ τῆς κτίσεως ἡ οἰκουμένη προσφέρει σοι, Κύριε, τοὺς θεοφόρους μάρτυρας. Ταῖς αὐτῶν ἱκεσίαις, ἐν εἰρήνῃ βαθείᾳ, τὴν Ἐκκλησίαν σου, διὰ τῆς Θεοτόκου συντήρησον, πολυέλεε. (Συναξάριο της ημέρας -η 7η και 8η ωδή συνήθως παραλείπονταικαι στο τέλος, ο ειρμός της 8ης ωδής από το Μηναίο με στίχο) στίχ. Αἰνοῦμεν, εὐλογοῦμεν, καὶ προσκυνοῦμεν τὸν Κύριον.

12

Γεωργιοσ Καραγιαννακησ - Παρακλητικη


Σαβ β ατο ( Θε οσ Κυ ριοσ) - Α΄ Η χοσ

9η ΩΔΗ (Ωδή της Θεοτόκου) Τὴν Θεοτόκον καὶ Μητέρα τοῦ Φωτός, ἐν ὕμνοις τιμῶντες, μεγαλύνωμεν. 1. στίχ. Μεγαλύνει ἡ ψυχή μου τὸν Κύριον, καὶ ἠγαλλίασε τὸ πνεύμά μου ἐπὶ τῶ Θεῷ τῶ σωτήρί μου. Τὴν τιμιωτέραν τῶν Χερουβίμ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφίμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, σὲ μεγαλύνομεν. 2. στίχ. Ὅτι ἐπέβλεψεν ἐπὶ τὴν ταπείνωσιν τῆς δούλης αὐτοῦ· ἰδοὺ γὰρ ἀπὸ τοῦ νὺν μακαριοῦσί με πᾶσαι αἱ γενεαί. 3. στίχ. Ὅτι ἐποίησέ μοὶ μεγαλεῖα ὁ δυνατός, καὶ ἅγιον τὸ ὄνομα αὐτοῦ· καὶ τὸ ἔλεος αὐτοῦ εἰς γενεάν καὶ γενεὰν τοὶς φοβουμένοις αὐτόν. 4. στίχ. Ἐποίησε κράτος ἐν βραχίονι αὐτοῦ, διεσκόρπισεν ὑπερηφάνους διανοίᾳ καρδίας αὐτῶν. 5. στίχ. Καθεῖλε δυνάστας ἀπὸ θρόνων καὶ ὕψωσε ταπεινούς· πεινῶντας ἐνέπλησεν ἀγαθῶν καὶ πλουτοῦντας ἐξαπέστειλε κενούς. 6. στίχ. Ἀντελάβετο Ἰσραὴλ παιδὸς αὐτοῦ μνησθῆναι ἐλέους, καθὼς ἐλάλησε πρὸς τοὺς πατέρας ἡμῶν, τῶ Ἀβραάμ καὶ τῶ σπέρματι αὐτοῦ ἕως αἰῶνος. (-η 9η ωδή συνήθως παραλείπεταιμετά ο ειρμός της 9ης ωδής από το Μηναίο και στο τέλος, το μεγαλυνάριον της Θεοτόκου) Ἄξιόν ἐστιν ὦς ἀληθῶς, μακαρίζειν σὲ τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ Μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβίμ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφίμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, σὲ μεγαλύνομεν.    

Μικρή Συναπτή Ἔτι καὶ ἔτι... Κύριε, ἐλέησον Ἀντιλαβοῦ, σῶσον...Κύριε, ἐλέησον Τῆς Παναγίας, ἀχράντου... Σοί, Κύριε. Ὅτι Σὲ αἰνοῦσι... Ἀμήν.

Τῷ Σαββάτῳ

ΕΞΑΠΟΣΤΕΙΛΑΡΙΑ Τὰ καθ' ἡμέραν ἐξαποστειλάρια

Αὐτόμελον Ἦχος γ΄ Ὁ οὐρανὸν τοῖς ἄστροις, κατακοσμήσας ὡς Θεός καὶ διὰ τῶν σῶν ἁγίων, πᾶσαν τὴν γῆν φωταγωγῶν, δημιουργὲ τῶν ἁπάντων, τοὺς ἀνυμνοῦντάς σε σῷζε. (Εξαποστειλάριο και Θεοτόκιο από το Μηναίο. Εάν δεν υπάρχουν, λέμε τα κάτωθι) Νεκρώσιμον Ὁ οὐρανὸν τοῖς ἄστροις Ὁ καὶ νεκρῶν καὶ ζώντων, ἐξουσιάζων Θεός καὶ διὰ τῶν σῶν ἁγίων πᾶσαν τὴν γῆν φωταγωγῶν, δημιουργὲ τῶν ἁπάντων, τοὺς ἀνυμνοῦντάς σε σῷζε. Θεοτοκίον Ἦχος β΄ Τῶν Μαθητῶν ὁρώντων σε Ἡμεῖς ἐν σοὶ καυχώμεθα Θεοτόκε, καὶ πρὸς Θεόν σε ἔχομεν προστασίαν· ἔκτεινόν σου τὴν χεῖρα τὴν ἄμαχον, καὶ θραῦσον τοὺς ἐχθροὺς ἡμῶν· σοῖς ἐξαπόστειλον δούλοις, βοήθειαν ἐξ ἁγίου.

Γεωργιοσ Καραγιαννακησ - Παρακλητικη

13


Σαβ β ατο ( Θε οσ Κυ ριοσ) - Α΄ Η χοσ

ΑΙΝΟΙ (Εάν υπάρχουν αίνοι στο Μηναίο) (το Πάσα πνοή στον ήχο των στιχηρών) Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον. Αἰνεῖτε τὸν Κύριον ἐκ τῶν οὐρανῶν, αἰνεῖτε αὐτὸν ἐν τοῖς ὑψίστοις. Σοὶ πρέπει ὕμνος τῶ Θεῷ. Αἰνεῖτε αὐτόν, πάντες οἱ Ἄγγελοι αὐτοῦ· αἰνεῖτε αὐτόν, πᾶσαι αἱ δυνάμεις αὐτοῦ. Σοὶ πρέπει ὕμνος τῶ Θεῷ. (οι ενδιάμεσοι στίχοι συνήθως παραλείπονται και στους 4 τελευταίους στίχους, ψάλλονται τα στιχηρά του Μηναίου) 1. στίχ. Αἰνεῖτε αὐτὸν ἐπὶ ταῖς δυναστείαις αὐτοῦ· αἰνεῖτε αὐτὸν κατὰ τὸ πλῆθος τῆς μεγαλωσύνης αὐτοῦ. 2. στίχ. Αἰνεῖτε αὐτὸν ἐν ἤχῳ σάλπιγγος· αἰνεῖτε αὐτὸν ἐν ψαλτηρίῳ καὶ κιθάρᾳ. 3. στίχ. Αἰνεῖτε αὐτὸν ἐν τυμπάνῳ καὶ χορῷ· αἰνεῖτε αὐτὸν ἐν χορδαῖς καὶ ὀργάνῳ. 4. στίχ. Αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις εὐήχοις· αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις ἀλλαλαγμοῦ. Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον. (Δόξα... Και νυν... του Μηναίου)

14

Γεωργιοσ Καραγιαννακησ - Παρακλητικη


Σαβ β ατο ( Θε οσ Κυ ριοσ) - Α΄ Η χοσ

ΑΙΝΟΙ (Εάν δεν υπάρχουν αίνοι στο Μηναίο, οι 3 ψαλμοί των αίνων 148 - 149 - 150 χύμα)                              

Ψαλμὸς ρμη΄ (148) Αἰνεῖτε τὸν Κύριον ἐκ τῶν οὐρανῶν, αἰνεῖτε αὐτὸν ἐν τοῖς ὑψίστοις. Σοὶ πρέπει ὕμνος τῶ Θεῷ. Αἰνεῖτε αὐτόν, πάντες οἱ Ἄγγελοι αὐτοῦ· αἰνεῖτε αὐτόν, πᾶσαι αἱ δυνάμεις αὐτοῦ. Σοὶ πρέπει ὕμνος τῶ Θεῷ. Αἰνεῖτε αὐτόν, ἥλιος καὶ σελήνη· αἰνεῖτε αὐτόν, πάντα τὰ ἄστρα καὶ τὸ φῶς. Αἰνεῖτε αὐτόν, οἱ οὐρανοὶ τῶν οὐρανῶν καὶ τὸ ὕδωρ τὸ ὑπεράνω τῶν οὐρανῶν. Αἰνεσάτωσαν τὸ ὄνομα Κυρίου, ὅτι αὐτὸς εἶπε καὶ ἐγενήθησαν, αὐτὸς ἐνετείλατο, καὶ ἐκτίσθησαν. Ἔστησεν αὐτὰ εἰς τὸν αἰῶνα, καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος· πρόσταγμα ἔθετο, καὶ οὐ παρελεύσεται. Αἰνεῖτε τὸν Κύριον ἐκ τῆς γῆς, δράκοντες καὶ πᾶσαι ἄβυσσοι. Πῦρ, χάλαζα, χιών, κρύσταλλος, πνεῦμα καταιγίδος, τὰ ποιοῦντα τὸν λόγον αὐτοῦ. Τὰ ὄρη καὶ πάντες οἱ βουνοί, ξύλα καρποφόρα καὶ πᾶσαι κέδροι. Τὰ θηρία καὶ πάντα τὰ κτήνη, ἑρπετὰ καὶ πετεινὰ πτερωτά. Βασιλεῖς τῆς γῆς καὶ πάντες λαοί, ἄρχοντες καὶ πάντες κριταὶ τῆς γῆς. Νεανίσκοι καὶ παρθένοι, πρεσβύτεροι μετὰ νεωτέρων, αἰνεσάτωσαν τὸ ὄνομα Κυρίου, ὅτι ὑψώθη τὸ ὄνομα αὐτοῦ μόνου. Ἡ ἐξομολόγησις αὐτοῦ ἐπὶ γῆς καὶ οὐρανοῦ καὶ ὑψώσει κέρας λαοῦ αὐτοῦ. Ὕμνος πᾶσι τοῖς ὁσίοις αὐτοῦ, τοῖς υἱοὶς Ἰσραήλ, λαῷ ἐγγίζοντι αὐτῷ. Ψαλμὸς ρμθ΄ (149) ᾌσατε τῷ Κυρίῳ ᾆσμα καινόν ἡ αἴνεσις αὐτοῦ ἐν ἐκκλησίᾳ ὁσίων. Εὐφρανθήτω Ἰσραὴλ ἐπὶ τῷ ποιήσαντι αὐτόν καὶ υἱοὶ Σιὼν ἀγαλλιάσθωσαν ἐπὶ τῷ βασιλεῖ αὐτῶν. Αἰνεσάτωσαν τὸ ὄνομα αὐτοῦ ἐν χορῷ, ἐν τυμπάνῳ καὶ ψαλτηρίῳ ψαλάτωσαν αὐτῷ. Ὅτι εὐδοκεῖ Κύριος ἐν τῷ λαῷ αὐτοῦ καὶ ὑψώσει πραεῖς ἐν σωτηρίᾳ. Καυχἠσονται ὅσιοι ἐν δόξῃ καὶ ἀγαλλιάσονται ἐπὶ τῶν κοιτῶν αὐτῶν. Αἱ ὑψώσεις τοῦ Θεοῦ ἐν τῷ λάρυγγι αὐτῶν καὶ ῥομφαῖαι δίστομοι ἐν ταῖς χερσὶν αὐτῶν. Τοῦ ποιῆσαι ἐκδίκησιν ἐν τοῖς ἔθνεσιν, ἐλεγμοὺς ἐν τοῖς λαοῖς. Τοῦ δῆσαι τοὺς βασιλεῖς αὐτῶν ἐν πέδαις, καὶ τοὺς ἐνδόξους αὐτῶν ἐν χειροπέδαις σιδηραῖς. Τοῦ ποιῆσαι ἐν αὐτοῖς κρῖμα ἔγγραπτον· δόξα αὕτη ἔσται πᾶσι τοῖς ὁσίοις αὐτοῦ. Ψαλμὸς ρν΄ (l50) Αἰνεῖτε τὸν Θεὸν ἐν τοῖς ἁγίοις αὐτοῦ· αἰνεῖτε αὐτὸν ἐν στερεώματι τῆς δυνάμεως αὐτοῦ. Αἰνεῖτε αὐτὸν ἐπὶ ταῖς δυναστείαις αὐτοῦ, αἰνεῖτε αὐτὸν κατὰ τὸ πλῆθος τῆς μεγαλωσύνης αὐτοῦ. Αἰνεῖτε αὐτὸν ἐν ἤχῳ σάλπιγγος, αἰνεῖτε αὐτὸν ἐν ψαλτηρίῳ καὶ κιθάρᾳ. Αἰνεῖτε αὐτὸν ἐν τυμπάνῳ καὶ χορῷ, αἰνεῖτε αὐτὸν ἐν χορδαῖς καὶ ὀργάνῳ . Αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις εὐήχοις, αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις ἀλλαλαγμοῦ, Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον. Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι. Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Γεωργιοσ Καραγιαννακησ - Παρακλητικη

15


Σαβ β ατο ( Θε οσ Κυ ριοσ) - Α΄ Η χοσ

ΔΟΞΟΛΟΓΙΑ (Εάν το Μηναίο ζητά Μεγάλη Δοξολογία, η ημέρα είναι ημιεορτάσιμη και τελειώνει ο Όρθρος με την κάτωθι σειρά)                    

Δοξολογία μεγάλη Δόξα σοι τῷ δείξαντι τὸ φῶς. Δόξα ἐν ὑψίστοις Θεῷ καὶ ἐπὶ γῆς εἰρήνη, ἐν ἀνθρώποις εὐδοκία. Ὑμνοῦμέν σε, εὐλογοῦμέν σε, προσκυνοῦμέν σε, δοξολογοῦμέν σε, εὐχαριστοῦμέν σοι διὰ τὴν μεγάλην σου δόξαν. Κύριε βασιλεῦ, ἐπουράνιε Θεέ, Πάτερ παντοκράτορ· Κύριε Υἱὲ μονογενές, Ἰησοῦ Χριστέ καὶ ἅγιον Πνεῦμα. Κύριε ὁ Θεός, ὁ ἀμνὸς τοῦ Θεοῦ, ὁ Υἱὸς τοῦ Πατρός, ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου, ἐλέησον ἡμᾶς, ὁ αἴρων τὰς ἁμαρτίας τοῦ κόσμου. Πρόσδεξαι τὴν δέησιν ἡμῶν, ὁ καθήμενος ἐν δεξιᾷ τοῦ Πατρός, καὶ ἐλέησον ἡμᾶς. Ὅτι σὺ εἶ μόνος ἅγιος, σὺ εἶ μόνος Κύριος, Ἰησοῦς Χριστός, εἰς δόξαν Θεοῦ Πατρός. Ἀμήν. Καθ' ἑκάστην ἡμέραν εὐλογήσω σε καὶ αἰνέσω τὸ ὄνομά σου εἰς τὸν αἰῶνα καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος. Καταξίωσον, Κύριε, ἐν τῇ ἡμέρᾳ ταύτῃ, ἀναμαρτήτους φυλαχθῆναι ἡμᾶς. Εὐλογητὸς εἶ, Κύριε, ὁ Θεὸς τῶν πατέρων ἡμῶν καὶ αἰνετὸν καὶ δεδοξασμένον τὸ ὄνομά σου εἰς τοὺς αἰῶνας. Ἀμήν. Γένοιτο, Κύριε, τὸ ἔλεός σου ἐφ' ἡμᾶς, καθάπερ ἠλπίσαμεν ἐπὶ σέ. Εὐλογητὸς εἶ, Κύριε· δίδαξόν με τὰ δικαιώματά σου (γ΄). Κύριε, καταφυγὴ ἐγενήθης ἡμῖν ἐν γενεᾷ καὶ γενεᾷ. Ἐγὼ εἶπα· Κύριε, ἐλέησόν με· ἴασαι τὴν ψυχήν μου, ὅτι ἥμαρτόν σοι. Κύριε, πρὸς σὲ κατέφυγον· δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεός μου. Ὅτι παρὰ σοὶ πηγὴ ζωῆς· ἐν τῷ φωτί σου ὀψόμεθα φῶς. Παράτεινον τὸ ἔλεός σου τοῖς γινώσκουσί σε. Ἅγιος ὁ Θεός, ἅγιος ἰσχυρός, ἅγιος ἀθάνατος· ἐλέησον ἡμᾶς (γ΄). Δόξα Πατρὶ καὶ Υἱῷ καὶ ἁγίῳ Πνεύματι. Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰῶνων. Ἀμήν. Ἅγιος ἀθάνατος· ἐλέησον ἡμᾶς. Ἅγιος ὁ Θεός, ἅγιος ἰσχυρός, ἅγιος ἀθάνατος· ἐλέησον ἡμᾶς. (Απολυτίκιο και Θεοτόκιο τέλους και άρχεται η Θεία Λειτουργία)

16

Γεωργιοσ Καραγιαννακησ - Παρακλητικη


Σαβ β ατο ( Θε οσ Κυ ριοσ) - Α΄ Η χοσ

ΔΟΞΟΛΟΓΙΑ (Εάν το Μηναίο δεν ζητά Μεγάλη Δοξολογία, τελειώνει ο Όρθρος με την κάτωθι σειρά) Δοξολογία μικρή (χύμα) Σοὶ δόξα πρέπει, Κύριε, ὁ Θεὸς ἡμῶν, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρί, καὶ τῷ Υἱῷ, καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν, καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.                   

Δόξα σοι τῷ δείξαντι τὸ φῶς. Δόξα ἐν ὑψίστοις Θεῷ καὶ ἐπὶ γῆς εἰρήνη ἐν ἀνθρώποις εὐδοκία. Ὑμνοῦμέν σε, εὐλογοῦμέν σε, προσκυνοῦμέν σε, δοξολογοῦμέν σε, εὐχαριστοῦμέν σοι, διὰ τὴν μεγάλην σου δόξαν. Κύριε Βασιλεῦ, ἐπουράνιε Θεέ, Πάτερ παντοκράτορ, Κύριε Υἱὲ μονογενές, Ἰησοῦ Χριστέ, καὶ Ἅγιον Πνεῦμα. Κύριε ὁ Θεός, ὁ ἀμνὸς τοῦ Θεοῦ, ὁ Υἱός τοῦ Πατρός, ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου, ἐλέησον ἡμᾶς, ὁ αἴρων τὰς ἁμαρτίας τοῦ κόσμου. Πρόσδεξαι τὴν δέησιν ἡμῶν, ὁ καθήμενος ἐν δεξιᾷ τοῦ Πατρός, καὶ ἐλέησον ἡμᾶς. Ὅτι σὺ εἶ μόνος Ἅγιος, σὺ εἶ μόνος Κύριος, Ἰησοῦς Χριστός, εἰς δόξαν Θεοῦ Πατρός. Ἀμήν. Καθ' ἑκάστην ἡμέραν εὐλογήσω σε, καὶ αἰνέσω τὸ ὄνομά σου εἰς τὸν αἰῶνα καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος. Κύριε, καταφυγὴ ἐγενήθης ἡμῖν ἐν γενεᾷ καὶ γενεᾷ. Ἐγὼ εἶπα· Κύριε, ἐλέησόν με, ἴασαι τὴν ψυχήν μου, ὅτι ἥμαρτόν σοι. Κύριε, πρὸς σὲ κατέφυγον, δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεός μου. Ὅτι παρὰ σοὶ πηγὴ ζωῆς ἐν τῷ φωτί σου ὀψόμεθα φῶς. Παράτεινον τὸ ἔλεός σου τοῖς γινώσκουσί σε. Καταξίωσον, Κύριε, ἐν τῇ ἡμέρᾳ ταύτη ἀναμαρτήτους φυλαχθῆναι ἡμᾶς. Εὐλογητὸς εἶ, Κύριε, ὁ Θεὸς τῶν Πατέρων ἡμῶν, καὶ αἰνετὸν καὶ δεδοξασμένον τὸ ὄνομά σου εἰς τοὺς αἰῶνας. Ἀμήν. Γένοιτο, Κύριε, τὸ ἔλεός σου ἐφ' ἡμᾶς, καθάπερ ἠλπίσαμεν ἐπὶ σέ. Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου. Εὐλογητὸς εἶ, Δέσποτα, συνέτισόν με τὰ δικαιώματά σου. Εὐλογητὸς εἶ, Ἅγιε, φώτισόν με τοῖς δικαιώμασί σου. Κύριε, τὸ ἔλεός σου εἰς τὸν αἰῶνα, τὰ ἔργα τῶν χειρῶν σου μὴ παρίδῃς. Σοὶ πρέπει αἶνος, Σοὶ πρέπει ὕμνος, Σοὶ δόξα πρέπει, τῷ Πατρὶ καὶ τῷ Υἱῷ, καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν, καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Πληρωτικά Πληρώσωμεν τὴν ἑωθινὴν δέησιν ἡμῶν τῷ Κυρίῳ Κύριε ἐλέησον. Ἀντιλαβοῦ, σῶσον... Κύριε ἐλέησον. Τὴν ἡμέραν πᾶσαν... Παράσχου Κύριε. (μετά από κάθε δέηση) ... Τῆς Παναγίας, ἀχράντου... Σοί, Κύριε. Ὅτι Θεὸς ἐλέους, οἰκτιρμῶν...Ἀμήν. Εἰρήνη πᾶσι. Καὶ τῷ πνεύματί σου. Τὰς κεφαλὰς ἡμῶν τῷ Κυρίῳ κλίνωμεν. Σοί, Κύριε. (Η ευχή της κεφαλοκλισίας μυστικώς: Κύριε, Ἅγιε, ὁ ἐν ὑψηλοῖς...) Σὸν γάρ ἐστι τὸ ἐλεεῖν... Ἀμήν.

Γεωργιοσ Καραγιαννακησ - Παρακλητικη

17


Σαβ β ατο ( Θε οσ Κυ ριοσ) - Α΄ Η χοσ

ΑΠΟΣΤΙΧΑ ΤΩΝ ΑΙΝΩΝ (Από το Μηναίο. Εάν δεν έχει το Μηναίο, τα κάτωθι) Στιχηρὰ Μαρτυρικὰ Οὗτοι οἱ Στρατιῶται τοῦ Βασιλέως τοῦ μεγάλου, ἀντέστησαν τοῖς δόγμασι τῶν τυράννων, γενναίως κατεφρόνησαν τῶν βασάνων, καὶ τὴν πλάνην πᾶσαν πατήσαντες, ἀξίως στεφανωθέντες, αἰτοῦνται παρὰ τοῦ Σωτῆρος εἰρήνην, καὶ ταῖς ψυχαῖς ἡμῶν τὸ μέγα ἔλεος. στιχ. Θαυμαστός ὁ Θεός ἐν τοῖς ἁγίοις αὐτού. Ὑμᾶς πανεύφημοι Μάρτυρες, οὐ θλίψις, οὐ στενοχωρία, οὐ λιμός, οὐ διωγμός, οὐδὲ μάστιγες, οὐ θυμὸς θηρῶν, οὐ ξίφος, οὐδὲ πῦρ ἀπειλοῦν, χωρίσαι Θεοῦ δεδύνηνται, πόθῳ δὲ μᾶλλον τῷ πρὸς αὐτόν, ὡς ἐν ἀλλοτρίοις ἀγωνισάμενοι σώμασι, τὴν φύσιν ἐλάθετε, θανάτου καταφρονήσαντες· ὅθεν καὶ ἐπαξίως τῶν πόνων ὑμῶν, μισθόν ἐκομίσασθε, οὐρανῶν βασιλείας κληρονόμοι γεγόνατε, ἀπαύστως πρεσβεύσατε ὑπὲρ τῶν ψυχῶν ἡμῶν. στιχ. Τοῖς ἁγίοις τοῖς ἐν τῇ γῇ αὐτού ἐθαυμάστωσεν ὁ Κύριος. Ἀγαλλιᾶσθε Μάρτυρες ἐν Κυρίῳ, ὅτι τὸν ἀγῶνα τὸν καλὸν ἠγωνίσασθε, ἀντέστητε βασιλεῦσι, καὶ τυράννους ἑνικήσατε, πῦρ καὶ ξίφος οὐκ ἐπτοήθητε, θηρῶν ἀγρίων κατεσθιόντων τὰ σώματα ὑμῶν, Χριστῷ μετὰ Ἀγγέλων τὴν ὑμνῳδίαν ἀναπέμποντες, τοὺς ἀπ' οὐρανῶν στεφάνους ἐκομίσασθε, αἰτήσασθε δωρηθῆναι εἰρήνην τῷ κόσμῳ, καὶ ταῖς ψυχαῖς ἡμῶν τὸ μέγα ἔλεος. Νεκρώσιμον στίχ. Μακάριοι οὓς ἐξελέξω καὶ προσελάβου, Κύριε. Ἔργῳ Σωτήρ μου δεικνύς, ὅτι σὺ εἶ ἡ πάντων ἀνάστασις, λόγῳ Λόγε Λάζαρον ἐκ νεκρῶν ἐξανέστησας. Τότε μοχλοὶ συνετρίβησαν, πύλαι δὲ ᾅδου συνεταράχθησαν, τότε ὕπνος ὁ τῶν ἀνθρώπων θάνατος ἀπεδείκνυτο, ἀλλ' ὁ εἰς τὸ σῶσαι τὸ πλάσμα σου, καὶ οὐκ εἰς τὸ κρῖναι παραγενόμενος, οὓς ἐξελέξω ἀνάπαυσον, ὡς φιλάνθρωπος. Δόξα... Καὶ νῦν... Θεοτοκίον (Από το Μηναίο. Εάν δεν έχει το Μηναίο, το κάτωθι) Χαῖρε Μαρία Θεοτόκε, ὅτι ἔτεκες τὸν Βασιλέα, τὸν Σωτῆρα καὶ φωστῆρα πάντων τῶν αἰώνων. Ἀγαθὸν τὸ ἐξομολογεῖσθαι τῷ Κυρίῳ καὶ ψάλλειν τῷ ὀνόματί Σου, Ὕψιστε· τοῦ ἀναγγέλειν τὸ πρωῒ τὸ ἔλεός Σου καὶ τὴν ἀλήθειάν Σου κατὰ νύκτα. Τρισάγιον Ἅγιος ὁ Θεός, ἅγιος ἰσχυρός, ἅγιος ἀθάνατος ἐλέησον ἡμᾶς (γ΄). Δόξα... Καὶ νῦν... Παναγία Τριάς, ἐλέησον ἡμᾶς. Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τὰς ἀνομίας ἡμῖν. Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν, ἕνεκεν του ὀνόματός σου. Κύριε ἐλέησον, Κύριε ἐλέησον, Κύριε ἐλέησον. Δόξα... Καὶ νῦν... Πάτερ ἡμῶν, ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου, ἐλθέτω ἡ βασιλεία σου, γενηθήτω τὸ θέλημά σου ὡς ἐν οὐρανῷ καὶ ἐπί τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν, καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ. Ὅτι σοῦ ἐστιν ἡ βασιλεία... Ἀμήν.

18

Γεωργιοσ Καραγιαννακησ - Παρακλητικη


Σαβ β ατο ( Θε οσ Κυ ριοσ) - Α΄ Η χοσ

ΑΠΟΛΥΤΙΚΙΑ τέλους 1. Το απολυτίκιο που ψάλλαμε στο Θεός Κύριος, αλλά, Δόξα... Και νυν... το εις το τέλος του Όρθρου ομόηχο Θεοτόκιο. Εάν υπάρχει και δεύτερο απολυτίκιο, το ψάλλουμε στο Δόξα..., και εις το Και νυν... το εις το τέλος του Όρθρου ομόηχο Θεοτόκιο. 2. Εάν ψάλλαμε μεγάλη δοξολογία, η ημέρα είναι ημιεορτάσιμη και στο Θεοτόκιο ψάλλουμε το ομόηχο εις το Θεός Κύριος (δηλαδή το απολυτίκιο και Θεοτόκιο όπως στην αρχή του Όρθρου). Εἰς τὸ, τέλος τοῦ Ὄρθρου Θεοτόκια Θεοτοκίον Ἦχος α' Τὸν ἀμήτορα ἐν οὐρανῷ, ὑπὲρ ἔννοιαν καὶ ἀκοήν, ἐπὶ γῆς ἀπάτορα ἔτεκες, Αὐτὸν Θεοτόκε ἱκέτευε, ὑπὲρ τῶν ψυχῶν ἡμῶν. Θεοτοκίον Ἦχος β' Μήτηρ ἁγία, ἡ τοῦ ἀφράστου φωτός, ἀγγελικοὶς σὲ ὕμνοις τιμῶντες, εὐσεβῶς μεγαλύνομεν. Θεοτοκίον Ἦχος γ' Προφῆται προεκήρυξαν, Ἀπόστολοι ἐδίδαξαν, Μάρτυρες ὡμολόγησαν, καὶ ἡμεῖς ἐπιστεύσαμεν, Θεοτόκον σὲ κυρίως ὑπάρχουσαν· διὸ καὶ μεγαλύνομεν, τὸν τόκον σου τὸν ἄφραστον. Θεοτοκίον Ἦχος δ' Σὲ μεγαλύνομεν Θεοτόκε, βοῶντες· σὺ εἶ ἡ βᾶτος, ἐν ἢ ἀφλέκτως Μωσής, κατεῖδεν ὡς φλόγα, τὸ πὺρ τῆς θεότητος. Θεοτοκίον Ἦχος πλ. α' Ὁ ἐκ Παρθένου ἀνατείλας τῶ κόσμω, Χριστὲ ὁ Θεός, υἱοὺς φωτὸς δι' αὐτῆς ἀναδείξας, ἐλέησον ἡμᾶς. Θεοτοκίον Ἦχος πλ. β' Τὸν πρὸ αἰώνων ἐκ Πατρός, ἄνευ Μητρὸς γεννηθέντα, Υἱὸν καὶ Λόγον τοῦ Θεοῦ, ἐπ' ἐσχάτων τῶν χρόνων, ἐκύησας σεσαρκωμένον, ἐξ ἀγνῶν αἱμάτων σου, Θεοκυῆτορ ἄνευ ἀνδρός, ὃν αἴτησαι δωρήσασθαι ἡμῖν, ἁμαρτιῶν ἄφεσιν πρὸ τοῦ τέλους. Θεοτοκίον Ἦχος Βαρὺς Χαῖρε, ἡ τὸν ἀχώρητον ἐν οὐρανοῖς, χωρήσασα ἐν μήτρᾳ σου· χαῖρε Παρθένε, τῶν Προφητῶν τὸ κήρυγμα, δι' ἦς ἔλαμψεν ὁ Ἐμμανουήλ· χαῖρε Μήτηρ Χριστοῦ τοῦ Θεοῦ. Θεοτοκίον Ἦχος πλ. δ' Παρθένε ἄχραντε, σῶσον ἡμᾶς ταὶς πρεσβείαις σου, κινοῦσα σπλάγχνα μητρικά, τῶ Υἱῶ σου καὶ Θεῷ ἡμῶν.

Γεωργιοσ Καραγιαννακησ - Παρακλητικη

19


Σαβ β ατο ( Θε οσ Κυ ριοσ) - Α΄ Η χοσ

Θεια Λειτουργια ΑΝΤΙΦΩΝΟ Α΄ Ἠχος β΄. Ψαλμὸς Ϟα΄ (91) στίχ. Ἀγαθὸν τὸ ἐξομολογεῖσθαι τῷ Κυρίῳ, καὶ ψάλλειν τῷ ὀνόματί σου, Ὕψιστε. Ταῖς πρεσβείαις τῆς Θεοτόκου, Σῶτερ, σῶσον ἡμᾶς. στίχ. Τοῦ ἀναγγέλλειν τῷ πρωῒ τὸ ἔλεός σου, καὶ τὴν ἀλήθειάν σου κατὰ νύκτα. Ταῖς πρεσβείαις τῆς Θεοτόκου... στίχ. Ὅτι εὔφρανάς με, Κύριε, ἐν τοῖς ποιήμασί σου, καὶ ἐν τοῖς ἔργοις τῶν χειρῶν σου ἀγαλλιάσομαι. Ταῖς πρεσβείαις τῆς Θεοτόκου... στίχ. Ὅτι εὐθὺς Κύριος ὁ Θεὸς ἡμῶν, καὶ οὐκ ἔστιν ἀδικία ἐν αὐτῷ. Ταῖς πρεσβείαις τῆς Θεοτόκου... Δόξα... Καὶ νῦν... Ταῖς πρεσβείαις τῆς Θεοτόκου... ΑΝΤΙΦΩΝΟ Β΄ Ἠχος πλ.α΄. Ψαλμὸς Ϟβ΄ (92) στίχ. Ὁ Κύριος ἐβασίλευσεν, εὐπρέπειαν ἐνεδύσατο, ἐνεδύσατο Κύριος δύναμιν καὶ περιεζώσατο. Πρεσβείαις τῶν ἁγίων σου σῶσον ἡμᾶς, Κύριε. στίχ. Καὶ γὰρ ἐστερέωσε τὴν οἰκουμένην, ἥτις οὐ σαλευθήσεται. Πρεσβείαις τῶν ἁγίων σου σῶσον ἡμᾶς, Κύριε. στίχ. Θαυμαστοὶ οἱ μετεωρισμοὶ τῆς θαλάσσης, θαυμαστὸς ἐν ὑψηλοῖς ὁ Κύριος. Πρεσβείαις τῶν ἁγίων σου σῶσον ἡμᾶς, Κύριε. στίχ. Τὰ μαρτύριά σου ἐπιστώθησαν σφόδρα· τῷ οἴκῳ σου πρέπει ἁγίασμα, Κύριε, εἰς μακρότητα ἡμερῶν. Πρεσβείαις τῶν ἁγίων σου σῶσον ἡμᾶς, Κύριε. Δόξα... Καὶ νῦν... Ἠχος β΄ Ὁ Μονογενὴς Υἱὸς καὶ Λόγος τοῦ Θεοῦ, ἀθάνατος ὑπάρχων καὶ καταδεξάμενος διὰ τὴν ἡμετέραν σωτηρίαν σαρκωθῆναι ἐκ τῆς ἁγίας Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας, ἀτρέπτως ἐνανθρωπήσας, σταυρωθείς τε, Χριστὲ ὁ Θεός, θανάτῳ θάνατον πατήσας, εἷς ὢν τῆς Ἁγίας Τριάδος, συνδοξαζόμενος τῷ Πατρὶ καὶ τῷ Ἁγίῳ Πνεύματι, σῶσον ἡμᾶς.

20

Γεωργιοσ Καραγιαννακησ - Παρακλητικη


Σαβ β ατο ( Θε οσ Κυ ριοσ) - Α΄ Η χοσ

ΑΝΤΙΦΩΝΟ Γ΄ Ἠχος β΄. Ψαλμὸς Ϟδ΄ (94) στίχ. Δεῦτε ἀγαλλιασώμεθα τῷ Κυρίῳ, ἀλαλάξωμεν τῷ Θεῷ τῷ Σωτῆρι ἡμῶν. Σῶσον ἡμᾶς, Υἱὲ Θεοῦ, ὁ ἐν Ἁγίοις θαυμαστός, ψάλλοντάς σοι. Ἀλληλούϊα. στίχ. Προφθάσωμεν τὸ πρόσωπον αὐτοῦ ἐν ἐξομολογήσει καὶ ἐν ψαλμοῖς ἀλαλάξωμεν αὐτῷ. Σῶσον ἡμᾶς, Υἱὲ Θεοῦ, ὁ ἐν Ἁγίοις θαυμαστός... στίχ. Ὅτι Θεὸς μέγας Κύριος καὶ βασιλεὺς μέγας ἐπὶ πᾶσαν τὴν γῆν. Σῶσον ἡμᾶς, Υἱὲ Θεοῦ, ὁ ἐν Ἁγίοις θαυμαστός... (είσοδος του Ευαγγελίου) Σοφία· ὀρθοί. στίχ. Δεῦτε προσκυνήσωμεν καὶ προσπέσωμεν Χριστῷ. Σῶσον ἡμᾶς, Υἱὲ Θεοῦ, ὁ ἐν Ἁγίοις θαυμαστός... ΑΠΟΛΥΤΙΚΙΑ - ΚΟΝΤΑΚΙΑ 1. Το απολυτίκιο που είπαμε στον Όρθρο. 2. Το απολυτίκιο του ναού. 3. Το κοντάκιο της ημέρας της εβδομάδος. Δόξα... Καὶ νῦν... Κοντάκιον Μαρτυρικὸν Ἦχος πλ. δ΄ Ὡς ἀπαρχὰς τῆς φύσεως, τῷ φυτουργῷ τῆς κτίσεως ἡ οἰκουμένη προσφέρει σοι, Κύριε, τοὺς θεοφόρους μάρτυρας. Ταῖς αὐτῶν ἱκεσίαις, ἐν εἰρήνῃ βαθείᾳ, τὴν Ἐκκλησίαν σου, διὰ τῆς Θεοτόκου συντήρησον, πολυέλεε. (εάν είπαμε μεγάλη δοξολογία στον Όρθρο, η ημέρα είναι ημιεορτάσιμη και στα κοντάκια λέμε Δόξα... το κοντάκιο του Μηναίου, Και νυν... το κοντάκιο της περιόδου) ΚΟΙΝΩΝΙΚΟΝ Ἦχος πλ.α΄ Ψαλμὸς λβ΄ (32) Ἀγαλλιᾶσθε, δίκαιοι, ἐν Κυρίῳ· τοῖς εὐθέσι πρέπει αἴνεσις. Ἀλληλούια              

Ἐξομολογεῖσθε τῷ Κυρίῳ ἐν κιθάρᾳ, ἐν ψαλτηρίῳ δεκαχόρδῳ ψάλατε αὐτῷ. ᾌσατε αὐτῷ ᾆσμα καινόν, καλῶς ψάλατε αὐτῷ ἐν ἀλαλαγμῷ. Ὅτι εὐθὺς ὁ λόγος τοῦ Κυρίου, καὶ πάντα τὰ ἔργα αὐτοῦ ἐν πίστει. Ἀγαπᾷ ἐλεημοσύνην καὶ κρίσιν ὁ Κύριος, τοῦ ἐλέους Κυρίου πλήρης ἡ γῆ. Τῷ λόγῳ Κυρίου οἱ οὐρανοὶ ἐστερεώθησαν καὶ τῷ πνεύματι τοῦ στόματος αὐτοῦ πᾶσα ἡ δύναμις αὐτῶν. Συνάγων ὡσεὶ ἀσκὸν ὕδατα θαλάσσης, τιθεὶς ἐν θησαυροῖς ἀβύσσους. Φοβηθήτω τὸν Κύριον πᾶσα ἡ γῆ, ἀπ᾿ αὐτοῦ δὲ σαλευθήτωσαν πάντες οἱ κατοικοῦντες τὴν οἰκουμένην· Ὅτι αὐτὸς εἶπε καὶ ἐγενήθησαν· αὐτὸς ἐνετείλατο καὶ ἐκτίσθησαν. Κύριος διασκεδάζει βουλὰς ἐθνῶν, ἀθετεῖ δὲ λογισμοὺς λαῶν καὶ ἀθετεῖ βουλὰς ἀρχόντων. Ἡ δὲ βουλὴ τοῦ Κυρίου εἰς τὸν αἰῶνα μένει, λογισμοὶ τῆς καρδίας αὐτοῦ εἰς γενεὰν καὶ γενεάν. Μακάριον τὸ ἔθνος, οὗ ἐστι Κύριος ὁ Θεὸς αὐτοῦ, λαός, ὃν ἐξελέξατο εἰς κληρονομίαν ἑαυτῷ. Ἐξ οὐρανοῦ ἐπέβλεψεν ὁ Κύριος, εἶδε πάντας τοὺς υἱοὺς τῶν ἀνθρώπων. Ἐξ ἑτοίμου κατοικητηρίου αὐτοῦ ἐπέβλεψεν ἐπὶ πάντας τοὺς κατοικοῦντας τὴν γῆν. Ὁ πλάσας κατὰ μόνας τὰς καρδίας αὐτῶν, ὁ συνιεὶς πάντα τὰ ἔργα αὐτῶν. Γεωργιοσ Καραγιαννακησ - Παρακλητικη

21


Σαβ β ατο ( Θε οσ Κυ ριοσ) - Α΄ Η χοσ

      

Οὐ σῴζεται βασιλεὺς διὰ πολλὴν δύναμιν, καὶ γίγας οὐ σωθήσεται ἐν πλήθει ἰσχύος αὐτοῦ. Ψευδὴς ἵππος εἰς σωτηρίαν, ἐν δὲ πλήθει δυνάμεως αὐτοῦ, οὐ σωθήσεται. Ἰδοὺ οἱ ὀφθαλμοὶ Κυρίου ἐπὶ τοὺς φοβουμένους αὐτὸν, τοὺς ἐλπίζοντας ἐπὶ τὸ ἔλεος αὐτοῦ, Ῥύσασθαι ἐκ θανάτου τὰς ψυχὰς αὐτῶν καὶ διαθρέψαι αὐτοὺς ἐν λιμῷ. Ἡ ψυχὴ ἡμῶν ὑπομενεῖ τῷ Κυρίῳ, ὅτι βοηθὸς καὶ ὑπερασπιστὴς ἡμῶν ἐστιν. Ὅτι ἐν αὐτῷ εὐφρανθήσεται ἡ καρδία ἡμῶν καὶ ἐν τῷ ὀνόματι τῷ ἁγίῳ αὐτοῦ ἠλπίσαμεν. Γένοιτο, Κύριε, τὸ ἔλεός σου ἐφ᾿ ἡμᾶς, καθάπερ ἠλπίσαμεν ἐπὶ σέ. (εάν ψάλλαμε μεγάλη δοξολογία, η ημέρα είναι ημιεορτάσιμη και ψάλλουμε κοινωνικό το ανάλογο προς τον τιμώμενο άγιο)

22

Γεωργιοσ Καραγιαννακησ - Παρακλητικη


Σαβ β ατο ( Αλλη λου ια) - Α΄ Ηχοσ

Εσπερινοσ ΕΠΙΛΥΧΝΙΟΙ ΨΑΛΜΟΙ 1. Εάν η ακολουθία του Μηναίου έχει ένα άγιο, ψάλλονται: α) τρία μαρτυρικά της Παρακλητικής (στους κύριους ήχους βρίσκονται στα απόστιχα) καί β) τρία από το Μηναίο (εάν είναι περισσότερα ψάλλουμε τα τρία πρώτα). 2. Εάν η ακολουθία του Μηναίου έχει δύο αγίους με τρία στιχηρά έκαστος, ψάλλονται τα του Μηναίου. Σε αυτήν την περίπτωση, οι επιλύχνιοι ψαλμοί ψάλλονται στον ήχο του πρώτου στιχηρού. Ψαλμὸς ρμ΄ (140) Κύριε, ἐκέκραξα πρὸς σέ, εἰσάκουσόν μου· εἰσάκουσόν μου, Κύριε. Κύριε, ἐκέκραξα πρὸς σέ, εἰσάκουσόν μου· πρόσχες τῇ φωνῇ τῆς δεήσεώς μου ἐν τῷ κεκραγέναι με πρὸς σὲ. Εἰσάκουσόν μου, Κύριε. Κατευθυνθήτω ἡ προσευχή μου ὡς θυμίαμα ἐνώπιόν σου, ἔπαρσις τῶν χειρῶν μου θυσία ἑσπερινὴ. Εἰσάκουσόν μου, Κύριε.

Θοῦ, Κύριε, φυλακὴν τῷ στόματί μου, καὶ θύραν περιοχῆς περὶ τὰ χείλη μου. Μὴ ἐκκλίνῃς τὴν καρδίαν μου εἰς λόγους πονηρίας, τοῦ προφασίζεσθαι προφάσεις ἐν ἁμαρτίαις. Σὺν ἀνθρώποις ἐργαζομένοις τὴν ἀνομίαν, καὶ οὐ μὴ συνδυάσω μετὰ τῶν ἐκλεκτῶν αὐτῶν. Παιδεύσει με δίκαιος ἐν ἐλέει καὶ ἐλέγξει με, ἔλαιον δὲ ἁμαρτωλοῦ μὴ λιπανάτω τὴν κεφαλήν μου. Ὅτι ἔτι καὶ ἡ προσευχή μου ἐν ταῖς εὐδοκίαις αὐτῶν· κατεπόθησαν ἐχόμενα πέτρας οἱ κριταὶ αὐτῶν. Ἀκούσονται τὰ ῥήματά μου, ὅτι ἡδύνθησαν ὡσεὶ πάχος γῆς ἐῤῥάγη ἐπὶ τῆς γῆς, διεσκορπίσθη τὰ ὀστᾶ αὐτῶν παρὰ τὸν ᾅδην. Ὅτι πρὸς σέ, Κύριε Κύριε, οἱ ὀφθαλμοὶ μου· ἐπὶ σοὶ ἤλπισα, μὴ ἀντανέλῃς τὴν ψυχήν μου. Φύλαξόν με ἀπὸ παγίδος, ἧς συνεστήσαντό μοι, καὶ ἀπὸ σκανδάλων τῶν ἐργαζομένων τὴν ἀνομίαν. Πεσοῦνται ἐν ἀμφιβλήστρῳ αὐτῶν οἱ ἁμαρτωλοί· κατὰ μόνας εἰμὶ ἐγώ, ἕως ἂν παρέλθω.

          

Ψαλμὸς ρμα΄ (141) Φωνῇ μου πρὸς Κύριον ἐκέκραξα, φωνῇ μου πρὸς Κύριον ἐδεήθην. Ἐκχεῶ ἐναντίον αὐτοῦ τὴν δέησίν μου, τὴν θλῖψίν μου ἐνώπιον αὐτοῦ ἀπαγγελῶ. Ἐν τῷ ἐκλείπειν ἐξ ἐμοῦ τὸ πνεῦμά μου, καὶ σὺ ἔγνως τὰς τρίβους μου. Ἐν ὁδῷ ταύτῃ, ᾗ ἐπορευόμην, ἔκρυψαν παγίδα μοι. Κατενόουν εἰς τὰ δεξιά καὶ ἐπέβλεπον, καὶ οὐκ ἦν ὁ ἐπιγινώσκων με. Ἀπώλετο φυγὴ ἀπ' ἐμοῦ, καὶ οὐκ ἔστιν ὁ ἐκζητῶν τὴν ψυχήν μου. Ἐκέκραξα πρὸς σέ, Κύριε· εἶπα· Σὺ εἶ ἡ ἐλπίς μου, μερίς μου εἶ, ἐν γῇ ζώντων. Πρόσχες πρὸς τὴν δέησίν μου, ὅτι ἐταπεινώθην σφόδρα. Ῥῦσαί με ἐκ τῶν καταδιωκόντων με, ὅτι ἐκραταιώθησαν ὑπὲρ ἐμέ. Ἐξάγαγε ἐκ φυλακῆς τὴν ψυχήν μου τοῦ ἐξομολογήσασθαι τῷ ὀνόματί σου. Ἐμὲ ὑπομενοῦσι δίκαιοι, ἕως οὐ ἀνταποδῷς μοι.

       

Ψαλμὸς ρκθ΄ (129) Γεωργιοσ Καραγιαννακησ - Παρακλητικη

1


Σαβ β ατο ( Αλλη λου ια) - Α΄ Ηχοσ

 

Ἐκ βαθέων ἐκέκραξά σοι, Κύριε Κύριε, εἰσάκουσον τῆς φωνῆς μου. Γενηθήτω τὰ ὦτά σου προσέχοντα εἰς τὴν φωνὴν τῆς δεήσεώς μου. Από του επομένου στίχου επισυνάπτονται τα στιχηρά

Στιχηρὰ Προσόμοια Μαρτυρικὰ Πανεύφημοι Μάρτυρες 1. Ἐὰν ἀνομίας παρατηρήσῃς, Κύριε Κύριε, τίς ὑποστήσεται; ὅτι παρὰ σοὶ ὁ ἱλασμὸς ἐστιν. Ἡ ἐν σταδίῳ ὑμῶν ὁμολογία Ἅγιοι, τῶν δαιμόνων κατέπτηξε τὴν δύναμιν, καὶ τῆς πλάνης τοὺς ἀνθρώπους ἠλευθέρωσε, διὸ καὶ τὰς κεφαλὰς ἀποτεμνόμενοι, ἐκράζετε· Γενέσθω, Κύριε, ἡ θυσία τῶν ψυχῶν ἡμῶν, εὐπρόσδεκτος ἐνώπιόν σου, ὅτι σὲ ποθήσαντες, κατεφρονήσαμεν τῆς προσκαίρου ζωῆς φιλάνθρωπε. (ή στιχηρό από το Μηναίο) 2. Ἕνεκεν τοῦ ὀνόματός σου ὑπέμεινά σε, Κύριε· ὑπέμεινεν ἡ ψυχή μου εἰς τὸν λόγον σου, ἤλπισεν ἡ ψυχή μου ἐπὶ τὸν Κύριον. Ὢ τῆς καλὴς ὑμῶν πραγματείας Ἅγιοι! ὅτι αἵματα ἐδώκατε, καὶ οὐρανοὺς ἐκληρονομήσατε, καὶ πρὸς καιρὸν πειρασθέντες, αἰωνίως ἀγάλλεσθε, ὄντως καλὸν ὑμῶν τὸ ἐμπόρευμα! φθαρτὰ γὰρ καταλιπόντες, τὰ ἄφθαρτα ἀπελάβετε, καὶ σὺν Ἀγγέλοις χορεύοντες, ὑμνεῖτε ἀπαύστως, Τριάδα ὁμοούσιον. (ή στιχηρό από το Μηναίο) Αὐτόμελον 3. Ἀπὸ φυλακῆς πρωΐας μέχρι νυκτός, ἀπὸ φυλακῆς πρωΐας ἐλπισάτω Ἰσραὴλ ἐπὶ τὸν Κύριον. Πανεύφημοι μάρτυρες ὑμᾶς, οὐχ ἡ γῆ κατέκρυψεν, ἀλλ' οὐρανὸς ὑπεδέξατο· ὑμῖν ἠνοίγησαν, Παραδείσου πύλαι, καὶ ἐντὸς γενόμενοι, τοῦ ξύλου τῆς ζωῆς ἀπολαύετε, Χριστῷ πρεσβεύοντες, δωρηθῆναι ταῖς ψυχαῖς ἡμῶν, τὴν εἰρήνην καὶ τὸ μέγα ἔλεος. (ή στιχηρό από το Μηναίο) 4. Ὅτι παρὰ τῷ Κυρίῳ τὸ ἔλεος, καὶ πολλὴ παρ' αὐτῷ λύτρωσις, καὶ αὐτὸς λυτρώσεται τὸν Ἰσραὴλ ἐκ πασῶν τῶν ἀνομιῶν αὐτοῦ. (στιχηρό από το Μηναίο) Ψαλμὸς ριϛ΄ (116) 5. Αἰνεῖτε τὸν Κύριον, πάντα τὰ ἔθνη, ἐπαινέσατε αὐτόν, πάντες οἱ λαοί. (στιχηρό από το Μηναίο) 6. Ὅτι ἐκραταιώθη τὸ ἔλεος αὐτοῦ ἐφ' ἡμᾶς, καὶ ἡ ἀλήθεια τοῦ Κυρίου μένει εἰς τὸν αἰῶνα. (στιχηρό από το Μηναίο) Δόξα... Καὶ νῦν... Θεοτοκίον Τὴν παγκόσμιον δόξαν, τὴν ἐξ ἀνθρώπων σπαρεῖσαν, καὶ τὸν Δεσπότην τεκοῦσαν, τὴν ἐπουράνιον πύλην, ὑμνήσωμεν Μαρίαν τὴν παρθένον, τῶν Ἀσωμάτων τὸ ᾆσμα, καὶ τῶν πιστῶν τὸ ἐγκαλλώπισμα. Αὕτη γὰρ ἀνεδείχθη οὐρανός, καὶ ναὸς τῆς Θεότητος· Αὕτη τὸ μεσότοιχον τῆς ἔχθρας καθελοῦσα, εἰρήνην ἀντεισῆξε, καὶ τὸ βασίλειον ἠνέῳξε. Ταύτην οὖν κατέχοντες, τῆς πίστεως τὴν ἄγκυραν, ὑπέρμαχον ἔχομεν, τὸν ἐξ αὐτῆς τεχθέντα Κύριον· Θαρσείτω τοίνυν, θαρσείτω λαὸς τοῦ Θεοῦ· καὶ γάρ αὐτὸς πολεμήσει τοὺς ἐχθρούς, ὡς παντοδύναμος.

2

Γεωργιοσ Καραγιαννακησ - Παρακλητικη


Σαβ β ατο ( Αλλη λου ια) - Α΄ Ηχοσ

(Είσοδος δεν γίνεται, αλλά ευθύς χύμα το) Φῶς ἱλαρὸν ἁγίας δόξης, ἀθανάτου Πατρός, οὐρανίου, ἁγίου, μάκαρος, Ἰησοῦ Χριστέ, ἐλθόντες ἐπὶ τὴν ἡλίου δύσιν, ἰδόντες φῶς ἑσπερινόν, ὑμνοῦμεν Πατέρα, Υἱόν, καὶ ἅγιον Πνεῦμα, Θεόν. Ἄξιόν σε ἐν πᾶσι καιροῖς ὑμνεῖσθαι φωναῖς αἰσίαις, Υἱὲ Θεοῦ, ζωὴν ὁ διδούς· διὸ ὁ κόσμος σὲ δοξάζει.

Ἑσπέρας προκείμενον.

ΠΡΟΚΕΙΜΕΝΟΝ

Τῇ Παρασκευῇ ἑσπέρας Ἦχος βαρὺς. Ψαλμὸς νη΄ (58). Ὁ Θεὸς ἀντιλήπτωρ μου εἶ· τὸ ἔλεός σου προφθάσει με. Ὁ Θεὸς ἀντιλήπτωρ μου εἶ· τὸ ἔλεός σου προφθάσει με. Στίχ. Ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, ὁ Θεός, καὶ ἐκ τῶν ἐπανι-σταμένων ἐπ' ἐμὲ λύτρωσαί με. Ὁ Θεὸς ἀντιλήπτωρ μου εἶ· τὸ ἔλεός σου προφθάσει με. (Μετά το προκείμενον ευθύς χύμα το)        

Καταξίωσον, Κύριε, ἐν τῇ ἑσπέρᾳ ταύτῃ ἀναμαρτήτους φυλαχθῆναι ἡμᾶς. Εὐλογητὸς εἶ, Κύριε, ὁ Θεὸς τῶν πατέρων ἡμῶν, καὶ αἰνετὸν καὶ δεδοξασμένον τὸ ὄνομά σου εἰς τοὺς αἰῶνας. Ἀμήν. Γένοιτο, Κύριε, τὸ ἔλεός σου ἐφ' ἡμᾶς, καθάπερ ἠλπίσαμεν ἐπὶ σέ. Εὐλογητὸς εἶ, Κύριε· δίδαξόν με τὰ δικαιώματά σου. Εὐλογητὸς εἶ, Δέσποτα· συνέτισον με τὰ δικαιώματά σου. Εὐλογητὸς εἶ, Ἅγιε· φώτισόν με τοῖς δικαιώμασί σου. Κύριε, τὸ ἔλεός σου εἰς τὸν αἰῶνα· τὰ ἔργα τῶν χειρῶν σου μὴ παρίδῃς. Σοὶ πρέπει αἶνος, σοὶ πρέπει ὕμνος, σοὶ δόξα πρέπει, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

ΠΛΗΡΩΤΙΚΑ Πληρώσωμεν τὴν ἑωθινὴν δέησιν ἡμῶν τῷ Κυρίῳ Κύριε ἐλέησον. Ἀντιλαβοῦ, σῶσον... Κύριε ἐλέησον. Τὴν ἑσπέραν πᾶσαν... Παράσχου Κύριε. (μετά από κάθε δέηση) ... Τῆς Παναγίας, ἀχράντου... Σοί, Κύριε. Ὅτι ἀγαθὸς καὶ φιλάνθρωπος Θεὸς ὑπάρχεις...Ἀμήν. Εἰρήνη πᾶσι. Καὶ τῷ πνεύματί σου. Τὰς κεφαλὰς ἡμῶν τῷ Κυρίῳ κλίνωμεν. Σοί, Κύριε. (Η ευχή της κεφαλοκλισίας μυστικώς: Κύριε ὁ Θεὸς ἡμῶν...) Εἴη τὸ κράτος τῆς βασιλείας σου... Ἀμήν.

Γεωργιοσ Καραγιαννακησ - Παρακλητικη

3


Σαβ β ατο ( Αλλη λου ια) - Α΄ Ηχοσ

(εάν η ακολουθία του μηναίου έχει ένα άγιο, ψάλλονται ένα μαρτυρικό και δύο νεκρώσιμα.) ΑΠΟΣΤΙΧΑ Στιχηρὰ Μαρτυρικὰ (εις τους κυρίους ήχους, μαρτυρικό λέγεται το ευρισκόμενον εις τα απόστιχα της Πέμπτης εσπέρας) Τῇ πρεσβείᾳ Κύριε, πάντων τῶν Ἁγίων, καὶ τῆς Θεοτόκου, τὴν σὴν εἰρήνην δὸς ἡμῖν, καὶ ἐλέησον ἡμᾶς, ὡς μόνος οἰκτίρμων. Νεκρώσιμα στίχ. Μακάριοι οὓς ἐξελέξω καὶ προσελάβου Κύριε. Ποία τοῦ βίου τρυφὴ διαμένει λύπης ἀμέτοχος! ποία δόξα ἕστηκεν ἐπὶ γῆς ἀμετάθετος! πάντα σκιᾶς ἀσθενέστερα, πάντα ὀνείρων ἀπατηλότερα· μία ῥοπή, καὶ ταῦτα πάντα θάνατος διαδέχεται. Ἀλλ' ἐν τῷ φωτὶ Χριστὲ τοῦ προσώπου σου, καὶ τῷ γλυκασμῷ τῆς σῆς ὡραιότητος, οὓς ἐξελέξω ἀνάπαυσον ὡς φιλάνθρωπος. (εις τους κυρίους ήχους, το δε μη υπάρχον δεύτερο νεκρώσιμο, αναπληρούται διά του ευρισκομένου εις τον όρθρον, μετά τα μαρτυρικά απόστιχα) στίχ. Αἱ ψυχαὶ αὐτῶν ἐν ἀγαθοῖς αὐλισθήσονται. Ἔργῳ Σωτήρ μου δεικνύς, ὅτι σὺ εἶ ἡ πάντων ἀνάστασις, λόγῳ Λόγε Λάζαρον ἐκ νεκρῶν ἐξανέστησας. Τότε μοχλοὶ συνετρίβησαν, πύλαι δὲ ᾅδου συνεταράχθησαν· τότε ὕπνος ὁ τῶν ἀνθρώπων θάνατος ἀπεδείκνυτο. Ἀλλ' ὁ εἰς τὸ σῶσαι τὸ πλάσμα σου, καὶ οὐκ εἰς τὸ κρῖναι παραγενόμενος, οὓς ἐξελέξω ἀνάπαυσον, ὡς φιλάνθρωπος. Δόξα... Καὶ νῦν... Θεοτοκίον Χαίροις παρ' ἡμῶν ἁγία Θεοτόκε Παρθένε, τὸ σεπτὸν κειμήλιον ἁπάσης τῆς οἰκουμένης, ἡ λαμπὰς ἡ ἄσβεστος, τὸ χωρίον τοῦ Ἀχωρήτου, ὁ ναὸς ὁ ἀκατάλυτος. Χαίροις ἐξ ἧς Ἀμνὸς ἐτέχθη, ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου.

4

Γεωργιοσ Καραγιαννακησ - Παρακλητικη


Σαβ β ατο ( Αλλη λου ια) - Α΄ Ηχοσ

(εάν η ακολουθία του μηναίου έχει δύο αγίους, ψάλλονται τρία μαρτυρικά - εφόσον δεν εψάλησαν εις το «Κύριε εκέκραξα» - και ένα νεκρώσιμο.) ΑΠΟΣΤΙΧΑ Στιχηρὰ Μαρτυρικὰ Ἡ ἐν σταδίῳ ὑμῶν ὁμολογία Ἅγιοι, τῶν δαιμόνων κατέπτηξε τὴν δύναμιν, καὶ τῆς πλάνης τοὺς ἀνθρώπους ἠλευθέρωσε, διὸ καὶ τὰς κεφαλὰς ἀποτεμνόμενοι, ἐκράζετε· Γενέσθω, Κύριε, ἡ θυσία τῶν ψυχῶν ἡμῶν, εὐπρόσδεκτος ἐνώπιόν σου, ὅτι σὲ ποθήσαντες, κατεφρονήσαμεν τῆς προσκαίρου ζωῆς φιλάνθρωπε. στίχ. Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς ἁγίοις αὐτοῦ. Ὢ τῆς καλὴς ὑμῶν πραγματείας Ἅγιοι! ὅτι αἵματα ἐδώκατε, καὶ οὐρανοὺς ἐκληρονομήσατε, καὶ πρὸς καιρὸν πειρασθέντες, αἰωνίως ἀγάλλεσθε, ὄντως καλὸν ὑμῶν τὸ ἐμπόρευμα! φθαρτὰ γὰρ καταλιπόντες, τὰ ἄφθαρτα ἀπελάβετε, καὶ σὺν Ἀγγέλοις χορεύοντες, ὑμνεῖτε ἀπαύστως, Τριάδα ὁμοούσιον. Αὐτόμελον στίχ. Τοῖς Ἁγίοις τοῖς ἐν τῇ γῇ αὐτοῦ ἐθαυμάστωσεν ὁ Κύριος. Πανεύφημοι μάρτυρες ὑμᾶς, οὐχ ἡ γῆ κατέκρυψεν, ἀλλ' οὐρανὸς ὑπεδέξατο· ὑμῖν ἠνοίγησαν, Παραδείσου πύλαι, καὶ ἐντὸς γενόμενοι, τοῦ ξύλου τῆς ζωῆς ἀπολαύετε, Χριστῷ πρεσβεύοντες, δωρηθῆναι ταῖς ψυχαῖς ἡμῶν, τὴν εἰρήνην καὶ τὸ μέγα ἔλεος. Νεκρώσιμον στίχ. Μακάριοι οὓς ἐξελέξω καὶ προσελάβου Κύριε. Ποία τοῦ βίου τρυφὴ διαμένει λύπης ἀμέτοχος! ποία δόξα ἕστηκεν ἐπὶ γῆς ἀμετάθετος! πάντα σκιᾶς ἀσθενέστερα, πάντα ὀνείρων ἀπατηλότερα· μία ῥοπή, καὶ ταῦτα πάντα θάνατος διαδέχεται. Ἀλλ' ἐν τῷ φωτὶ Χριστὲ τοῦ προσώπου σου, καὶ τῷ γλυκασμῷ τῆς σῆς ὡραιότητος, οὓς ἐξελέξω ἀνάπαυσον ὡς φιλάνθρωπος. Δόξα... Καὶ νῦν... Θεοτοκίον Χαίροις παρ' ἡμῶν ἁγία Θεοτόκε Παρθένε, τὸ σεπτὸν κειμήλιον ἁπάσης τῆς οἰκουμένης, ἡ λαμπὰς ἡ ἄσβεστος, τὸ χωρίον τοῦ Ἀχωρήτου, ὁ ναὸς ὁ ἀκατάλυτος. Χαίροις ἐξ ἧς Ἀμνὸς ἐτέχθη, ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου.

Γεωργιοσ Καραγιαννακησ - Παρακλητικη

5


Σαβ β ατο ( Αλλη λου ια) - Α΄ Ηχοσ

Νῦν ἀπολύεις τὸν δοῦλόν σου, Δέσποτα, κατὰ τὸ ῥῆμά σου, ἐν εἰρήνῃ· ὅτι εἶδον οἱ ὀφθαλμοί μου τὸ σωτήριόν σου, ὃ ἡτοίμασας κατὰ πρόσωπον πάντων τῶν λαῶν, φῶς εἰς ἀποκάλυψιν ἐθνῶν καὶ δόξαν λαοῦ σου Ἰσραήλ.

ΤΡΙΣΑΓΙΟΝ

Ἅγιος ὁ Θεός, ἅγιος ἰσχυρός, ἅγιος ἀθάνατος ἐλέησον ἡμᾶς (γ΄). Δόξα... Καὶ νῦν... Παναγία Τριάς, ἐλέησον ἡμᾶς. Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τὰς ἀνομίας ἡμῖν. Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν, ἕνεκεν του ὀνόματός σου. Κύριε ἐλέησον, Κύριε ἐλέησον, Κύριε ἐλέησον. Δόξα... Καὶ νῦν... Πάτερ ἡμῶν, ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου, ἐλθέτω ἡ βασιλεία σου, γενηθήτω τὸ θέλημά σου ὡς ἐν οὐρανῷ καὶ ἐπί τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν, καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ. Ὅτι σοῦ ἐστιν ἡ βασιλεία... Ἀμήν. ΑΠΟΛΥΤΙΚΙΑ (Επειδή η ακολουθία του Μηναίου στερήται δοξαστικού, δεν ψάλλεται το απολυτίκιο του τυχόντος Αγίου, αλλά ψάλλεται το απολυτίκιο της ημέρας της εβδομάδος με το οικείο θεοτόκιο) Μαρτυρικόν Ἦχος β΄ Ἀπόστολοι, Μάρτυρες καὶ Προφῆται, Ἱεράρχαι, Ὅσιοι, καὶ Δίκαιοι, οἱ καλῶς τὸν ἀγῶνα τελέσαντες καὶ τὴν πίστιν τηρήσαντες, παῤῥησίαν ἔχοντες, πρὸς τὸν Σωτήρα, ὑπὲρ ἡμῶν αὐτὸν ὡς ἀγαθόν ἱκετεύσατε σωθῆναι, δεόμεθα τὰς ψυχὰς ἡμῶν. Δόξα... Νεκρώσιμον Μνήσθητι Κύριε, ὡς ἀγαθὸς τῶν δούλων σου, καὶ ὅσα ἐν βίῳ ἥμαρτον, συγχώρησον· οὐδεὶς γὰρ ἀναμάρτητος, εἰ μὴ σὺ ὁ δυνάμενος, καὶ τοὶς μεταστάσι, δοῦναι τήν ἀνάπαυσιν. Καὶ νύν... Θεοτοκίον Μήτηρ ἁγία, ἡ τοῦ ἀφράστου φωτός, ἀγγελικοῖς σὲ ὕμνοις τιμῶντες, εὐσεβῶς μεγαλύνομεν.

6

Γεωργιοσ Καραγιαννακησ - Παρακλητικη


Σαβ β ατο ( Αλλη λου ια) - Α΄ Ηχοσ

Ορθροσ ΑΠΟΛΥΤΙΚΙΑ (Αντί του Θεός Κύριος, ψάλλεται το Αλληλούϊα τετράκις, το πρώτο άνευ στίχου, τα δε λοιπά μετά στίχων ως ακολούθως) 1. Ἀλληλούϊα, ἀλληλούϊα, ἀλληλούϊα. στίχ. Μακάριοι οὓς ἐξελέξω καὶ προσελάβου, Κύριε· κατασκηνώσουσιν ἐν ταῖς αὐλαῖς σου. 2. Ἀλληλούϊα, ἀλληλούϊα, ἀλληλούϊα. στίχ. Αἱ ψυχαὶ αὐτῶν ἐν ἀγαθοῖς αὐλισθήσονται, καὶ τὸ σπέρμα αὐτῶν κληρονομήσει γῆν. 3. Ἀλληλούϊα, ἀλληλούϊα, ἀλληλούϊα. στίχ. Καὶ τὸ μνημόσυνον αὐτῶν, εἰς γενεάν και γενεάν. 4. Ἀλληλούϊα, ἀλληλούϊα, ἀλληλούϊα. (Επειδή η ακολουθία του Μηναίου στερήται δοξαστικού, δεν ψάλλεται το απολυτίκιο του τυχόντος Αγίου, αλλά ψάλλεται το απολυτίκιο της ημέρας της εβδομάδος με το οικείο θεοτόκιο) Μαρτυρικόν Ἦχος β΄ Ἀπόστολοι, Μάρτυρες καὶ Προφῆται, Ἱεράρχαι, Ὅσιοι, καὶ Δίκαιοι, οἱ καλῶς τὸν ἀγῶνα τελέσαντες καὶ τὴν πίστιν τηρήσαντες, παῤῥησίαν ἔχοντες, πρὸς τὸν Σωτήρα, ὑπὲρ ἡμῶν αὐτὸν ὡς ἀγαθόν ἱκετεύσατε σωθῆναι, δεόμεθα τὰς ψυχὰς ἡμῶν. Δόξα... Νεκρώσιμον Μνήσθητι Κύριε, ὡς ἀγαθὸς τῶν δούλων σου, καὶ ὅσα ἐν βίῳ ἥμαρτον, συγχώρησον· οὐδεὶς γὰρ ἀναμάρτητος, εἰ μὴ σὺ ὁ δυνάμενος, καὶ τοὶς μεταστάσι, δοῦναι τήν ἀνάπαυσιν. Καὶ νύν... Θεοτοκίον Μήτηρ ἁγία, ἡ τοῦ ἀφράστου φωτός, ἀγγελικοῖς σὲ ὕμνοις τιμῶντες, εὐσεβῶς μεγαλύνομεν. Μικρή Συναπτή    

Ἔτι καὶ ἔτι... Κύριε, ἐλέησον Ἀντιλαβοῦ, σῶσον...Κύριε, ἐλέησον Τῆς Παναγίας, ἀχράντου... Σοί, Κύριε. Ὅτι Σὸν τὸ κράτος... Ἀμήν. ΚΑΘΙΣΜΑΤΑ

Μετὰ τὴν α΄ στιχολογίαν

Μαρτυρικά Τοῦ λίθου σφραγισθέντος Ὡς καλοὶ στρατιῶται ὁμοφρόνως πιστεύσαντες, τὰς ἀπειλὰς τῶν τυράννων μὴ πτοούμενοι Ἅγιοι, προσήλθετε προθύμως τῷ Χριστῷ, ἀράμενοι τὸν τίμιον Σταυρόν, καὶ τελέσαντες τὸν δρόμον, ἐξ οὐρανοῦ τὴν νίκην ἐλάβετε. Δόξα τῷ ἐνισχύσαντι ὑμᾶς, δόξα τῷ στεφανώσαντι, δόξα τῷ ἐνεργοῦντι δι' ὑμῶν, πᾶσιν ἰάματα. στιχ. Θαυμαστός ὁ Θεός ἐν τοῖς ἁγίοις αὐτού. Τὰς ἀλγηδόνας τῶν Ἁγίων, ἃς ὑπὲρ σοῦ ἔπαθον, δυσωπήθητι Κύριε, καὶ πάσας ἡμῶν τὰς ὀδύνας, ἴασαι φιλάνθρωπε δεόμεθα. στιχ. Τοῖς ἁγίοις τοῖς ἐν τῇ γῇ αὐτού ἐθαυμάστωσεν ὁ Κύριος. Γεωργιοσ Καραγιαννακησ - Παρακλητικη

7


Σαβ β ατο ( Αλλη λου ια) - Α΄ Ηχοσ

Τοὺς μάρτυρας Χριστοῦ, ἱκετεύσωμεν πάντες· αὐτοὶ γὰρ τὴν ἡμῶν, σωτηρίαν αἰτοῦνται, καὶ πόθῳ προσέλθωμεν, πρὸς αὐτοὺς μετὰ πίστεως, οὗτοι βρύουσι, τῶν ἰαμάτων τὴν χάριν, οὗτοι φάλαγγας, ἀποσοβοῦσι δαιμόνων, ὡς φύλακες τῆς πίστεως. Δόξα... Νεκρώσιμον Τὸ τοῦ θανάτου κράτος, Χριστὲ κατήργησας, καὶ ἀφθαρσίαν τοὶς ἐπὶ γῆς ἐπήγασας, καὶ οἱ εἰς σὲ πιστεύοντες οὐ θνῄσκουσιν, ἀλλὰ ζῶσιν ἐν σοί. Ἀνάπαυσον οὖν Κύριε, τὰς ψυχὰς τῶν δούλων σου, καὶ κατάταξον αὐτοὺς μετὰ τῶν Ἁγίων σου, πρεσβείαις τῆς Θεοτόκου, χαριζόμενος αὐτοῖς τὰ ἐλέη σου. Καὶ νῦν... Θεοτοκίον Τοῦ Γαβριὴλ φθεγξαμένου σοι Παρθένε τὸ Χαῖρε, σὺν τῇ φωνῇ ἐσαρκοῦτο, ὁ τῶν ὅλων Δεσπότης, ἐν σοὶ τῇ ἁγίᾳ κιβωτῷ, ὡς ἔφη ὁ δίκαιος Δαυΐδ, ἐδείχθης πλατυτέρα τῶν οὐρανῶν, βαστάσασα τὸν Κτίστην σου. Δόξα τῷ ἐνοικήσαντι ἐν σοί, δόξα τῷ προελθόντι ἐκ σοῦ, δόξα τῷ ἐλευθερώσαντι ἡμᾶς διὰ τοῦ τόκου σου. Μετὰ τὴν β΄ στιχολογίαν

Εὐλογητάρια Ἦχος πλ. α΄ στιχ. Εὐλογητὸς εἶ, Κύριε· δίδαξόν με τὰ δικαιώματά σου. Τῶν ἁγίων ὁ χορός, εὗρε πηγὴν τῆς ζωῆς καὶ θύραν Παραδείσου· εὕρω κἀγώ, τὴν ὁδὸν διὰ τῆς μετανοίας· τὸ ἀπολωλὸς πρόβατον ἐγώ εἰμι· ἀνακάλεσαί με, Σωτήρ, καὶ σῶσόν με. στιχ. Εὐλογητὸς εἶ, Κύριε· δίδαξόν με τὰ δικαιώματά σου. Οἱ τόν ἀμνόν τοῦ Θεοῦ κηρΰξαντες καί σφαγιασθέντες ᾤσπερ ἄρνες καί πρός ζωήν τήν ἀγήρω, ἅγιοι, καί ἀΐδιον μετατεθέντες, τοῦτον ἐκτενῶς, μάρτυρες, αἰτήσασθε ὀφλημάτων λΰσιν ἡμῖν δωρίσασθαι. στιχ. Εὐλογητὸς εἶ, Κύριε· δίδαξόν με τὰ δικαιώματά σου. Οἱ τήν ὁδόν τήν στενήν βαδίσαντες τεθλιμμένην πάντες οἱ ἐν βίῳ· οἱ τόν σταυρόν ὡς ζυγόν ἀράμενοι καί ἐμοί ἀκολουθήσαντες ἐν πίστει, δεῦτε ἀπολάβετε ἅ ἡτοίμασα ὑμῖν βραβεῖα καί στέφη τά οὐράνια. στιχ. Εὐλογητὸς εἶ, Κύριε· δίδαξόν με τὰ δικαιώματά σου. Εἰκών εἰμι τῆς ἀρρήτου δόξης σου, εἰ καὶ στίγματα φέρω πταισμάτων· οἰκτείρησον τὸ σὸν πλάσμα, Δέσποτα καὶ καθάρισον σῇ εὐσπλαγχνίᾳ καὶ τὴν ποθεινὴν πατρίδα παράσχου μοι, παραδείσου πάλιν ποιῶν πολίτην με. στιχ. Εὐλογητὸς εἶ, Κύριε· δίδαξόν με τὰ δικαιώματά σου. Ὁ πάλαι μέν, ἐκ μὴ ὄντων πλάσας με, καὶ εἰκόνι σου θείᾳ τιμήσας, παραβάσει ἐντολῆς δὲ πάλιν με ἐπιστρέψας εἰς γῆν, ἐξ ἧς ἐλήφθην, εἰς τὸ καθ' ὁμοίωσιν ἐπανάγαγε, τὸ ἀρχαῖον κάλλος ἀναμορφώσασθαι. στιχ. Εὐλογητὸς εἶ, Κύριε· δίδαξόν με τὰ δικαιώματά σου. Ἀνάπαυσον, ὁ Θεός, τούς δοΰλους σου καί κατάταξον αὐτούς ἐν παραδείσῳ, ὅπου χοροί τῶν ἁγίων, Κύριε, καί οἱ δίκαιοι ἐκλάμψουσιν ὡς φωστῆρες· τούς κεκοιμημένους δούλους σου ἀνάπαυσον, παρορῶν αὐτῶν πάντα τά ἐγκλήματα. Δόξα... Τριαδικὸν Τὸ τριλαμπὲς τῆς μιᾶς Θεότητος, εὐσεβῶς ὑμνήσωμεν βοῶντες· Ἅγιος εἶ, ὁ Πατὴρ ὁ ἄναρχος, ὁ συνάναρχος Υἱὸς καὶ τὸ θεῖον Πνεῦμα· φώτισον ἡμᾶς πίστει σοι λατρεύοντας καὶ τοῦ αἰωνίου πυρὸς ἐξάρπασον. Καὶ νῦν... Θεοτοκίον Χαῖρε σεμνή, ἡ Θεὸν σαρκὶ τεκοῦσα εἰς πάντων σωτηρίαν, δι' ἧς γένος τῶν ἀνθρώπων εὕρατο τὴν σωτηρίαν· διὰ σοῦ εὕροιμεν παράδεισον, Θεοτόκε ἁγνὴ εὐλογημένη. Ἀλληλούϊα, ἀλληλούϊα, ἀλληλούϊα. Δόξα σοι ὁ Θεός. (γ΄)

8

Γεωργιοσ Καραγιαννακησ - Παρακλητικη


Σαβ β ατο ( Αλλη λου ια) - Α΄ Ηχοσ

(Ο Ιερέας την δέησιν υπέρ των κεκοιμημένων όπως και τα ψυχοσάββατα και στο τέλος τα κάτωθι κάθισματα)       

Ἐλέησον ἡμᾶς ὁ Θεός... Κύριε, ἐλέησον.(γ΄) Ἔτι δεόμεθα ὑπὲρ αἰωνίου μνήμης καὶ μακαρίας ἀναπαύσεως... Κύριε, ἐλέησον.(γ΄) Ὅπως Κύριος ὁ Θεὸς τάξῃ... Κύριε, ἐλέησον.(γ΄) Τὰ ἐλέη τοῦ Θεοῦ, τὴν βασιλείαν τῶν οὐρανῶν... Παράσχου Κύριε. Τοῦ Κυρίου δεηθῶμεν. Κύριε, ἐλέησον. Ὁ Θεὸς τῶν πνευμάτων καὶ πάσης σαρκός... Αἰωνία ἡ μνήμη αὐτῶν.(γ΄) Ὅτι σὺ εἶ ἡ ἀνάστασις... Ἀμήν.

Καθίσματα Νεκρώσιμα Ἦχος πλ. α΄ Ἀνάπαυσον Σωτὴρ ἡμῶν, μετὰ δικαίων τοὺς δούλους σου καὶ τούτους κατασκήνωσον ἐν ταῖς αὐλαῖς σου, καθὼς γέγραπται, παρορῶν ὡς ἀγαθός, τὰ πλημμελήματα αὐτῶν, τὰ ἑκούσια καὶ τὰ ἀκούσια καὶ πάντα τὰ ἐν ἀγνοίᾳ, καὶ γνώσει φιλάνθρωπε. Δόξα (το τέλος του τροπαρίου) ...καὶ πάντα τὰ ἐν ἀγνοίᾳ, καὶ γνώσει φιλάνθρωπε. Καὶ νῦν... Θεοτοκίον Ἦχος πλ. α΄ Ὁ ἐκ Παρθένου, ἀνατείλας τῶ κόσμω, Χριστὲ ὁ Θεός, υἱοὺς φωτὸς δι' αὐτῆς ἀναδείξας, ἐλέησον ἡμᾶς.

                   

Ψαλμὸς ν΄ (50) χύμα Ελέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἐλεός σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου. Ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μού ἐστι διὰ παντός. Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα, ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε. Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ καὶ καθαρισθήσομαι· πλυνεῖς με καὶ ὑπὲρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην· ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοὶ, ὁ Θεός καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψης μὲ ἀπὸ τοῦ προσώπου σου καὶ τὸ Πνεῦμα σου τὸ ἅγιον μὴ ἀντανέλῃς ἀπ' ἐμοῦ. Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τὰς ὁδούς σου καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι. Ῥύσαί με ἐξ αἱμάτων, ὁ Θεός, ὁ Θεὸς τῆς σωτηρίας μου· ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου. Κύριε, τὰ χείλη μου ἀνοίξεις καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου. Ὅτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσία τῷ Θεῷ πνεῦμα συντετριμμένον· καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει. Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιὼν καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ. Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καὶ ὁλοκαυτώματα. Τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους.

Γεωργιοσ Καραγιαννακησ - Παρακλητικη

9


Σαβ β ατο ( Αλλη λου ια) - Α΄ Ηχοσ

ΚΑΝΟΝΕΣ ᾨδὴ α΄ - Κανὼν εἰς Προφήτας καὶ Μάρτυρας Ὁ Εἱρμὸς 1. »Σοῦ ἡ τροπαιοῦχος δεξιά, θεοπρεπῶς ἐν ἰσχύϊ δεδόξασται· αὕτη γὰρ ἀθάνατε, ὡς πανσθενὴς ὑπεναντίους ἔθραυσε, τοῖς Ἰσραηλίταις, ὁδὸν βυθοῦ καινουργήσασα. Τροπάρια στιχ. Ἃγιοι τοῦ Θεοῦ, πρεσβεύσατε ὑπέρ ἡμῶν. 2. Χερσὶν ὡμοιώθης Προφητῶν, ὁ τῇ χειρί σου συνέχων τὰ πέρατα, τούτων παρακλήσεσι, τὸ τῶν ἐμῶν ἁμαρτιῶν χειρόγραφον, Λόγε διαρρήξας, ἐχθροῦ χειρῶν με ἐξάρπασον. στιχ. Ἃγιοι τοῦ Θεοῦ, πρεσβεύσατε ὑπέρ ἡμῶν. 3. Θείων ἐπιλάμψεων τὸν νοῦν, προφητικῶς δεκτικὸν ἐργασάμενοι, φῶς ἐχρηματίσατε, τὴν νοητὴν ἀνατολὴν κηρύττοντες, ἔνδοξοι Προφῆται, φωταγωγοὶ τῶν ψυχῶν ἡμῶν. Μαρτυρικὰ στιχ. Ἃγιοι τοῦ Θεοῦ, πρεσβεύσατε ὑπέρ ἡμῶν. 4. Αἵμασιν ὑμῶν ἀθλητικοῖς, πολυθεΐας ξηράναντες πέλαγος, τῶν ἀνομιῶν ἡμῶν, τοὺς ποταμοὺς ξηράνατε μακάριοι, θείαις ἑπομβρίαις, τῶν ἱερῶν προσευχῶν ὑμῶν. στιχ. Ἃγιοι τοῦ Θεοῦ, πρεσβεύσατε ὑπέρ ἡμῶν. 5. Νέφος ἀθλητῶν φωτοειδές, τὸν ἐκ Παρθένου νεφέλης ἐκλάμψαντα, Ἥλιον δυσώπησον, τὰ σκοτεινὰ νέφη, τῶν καρδιῶν ἡμῶν ἐναποδιῶξαι, καὶ τῆς γεέννης λυτρώσασθαι. Θεοτοκίον στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς. 6. Γνώμῃ ὀλισθαίνοντα ἀεί, καὶ λογισμοῖς πονηροῖς ἐξελκόμενον, καὶ δελεαζόμενον, φρενοβλαβῶς δέ, τοῖς ἐχθροῖς εὐχείρωτον, ὅλον γεγονότα, μὴ ὑπερίδῃς με Δέσποινα. (Μηναίο με δύο κανόνες, άνευ ειρμών, εις 8) ᾨδὴ α΄ - Κανὼν εἰς Κοιμηθέντας

Σοῦ ἡ τροπαιοῦχος δεξιά στίχ. Πρεσβείαις τῶν Μαρτύρων σου ἀνάπαυσον, Κύριε, τὰς ψυχὰς τῶν δούλων σου. 7. Πύλας τοῦ θανάτου καὶ μοχλούς, τῷ σῷ θανάτῳ συντρίψας, ἀθάνατε, πύλας ἀναπέτασον, τῆς ὑπὲρ νοῦν ἀθανασίας Δέσποτα, τοῖς κεκοιμημένοις, πρεσβείαις τῶν ἀθλοφόρων σου. στίχ. Αἱ ψυχαὶ αὐτῶν ἐν ἀγαθοῖς αὐλισθήσονται. 8. Ἵνα τῆς ἐνθέου σου ζωῆς, ἀξιωθῶμεν κατῆλθες πρὸς θάνατον, τούτου προνομεύσας δέ, τοὺς θησαυρούς, ἡμᾶς ἐκεῖθεν εἵλκυσας, νῦν δὲ ζωοδότα, τοὺς μεταστάντας ἀνάπαυσον. στίχ. Καὶ τὸ μνημόσυνον αὐτῶν, εἰς γενεάν και γενεάν. 9. Σύ μου τὸ φθαρτόν τε καὶ θνητόν, ἀναλαβὼν ἀφθαρσίαν ἐνέδυσας, καὶ πρὸς ἀτελεύτητον, διαγωγὴν καὶ μακαρίαν ὕψωσας, ἔνθα ὡς οἰκτίρμων, οὓς προσελάβου ἀνάπαυσον. Θεοτοκίον στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς. 10. Τὴν κυοφορήσασαν πιστοί, τὸν ἐκ Θεοῦ Θεὸν Λόγον ὑμνήσωμεν· αὕτη γὰρ ἡ Πάναγνος, ὁδὸς ζωῆς τοὶς τεθνεῶσι γέγονεν, ἣν ὡς θεοδόχον καὶ Θεοτόκον δοξάζομεν. (Μηναίο με ένα κανόνα, άνευ ειρμού, εις 4)

10

Γεωργιοσ Καραγιαννακησ - Παρακλητικη


Σαβ β ατο ( Αλλη λου ια) - Α΄ Ηχοσ

ᾨδὴ γ΄ - Κανὼν εἰς Προφήτας καὶ Μάρτυρας Ὁ Εἱρμὸς 1. »Ὁ μόνος εἰδὼς τῆς τῶν βροτῶν, οὐσίας τὴν ἀσθένειαν, καὶ συμπαθῶς αὐτὴν μορφωσάμενος, περίζωσόν με ἐξ ὕψους δύναμιν, τοῦ βοᾶν σοι· Ἅγιος, ὁ ναὸς ὁ ἔμψυχος, τῆς ἀχράντου σου δόξης φιλάνθρωπε. Τροπάρια στιχ. Ἃγιοι τοῦ Θεοῦ, πρεσβεύσατε ὑπέρ ἡμῶν. 2. Δοχεῖα τοῦ Πνεύματος σοφοί, Προφῆται χρηματίσαντες, τὴν πρὸς ἡμᾶς τοῦ Λόγου κατάβασιν, φαεινοτάτως διετρανώσατε· διὸ δυσωπήσατε, φωτισμὸν καὶ ἔλεος, δωρηθῆναι τοῖς πίστει τιμῶσιν ὑμᾶς. στιχ. Ἃγιοι τοῦ Θεοῦ, πρεσβεύσατε ὑπέρ ἡμῶν. 3. Πλαξὶ καρδιῶν ὑμῶν σοφοί, τὸν νόμον τὸν σωτήριον, ἐγγεγραμμένον πίστει ἐσχήκατε· διὸ τῷ νόμῳ τῆς ἁμαρτίας με, χαλεπῶς τροπούμενον, θείαις παρακλήσεσι, θεηγόροι Προφῆται λυτρώσασθε. Μαρτυρικὰ στιχ. Ἃγιοι τοῦ Θεοῦ, πρεσβεύσατε ὑπέρ ἡμῶν. 4. Φρύαγμα τυράννων δυσσεβές, γενναίως συνετρίψατε, πρὸς τὸν Θεὸν ὑψούμενοι μάρτυρες· διὸ κραυγάζω, κατεπαιρόμενον, καὶ σοβαρευόμενον, κατ' ἐμοῦ τὸν δράκοντα, ταῖς ὑμῶν ἱκεσίαις συντρίψατε. στιχ. Ἃγιοι τοῦ Θεοῦ, πρεσβεύσατε ὑπέρ ἡμῶν. 5. Θείων παθημάτων κοινωνοί, μελλούσης βασιλείας τε, ἀδιαδόχου μάρτυρες ἔνδοξοι, παθῶν σαρκός με ἀπολυτρώσασθε, καὶ γεέννης ῥύσασθε, καὶ μελλούσης κρίσεως, ταῖς ὑμῶν πρὸς τὸν Κτίστην δεήσεσιν. Θεοτοκίον στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς. 6. Σκηνὴ πλατυτέρα οὐρανῶν, λαόν σου συνερχόμενον, ἐν τῇ σκηνῇ σόυ ταύτῃ ὑμνῆσαί σε, σκηνῶν ἀΰλων μέτοχον ποίησον, τῇ θερμῇ δεήσει σου, τῇ πρὸς Χριστὸν ὅν ἔτεκες, τὸν Δεσπότην ἁπάντων καὶ Κύριον. (Μηναίο με δύο κανόνες, άνευ ειρμών, εις 8) ᾨδὴ γ΄ - Κανὼν εἰς Κοιμηθέντας Ὁ μόνος εἰδὼς τῆς τῶν βροτῶν στίχ. Πρεσβείαις τῶν Μαρτύρων σου ἀνάπαυσον, Κύριε, τὰς ψυχὰς τῶν δούλων σου. 7. Ὡς μόνος ὑπάρχων ἀγαθός, καὶ μόνος πολυέλεος, τοὺς εὐσεβῶς πρὸς σὲ ἐκδημήσαντας, ἐν οὐρανίαις σκηναῖς ἀνάπαυσον, ἔνθα ἡ ἀνέκφραστος, χαρὰ καὶ ἀπόλαυσις, ἔνθα νέφος Μαρτύρων εὐφραὶνεται. στίχ. Αἱ ψυχαὶ αὐτῶν ἐν ἀγαθοῖς αὐλισθήσονται. 8. Σὺ μόνος ἐφάνης ἐπὶ γῆς, Σωτήρ μου ἀναμάρτητος, ὁ ἁμαρτίας αἴρων ὡς εὔσπλαγχνος, τοῦ κόσμου τούτου τῶν μεταστάντων πιστῶς, τὰς ψυχὰς ἀνάπαυσον, ἐν αὐλαῖς Ἁγίων σου, ἐν τρυφῇ Παραδείσου φιλάνθρωπε. στίχ. Καὶ τὸ μνημόσυνον αὐτῶν, εἰς γενεάν και γενεάν. 9. Θανάτου τὸ κράτος καθελών, ζωὴν τὴν ἀτελεύτητον, πᾶσι πιστοῖς ἐπήγασας, Δέσποτα, ἐν ταύτῃ τούτους τοὺς ἐκδημήσαντας, εὐσεβῶς κατάταξον, παρορῶν τὰ πταίσματα, συγχωρῶν ἁμαρτίας Ἀθάνατε. Θεοτοκίον στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς. 10. Ἀσπόρως συνέλαβες Ἁγνή, τὸν Λόγον τὸν ἀΐδιον, σωματικῶς ἡμῖν ὁμιλήσαντα, τὸν τοῦ θανάτου τὴν ἰσχὺν λύσαντα, καὶ ζωὴν πηγάσαντα, καὶ θνητοῖς ἀνάστασιν, τῇ αὐτοῦ εὐσπλαγχνίᾳ παρέχοντα. (Μηναίο με ένα κανόνα, άνευ ειρμού, εις 4) (και στο τέλος, ο ειρμός της 3ης ωδής από το Μηναίο)

Γεωργιοσ Καραγιαννακησ - Παρακλητικη

11


Σαβ β ατο ( Αλλη λου ια) - Α΄ Ηχοσ

ΜΕΤΑ ΤΗΝ 3η ΩΔΗ Μικρή Συναπτή    

Ἔτι καὶ ἔτι... Κύριε, ἐλέησον Ἀντιλαβοῦ, σῶσον...Κύριε, ἐλέησον Τῆς Παναγίας, ἀχράντου... Σοί, Κύριε. Ὅτι Σὺ εἶ ὁ Θεὸς ἡμῶν... Ἀμήν. (Μεσώδια Καθίσματα από το Μηναίο -η 4η, 5η και 6η ωδή συνήθως παραλείπονταικαι στο τέλος, ο ειρμός της 6ης ωδής από το Μηναίο) ΜΕΤΑ ΤΗΝ 6η ΩΔΗ

   

Μικρή Συναπτή Ἔτι καὶ ἔτι... Κύριε, ἐλέησον Ἀντιλαβοῦ, σῶσον...Κύριε, ἐλέησον Τῆς Παναγίας, ἀχράντου... Σοί, Κύριε. Σὺ γὰρ εἶ ὁ Βασιλεὺς τῆς εἰρήνης... Ἀμήν. (Κοντάκιο και Οίκος από το Μηναίο. Εάν δεν υπάρχουν, λέμε τα κάτωθι)

Τῷ Σαββάτῳ

Τὰ καθ' ἡμέραν Κοντάκια

Κοντάκιον Μαρτυρικὸν Ἦχος πλ. δ΄ Ὡς ἀπαρχὰς τῆς φύσεως, τῷ φυτουργῷ τῆς κτίσεως ἡ οἰκουμένη προσφέρει σοι, Κύριε, τοὺς θεοφόρους μάρτυρας. Ταῖς αὐτῶν ἱκεσίαις, ἐν εἰρήνῃ βαθείᾳ, τὴν Ἐκκλησίαν σου, διὰ τῆς Θεοτόκου συντήρησον, πολυέλεε. Κοντάκιον Νεκρώσιμον Ἦχος πλ. δ΄ Μετὰ τῶν ἁγίων ἀνάπαυσον, Χριστέ, τὰς ψυχὰς τῶν δούλων σου, ἔνθα οὐκ ἔστι πόνος, οὐ λύπη, οὐ στεναγμός, ἀλλὰ ζωὴ ἀτελεύτητος. (Συναξάριο της ημέρας -η 7η και 8η ωδή συνήθως παραλείπονταικαι στο τέλος, ο ειρμός της 8ης ωδής από το Μηναίο με στίχο) στίχ. Αἰνοῦμεν, εὐλογοῦμεν, καὶ προσκυνοῦμεν τὸν Κύριον.

12

Γεωργιοσ Καραγιαννακησ - Παρακλητικη


Σαβ β ατο ( Αλλη λου ια) - Α΄ Ηχοσ

9η ΩΔΗ (Ωδή της Θεοτόκου) Τὴν Θεοτόκον καὶ Μητέρα τοῦ Φωτός, ἐν ὕμνοις τιμῶντες, μεγαλύνωμεν. 1. στίχ. Μεγαλύνει ἡ ψυχή μου τὸν Κύριον, καὶ ἠγαλλίασε τὸ πνεύμά μου ἐπὶ τῶ Θεῷ τῶ σωτήρί μου. Τὴν τιμιωτέραν τῶν Χερουβίμ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφίμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, σὲ μεγαλύνομεν. 2. στίχ. Ὅτι ἐπέβλεψεν ἐπὶ τὴν ταπείνωσιν τῆς δούλης αὐτοῦ· ἰδοὺ γὰρ ἀπὸ τοῦ νὺν μακαριοῦσί με πᾶσαι αἱ γενεαί. 3. στίχ. Ὅτι ἐποίησέ μοὶ μεγαλεῖα ὁ δυνατός, καὶ ἅγιον τὸ ὄνομα αὐτοῦ· καὶ τὸ ἔλεος αὐτοῦ εἰς γενεάν καὶ γενεὰν τοὶς φοβουμένοις αὐτόν. 4. στίχ. Ἐποίησε κράτος ἐν βραχίονι αὐτοῦ, διεσκόρπισεν ὑπερηφάνους διανοίᾳ καρδίας αὐτῶν. 5. στίχ. Καθεῖλε δυνάστας ἀπὸ θρόνων καὶ ὕψωσε ταπεινούς· πεινῶντας ἐνέπλησεν ἀγαθῶν καὶ πλουτοῦντας ἐξαπέστειλε κενούς. 6. στίχ. Ἀντελάβετο Ἰσραὴλ παιδὸς αὐτοῦ μνησθῆναι ἐλέους, καθὼς ἐλάλησε πρὸς τοὺς πατέρας ἡμῶν, τῶ Ἀβραάμ καὶ τῶ σπέρματι αὐτοῦ ἕως αἰῶνος. (-η 9η ωδή συνήθως παραλείπεταιμετά ο ειρμός της 9ης ωδής από το Μηναίο και στο τέλος, το μεγαλυνάριον της Θεοτόκου) Ἄξιόν ἐστιν ὦς ἀληθῶς, μακαρίζειν σὲ τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ Μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβίμ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφίμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, σὲ μεγαλύνομεν. Μικρή Συναπτή    

Ἔτι καὶ ἔτι... Κύριε, ἐλέησον Ἀντιλαβοῦ, σῶσον...Κύριε, ἐλέησον Τῆς Παναγίας, ἀχράντου... Σοί, Κύριε. Ὅτι Σὲ αἰνοῦσι... Ἀμήν. ΕΞΑΠΟΣΤΕΙΛΑΡΙΑ (Εξαποστειλάριο και Θεοτόκιο από το Μηναίο. Εάν δεν υπάρχουν λέμε τα κάτωθι)

Τῷ Σαββάτῳ

Τὰ καθ' ἡμέραν ἐξαποστειλάρια

Νεκρώσιμον Ὁ οὐρανὸν τοῖς ἄστροις Ὁ καὶ νεκρῶν καὶ ζώντων, ἐξουσιάζων Θεός καὶ διὰ τῶν σῶν ἁγίων πᾶσαν τὴν γῆν φωταγωγῶν, δημιουργὲ τῶν ἁπάντων, τοὺς ἀνυμνοῦντάς σε σῷζε. Θεοτοκίον Ἦχος β΄ Τῶν Μαθητῶν ὁρώντων σε Ἡμεῖς ἐν σοὶ καυχώμεθα Θεοτόκε, καὶ πρὸς Θεόν σε ἔχομεν προστασίαν· ἔκτεινόν σου τὴν χεῖρα τὴν ἄμαχον, καὶ θραῦσον τοὺς ἐχθροὺς ἡμῶν· σοῖς ἐξαπόστειλον δούλοις, βοήθειαν ἐξ ἁγίου.

Γεωργιοσ Καραγιαννακησ - Παρακλητικη

13


Σαβ β ατο ( Αλλη λου ια) - Α΄ Ηχοσ

ΑΙΝΟΙ Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον. Αἰνεῖτε τὸν Κύριον ἐκ τῶν οὐρανῶν, αἰνεῖτε αὐτὸν ἐν τοῖς ὑψίστοις. Σοὶ πρέπει ὕμνος τῶ Θεῷ, Αἰνεῖτε αὐτόν, πάντες οἱ Ἄγγελοι αὐτοῦ· αἰνεῖτε αὐτόν, πᾶσαι αἱ δυνάμεις αὐτοῦ. Σοὶ πρέπει ὕμνος τῶ Θεῷ. (οι ενδιάμεσοι στίχοι συνήθως παραλείπονται και στους 4 τελευταίους στίχους, ψάλλονται τα κάτωθι) Μαρτυρικά στίχ. Αἰνεῖτε αὐτὸν ἐπὶ ταῖς δυναστείαις αὐτοῦ· αἰνεῖτε αὐτὸν κατὰ τὸ πλῆθος τῆς μεγαλωσύνης αὐτοῦ. Τοὺς ἀθλοφόρους τοῦ Χριστοῦ, δεῦτε λαοὶ ἅπαντες τιμήσωμεν, ὕμνοις καὶ ᾠδαῖς πνευματικαῖς, τοὺς φωστῆρας τοῦ κόσμου, καὶ κήρυκας τῆς πίστεως, τὴν πηγὴν τήν ἀέναον, ἐξ ἧς ἀναβλύζει τοῖς πιστοῖς τὰ ἰάματα. Αὐτῶν ταῖς ἱκεσίαις, Χριστὲ ὁ Θεὸς ἡμῶν, τὴν εἰρήνην δώρησαι τῷ κόσμῳ σου, καὶ ταῖς ψυχαῖς ἡμῶν τὸ μέγα ἔλεος. στίχ. Αἰνεῖτε αὐτὸν ἐν ἤχῳ σάλπιγγος· αἰνεῖτε αὐτὸν ἐν ψαλτηρίῳ καὶ κιθάρᾳ. Οὗτοι οἱ Στρατιῶται τοῦ Βασιλέως τοῦ μεγάλου, ἀντέστησαν τοῖς δόγμασι τῶν τυράννων, γενναίως κατεφρόνησαν τῶν βασάνων, καὶ τὴν πλάνην πᾶσαν πατήσαντες, ἀξίως στεφανωθέντες, αἰτοῦνται παρὰ τοῦ Σωτῆρος εἰρήνην, καὶ ταῖς ψυχαῖς ἡμῶν τὸ μέγα ἔλεος. στίχ. Αἰνεῖτε αὐτὸν ἐν τυμπάνῳ καὶ χορῷ· αἰνεῖτε αὐτὸν ἐν χορδαῖς καὶ ὀργάνῳ. Ὑμᾶς πανεύφημοι Μάρτυρες, οὐ θλίψις, οὐ στενοχωρία, οὐ λιμός, οὐ διωγμός, οὐδὲ μάστιγες, οὐ θυμὸς θηρῶν, οὐ ξίφος, οὐδὲ πῦρ ἀπειλοῦν, χωρίσαι Θεοῦ δεδύνηνται, πόθῳ δὲ μᾶλλον τῷ πρὸς αὐτόν, ὡς ἐν ἀλλοτρίοις ἀγωνισάμενοι σώμασι, τὴν φύσιν ἐλάθετε, θανάτου καταφρονήσαντες· ὅθεν καὶ ἐπαξίως τῶν πόνων ὑμῶν, μισθόν ἐκομίσασθε, οὐρανῶν βασιλείας κληρονόμοι γεγόνατε, ἀπαύστως πρεσβεύσατε ὑπὲρ τῶν ψυχῶν ἡμῶν. στίχ. Αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις εὐήχοις· αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις ἀλλαλαγμοῦ. Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον. Ἀγαλλιᾶσθε Μάρτυρες ἐν Κυρίῳ, ὅτι τὸν ἀγῶνα τὸν καλὸν ἠγωνίσασθε, ἀντέστητε βασιλεῦσι, καὶ τυράννους ἑνικήσατε, πῦρ καὶ ξίφος οὐκ ἐπτοήθητε, θηρῶν ἀγρίων κατεσθιόντων τὰ σώματα ὑμῶν, Χριστῷ μετὰ Ἀγγέλων τὴν ὑμνῳδίαν ἀναπέμποντες, τοὺς ἀπ' οὐρανῶν στεφάνους ἐκομίσασθε, αἰτήσασθε δωρηθῆναι εἰρήνην τῷ κόσμῳ, καὶ ταῖς ψυχαῖς ἡμῶν τὸ μέγα ἔλεος. Δόξα... Καὶ νῦν... Θεοτοκίον Χαῖρε Μαρία Θεοτόκε, ὅτι ἔτεκες τὸν Βασιλέα, τὸν Σωτῆρα καὶ φωστῆρα πάντων τῶν αἰώνων.

14

Γεωργιοσ Καραγιαννακησ - Παρακλητικη


Σαβ β ατο ( Αλλη λου ια) - Α΄ Ηχοσ

ΔΟΞΟΛΟΓΙΑ Δοξολογία μικρή (χύμα) Σοὶ δόξα πρέπει, Κύριε, ὁ Θεὸς ἡμῶν, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρί, καὶ τῷ Υἱῷ, καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν, καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.                   

Δόξα σοι τῷ δείξαντι τὸ φῶς. Δόξα ἐν ὑψίστοις Θεῷ καὶ ἐπὶ γῆς εἰρήνη ἐν ἀνθρώποις εὐδοκία. Ὑμνοῦμέν σε, εὐλογοῦμέν σε, προσκυνοῦμέν σε, δοξολογοῦμέν σε, εὐχαριστοῦμέν σοι, διὰ τὴν μεγάλην σου δόξαν. Κύριε Βασιλεῦ, ἐπουράνιε Θεέ, Πάτερ παντοκράτορ, Κύριε Υἱὲ μονογενές, Ἰησοῦ Χριστέ, καὶ Ἅγιον Πνεῦμα. Κύριε ὁ Θεός, ὁ ἀμνὸς τοῦ Θεοῦ, ὁ Υἱός τοῦ Πατρός, ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου, ἐλέησον ἡμᾶς, ὁ αἴρων τὰς ἁμαρτίας τοῦ κόσμου. Πρόσδεξαι τὴν δέησιν ἡμῶν, ὁ καθήμενος ἐν δεξιᾷ τοῦ Πατρός, καὶ ἐλέησον ἡμᾶς. Ὅτι σὺ εἶ μόνος Ἅγιος, σὺ εἶ μόνος Κύριος, Ἰησοῦς Χριστός, εἰς δόξαν Θεοῦ Πατρός. Ἀμήν. Καθ' ἑκάστην ἡμέραν εὐλογήσω σε, καὶ αἰνέσω τὸ ὄνομά σου εἰς τὸν αἰῶνα καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος. Κύριε, καταφυγὴ ἐγενήθης ἡμῖν ἐν γενεᾷ καὶ γενεᾷ. Ἐγὼ εἶπα· Κύριε, ἐλέησόν με, ἴασαι τὴν ψυχήν μου, ὅτι ἥμαρτόν σοι. Κύριε, πρὸς σὲ κατέφυγον, δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεός μου. Ὅτι παρὰ σοὶ πηγὴ ζωῆς ἐν τῷ φωτί σου ὀψόμεθα φῶς. Παράτεινον τὸ ἔλεός σου τοῖς γινώσκουσί σε. Καταξίωσον, Κύριε, ἐν τῇ ἡμέρᾳ ταύτη ἀναμαρτήτους φυλαχθῆναι ἡμᾶς. Εὐλογητὸς εἶ, Κύριε, ὁ Θεὸς τῶν Πατέρων ἡμῶν, καὶ αἰνετὸν καὶ δεδοξασμένον τὸ ὄνομά σου εἰς τοὺς αἰῶνας. Ἀμήν. Γένοιτο, Κύριε, τὸ ἔλεός σου ἐφ' ἡμᾶς, καθάπερ ἠλπίσαμεν ἐπὶ σέ. Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου. Εὐλογητὸς εἶ, Δέσποτα, συνέτισόν με τὰ δικαιώματά σου. Εὐλογητὸς εἶ, Ἅγιε, φώτισόν με τοῖς δικαιώμασί σου. Κύριε, τὸ ἔλεός σου εἰς τὸν αἰῶνα, τὰ ἔργα τῶν χειρῶν σου μὴ παρίδῃς. Σοὶ πρέπει αἶνος, Σοὶ πρέπει ὕμνος, Σοὶ δόξα πρέπει, τῷ Πατρὶ καὶ τῷ Υἱῷ, καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν, καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Πληρωτικά Πληρώσωμεν τὴν ἑωθινὴν δέησιν ἡμῶν τῷ Κυρίῳ. Κύριε ἐλέησον. Ἀντιλαβοῦ, σῶσον... Κύριε ἐλέησον. Τὴν ἡμέραν πᾶσαν... Παράσχου Κύριε. (μετά από κάθε δέηση) ... Τῆς Παναγίας, ἀχράντου... Σοί, Κύριε. Ὅτι Θεὸς ἐλέους, οἰκτιρμῶν...Ἀμήν. Εἰρήνη πᾶσι. Καὶ τῷ πνεύματί σου. Τὰς κεφαλὰς ἡμῶν τῷ Κυρίῳ κλίνωμεν. Σοί, Κύριε. (Η ευχή της κεφαλοκλισίας μυστικώς: Κύριε, Ἅγιε, ὁ ἐν ὑψηλοῖς...) Σὸν γάρ ἐστι τὸ ἐλεεῖν... Ἀμήν.

Γεωργιοσ Καραγιαννακησ - Παρακλητικη

15


Σαβ β ατο ( Αλλη λου ια) - Α΄ Ηχοσ

ΑΠΟΣΤΙΧΑ ΤΩΝ ΑΙΝΩΝ (Θεοφάνους) Πανεύφημοι Μάρτυρες ὑμᾶς Σοῦ Σῶτερ δεόμεθα τῆς σῆς, γλυκείας μεθέξεως, τοὺς μεταστάντας ἀξίωσον, καὶ κατασκήνωσον, ἐν σκηναῖς Δικαίων, ἐν μοναῖς Ἁγίων σου, καὶ ἐν ἐπουρανίοις σκηνώμασι, τῇ εὐσπλαγχνίᾳ σου, παρορῶν τὰ πλημμελήματα, καὶ παρέχων αὐτοῖς τὴν συγχώρησιν. στίχ. Μακάριοι οὓς ἐξελέξω καὶ προσελάβου Κύριε. Οὐδεὶς ἀναμάρτητος οὐδείς, τῶν ἀνθρώπων γέγονεν, εἰμὴ σὺ μόνε Ἀθάνατε· διὸ τοὺς δούλους σου, ὡς Θεὸς οἰκτίρμων, ἐν φωτὶ κατάταξον, σὺν ταῖς χοροστασίαις Ἀγγέλων σου, τῇ εὐσπλαγχνίᾳ σου, παρορῶν τὰ ἀνομήματα, καὶ παρέχων αὐτοῖς τὴν συγχώρησιν. στίχ. Αἱ ψυχαὶ αὐτῶν ἐν ἀγαθοῖς αὐλισθήσονται. Ὑπὲρ τὰ ὁρώμενα τὰ σά, Σῶτερ ἐπαγγέλματα! ἃ ὀφθαλμὸς οὐ τεθέαται, καὶ οὓς οὐκ ἤκουσε, καὶ ἐπὶ καρδίαν, οὐκ ἀνέβη πώποτε, ἀνθρώπου, δυσωποῦμέν σε Δέσποτα, τυχεῖν εὐδόκησον, τοὺς πρὸς σὲ μεταχωρήσαντας, καὶ παράσχου ζωὴν τὴν αἰώνιον. στίχ. Καὶ τὸ μνημόσυνον αὐτῶν, εἰς γενεάν και γενεάν. Σταυρῷ σοι γηθόμενοι Σωτήρ, θαρροῦντες οἱ δοῦλοί σου, πρὸς σὲ μετέστησαν Κύριε, ὃν νῦν ἀντίλυτρον, τῶν αὐτῶν πταισμάτων, ὡς δεσπότης δώρησαι, ἐφ οὗ σου τὸ ζωήρρυτον ἔχεας, αἷμα καὶ τίμιον, καὶ τῆς δόξης ἀνεσπέρου σου, ἀπολαύειν τούτους καταξίωσον. Δόξα... Καὶ νῦν... Θεοτοκίον Χριστὸν ἐκδυσώπησον τὸν σόν, τόκον Μητροπάρθενε, τὴν τῶν πταισμάτων συγχώρησιν, δοῦναι τοῖς δούλοις σου, τοῖς σὲ Θεοτόκον, εὐσεβῶς κηρύξασι, καὶ λόγῳ ἀληθεῖ δογματίσασι, καὶ τῆς λαμπρότητος, τῶν ἁγίων καὶ φαιδρότητος, ἀξιῶσαι ἐν τῇ βασιλείᾳ αὐτοῦ. Ἀγαθὸν τὸ ἐξομολογεῖσθαι τῷ Κυρίῳ καὶ ψάλλειν τῷ ὀνόματί Σου, Ὕψιστε· τοῦ ἀναγγέλειν τὸ πρωῒ τὸ ἔλεός Σου καὶ τὴν ἀλήθειάν Σου κατὰ νύκτα. Τρισάγιον Ἅγιος ὁ Θεός, ἅγιος ἰσχυρός, ἅγιος ἀθάνατος ἐλέησον ἡμᾶς (γ΄). Δόξα... Καὶ νῦν... Παναγία Τριάς, ἐλέησον ἡμᾶς. Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τὰς ἀνομίας ἡμῖν. Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν, ἕνεκεν του ὀνόματός σου. Κύριε ἐλέησον, Κύριε ἐλέησον, Κύριε ἐλέησον. Δόξα... Καὶ νῦν... Πάτερ ἡμῶν, ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου, ἐλθέτω ἡ βασιλεία σου, γενηθήτω τὸ θέλημά σου ὡς ἐν οὐρανῷ καὶ ἐπί τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν, καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ. Ὅτι σοῦ ἐστιν ἡ βασιλεία... Ἀμήν.

16

Γεωργιοσ Καραγιαννακησ - Παρακλητικη


Σαβ β ατο ( Αλλη λου ια) - Α΄ Ηχοσ

ΑΠΟΛΥΤΙΚΙΑ τέλους (Επειδή η ακολουθία του Μηναίου στερήται δοξαστικού, δεν ψάλλεται το απολυτίκιο του τυχόντος Αγίου, αλλά ψάλλεται το απολυτίκιο της ημέρας της εβδομάδος με το οικείο θεοτόκιο) Μαρτυρικόν Ἦχος β΄ Ἀπόστολοι, Μάρτυρες καὶ Προφῆται, Ἱεράρχαι, Ὅσιοι, καὶ Δίκαιοι, οἱ καλῶς τὸν ἀγῶνα τελέσαντες καὶ τὴν πίστιν τηρήσαντες, παῤῥησίαν ἔχοντες, πρὸς τὸν Σωτήρα, ὑπὲρ ἡμῶν αὐτὸν ὡς ἀγαθόν ἱκετεύσατε σωθῆναι, δεόμεθα τὰς ψυχὰς ἡμῶν. Δόξα... Νεκρώσιμον Μνήσθητι Κύριε, ὡς ἀγαθὸς τῶν δούλων σου, καὶ ὅσα ἐν βίῳ ἥμαρτον, συγχώρησον· οὐδεὶς γὰρ ἀναμάρτητος, εἰ μὴ σὺ ὁ δυνάμενος, καὶ τοὶς μεταστάσι, δοῦναι τήν ἀνάπαυσιν. Καὶ νύν... Θεοτοκίον Μήτηρ ἁγία, ἡ τοῦ ἀφράστου φωτός, ἀγγελικοῖς σὲ ὕμνοις τιμῶντες, εὐσεβῶς μεγαλύνομεν.

Γεωργιοσ Καραγιαννακησ - Παρακλητικη

17


Σαβ β ατο ( Αλλη λου ια) - Α΄ Ηχοσ

Θεια Λειτουργια ΑΝΤΙΦΩΝΟ Α΄ Ἠχος β΄. Ψαλμὸς Ϟα΄ (91) στίχ. Ἀγαθὸν τὸ ἐξομολογεῖσθαι τῷ Κυρίῳ, καὶ ψάλλειν τῷ ὀνόματί σου, Ὕψιστε. Ταῖς πρεσβείαις τῆς Θεοτόκου, Σῶτερ, σῶσον ἡμᾶς. στίχ. Τοῦ ἀναγγέλλειν τῷ πρωῒ τὸ ἔλεός σου, καὶ τὴν ἀλήθειάν σου κατὰ νύκτα. Ταῖς πρεσβείαις τῆς Θεοτόκου... στίχ. Ὅτι εὔφρανάς με, Κύριε, ἐν τοῖς ποιήμασί σου, καὶ ἐν τοῖς ἔργοις τῶν χειρῶν σου ἀγαλλιάσομαι. Ταῖς πρεσβείαις τῆς Θεοτόκου... στίχ. Ὅτι εὐθὺς Κύριος ὁ Θεὸς ἡμῶν, καὶ οὐκ ἔστιν ἀδικία ἐν αὐτῷ. Ταῖς πρεσβείαις τῆς Θεοτόκου... Δόξα... Καὶ νῦν... Ταῖς πρεσβείαις τῆς Θεοτόκου... ΑΝΤΙΦΩΝΟ Β΄ Ἠχος πλ.α΄. Ψαλμὸς Ϟβ΄ (92) στίχ. Ὁ Κύριος ἐβασίλευσεν, εὐπρέπειαν ἐνεδύσατο, ἐνεδύσατο Κύριος δύναμιν καὶ περιεζώσατο. Πρεσβείαις τῶν ἁγίων σου σῶσον ἡμᾶς, Κύριε. στίχ. Καὶ γὰρ ἐστερέωσε τὴν οἰκουμένην, ἥτις οὐ σαλευθήσεται. Πρεσβείαις τῶν ἁγίων σου σῶσον ἡμᾶς, Κύριε. στίχ. Θαυμαστοὶ οἱ μετεωρισμοὶ τῆς θαλάσσης, θαυμαστὸς ἐν ὑψηλοῖς ὁ Κύριος. Πρεσβείαις τῶν ἁγίων σου σῶσον ἡμᾶς, Κύριε. στίχ. Τὰ μαρτύριά σου ἐπιστώθησαν σφόδρα· τῷ οἴκῳ σου πρέπει ἁγίασμα, Κύριε, εἰς μακρότητα ἡμερῶν. Πρεσβείαις τῶν ἁγίων σου σῶσον ἡμᾶς, Κύριε. Δόξα... Καὶ νῦν... Ἠχος β΄ Ὁ Μονογενὴς Υἱὸς καὶ Λόγος τοῦ Θεοῦ, ἀθάνατος ὑπάρχων καὶ καταδεξάμενος διὰ τὴν ἡμετέραν σωτηρίαν σαρκωθῆναι ἐκ τῆς ἁγίας Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας, ἀτρέπτως ἐνανθρωπήσας, σταυρωθείς τε, Χριστὲ ὁ Θεός, θανάτῳ θάνατον πατήσας, εἷς ὢν τῆς Ἁγίας Τριάδος, συνδοξαζόμενος τῷ Πατρὶ καὶ τῷ Ἁγίῳ Πνεύματι, σῶσον ἡμᾶς.

18

Γεωργιοσ Καραγιαννακησ - Παρακλητικη


Σαβ β ατο ( Αλλη λου ια) - Α΄ Ηχοσ

ΑΝΤΙΦΩΝΟ Γ΄ Ἠχος β΄. Ψαλμὸς Ϟδ΄ (94) στίχ. Δεῦτε ἀγαλλιασώμεθα τῷ Κυρίῳ, ἀλαλάξωμεν τῷ Θεῷ τῷ Σωτῆρι ἡμῶν. Σῶσον ἡμᾶς, Υἱὲ Θεοῦ, ὁ ἐν Ἁγίοις θαυμαστός, ψάλλοντάς σοι. Ἀλληλούϊα. στίχ. Προφθάσωμεν τὸ πρόσωπον αὐτοῦ ἐν ἐξομολογήσει καὶ ἐν ψαλμοῖς ἀλαλάξωμεν αὐτῷ. Σῶσον ἡμᾶς, Υἱὲ Θεοῦ, ὁ ἐν Ἁγίοις θαυμαστός... στίχ. Ὅτι Θεὸς μέγας Κύριος καὶ βασιλεὺς μέγας ἐπὶ πᾶσαν τὴν γῆν. Σῶσον ἡμᾶς, Υἱὲ Θεοῦ, ὁ ἐν Ἁγίοις θαυμαστός... (είσοδος του Ευαγγελίου) Σοφία· ὀρθοί. στίχ. Δεῦτε προσκυνήσωμεν καὶ προσπέσωμεν Χριστῷ. Σῶσον ἡμᾶς, Υἱὲ Θεοῦ, ὁ ἐν Ἁγίοις θαυμαστός... ΑΠΟΛΥΤΙΚΙΑ - ΚΟΝΤΑΚΙΑ 1. Τα απολυτίκια της ημέρας. Μαρτυρικόν Ἦχος β΄ Ἀπόστολοι, Μάρτυρες καὶ Προφῆται, Ἱεράρχαι, Ὅσιοι, καὶ Δίκαιοι, οἱ καλῶς τὸν ἀγῶνα τελέσαντες καὶ τὴν πίστιν τηρήσαντες, παῤῥησίαν ἔχοντες, πρὸς τὸν Σωτήρα, ὑπὲρ ἡμῶν αὐτὸν ὡς ἀγαθόν ἱκετεύσατε σωθῆναι, δεόμεθα τὰς ψυχὰς ἡμῶν. Νεκρώσιμον Μνήσθητι Κύριε, ὡς ἀγαθὸς τῶν δούλων σου, καὶ ὅσα ἐν βίῳ ἥμαρτον, συγχώρησον· οὐδεὶς γὰρ ἀναμάρτητος, εἰ μὴ σὺ ὁ δυνάμενος, καὶ τοὶς μεταστάσι, δοῦναι τήν ἀνάπαυσιν. 2. Το απολυτίκιο του ναού. 3. Το κοντάκιο της ημέρας της εβδομάδος. Δόξα... Κοντάκιον Νεκρώσιμον Ἦχος πλ. δ΄ Μετὰ τῶν ἁγίων ἀνάπαυσον, Χριστέ, τὰς ψυχὰς τῶν δούλων σου, ἔνθα οὐκ ἔστι πόνος, οὐ λύπη, οὐ στεναγμός, ἀλλὰ ζωὴ ἀτελεύτητος. Καὶ νῦν... Κοντάκιον Μαρτυρικὸν Ἦχος πλ. δ΄ Ὡς ἀπαρχὰς τῆς φύσεως, τῷ φυτουργῷ τῆς κτίσεως ἡ οἰκουμένη προσφέρει σοι, Κύριε, τοὺς θεοφόρους μάρτυρας. Ταῖς αὐτῶν ἱκεσίαις, ἐν εἰρήνῃ βαθείᾳ, τὴν Ἐκκλησίαν σου, διὰ τῆς Θεοτόκου συντήρησον, πολυέλεε. ΚΟΙΝΩΝΙΚΟΝ Ἦχος πλ.α΄ Ψαλμὸς ξδ΄ (64) Μακάριοι, οὓς ἐξελέξω καὶ προσελάβου, Κύριε, καὶ τὸ μνημόσυνον αὐτῶν εἰς γενεὰν καὶ γενεάν. Ἀλληλούια      

Σοί πρέπει ὕμνος, ὁ Θεός, ἐν Σιών, καὶ σοὶ ἀποδοθήσεται εὐχὴ ἐν ῾Ιερουσαλήμ. Εἰσάκουσον προσευχῆς μου· πρὸς σὲ πᾶσα σὰρξ ἥξει. Λόγοι ἀνόμων ὑπερεδυνάμωσαν ἡμᾶς, καὶ ταῖς ἀσεβείαις ἡμῶν σὺ ἱλάσῃ. Μακάριος, ὃν ἐξελέξω καὶ προσελάβου· κατασκηνώσει ἐν ταῖς αὐλαῖς σου. Πλησθησόμεθα ἐν τοῖς ἀγαθοῖς τοῦ οἴκου σου· ἅγιος ὁ ναός σου, θαυμαστὸς ἐν δικαιοσύνῃ. Ἐπάκουσον ἡμῶν, ὁ Θεός, ὁ σωτὴρ ἡμῶν, ἡ ἐλπὶς πάντων τῶν περάτων τῆς γῆς καὶ τῶν ἐν θαλάσσῃ μακράν. Γεωργιοσ Καραγιαννακησ - Παρακλητικη

19


Σαβ β ατο ( Αλλη λου ια) - Α΄ Ηχοσ

       

20

Ἑτοιμάζων ὄρη ἐν τῇ ἰσχύϊ αὐτοῦ, περιεζωσμένος ἐν δυναστείᾳ, ὁ συνταράσσων τὸ κῦτος τῆς θαλάσσης· ἤχους κυμάτων αὐτῆς τίς ὑποστήσεται; Ταραχθήσονται τὰ ἔθνη, καὶ φοβηθήσονται οἱ κατοικοῦντες τὰ πέρατα ἀπὸ τῶν σημείων σου· ἐξόδους πρωΐας καὶ ἑσπέρας τέρψεις. Ἐπεσκέψω τὴν γῆν, καὶ ἐμέθυσας αὐτήν, ἐπλήθυνας τοῦ πλουτίσαι αὐτήν. Ὁ ποταμὸς τοῦ Θεοῦ ἐπληρώθη ὑδάτων· ἡτοίμασας τὴν τροφὴν αὐτῶν, ὅτι οὕτως ἡ ἑτοιμασία. Τοὺς αὔλακας αὐτῆς μέθυσον, πλήθυνον τὰ γεννήματα αὐτῆς· ἐν ταῖς σταγόσιν αὐτῆς εὐφρανθήσεται ἀνατέλλουσα. Εὐλογήσεις τὸν στέφανον τοῦ ἐνιαυτοῦ τῆς χρηστότητός σου, καὶ τὰ πεδία σου πλησθήσονται πιότητος. Πιανθήσονται τὰ ὄρη τῆς ἐρήμου, καὶ ἀγαλλίασιν οἱ βουνοὶ περιζώσονται. Ἐνεδύσαντο οἱ κριοὶ τῶν προβάτων, καὶ αἱ κοιλάδες πληθυνοῦσι σῖτον· κεκράξονται, καὶ γὰρ ὑμνήσουσι.

Γεωργιοσ Καραγιαννακησ - Παρακλητικη


Turn static files into dynamic content formats.

Create a flipbook
Issuu converts static files into: digital portfolios, online yearbooks, online catalogs, digital photo albums and more. Sign up and create your flipbook.