ΠΑΡΑΚΛΗΤΙΚΟΣ ΚΑΝΩΝ ΕΙΣ ΤΗΝ ΠΑΝΑΓΙΑΝ ΤΗΝ ΕΛΕΟΥΣΑ

Page 1

ΠΑΡΑΚΛΗΤΙΚΟΣ ΚΑΝΩΝ ΕΙΣ ΤΗΝ ΚΥΡΙΑΝ ΚΑΙ ΔΕΣΠΟΙΝΑΝ ΗΜΩΝ ΘΕΟΤΟΚΟΝ,

ΤΗΝ ΕΛΕΟΥΣΑΝ

ISBN: 978-618-81482-1-5

ΕΚΔΟΣΙΣ ΙΕΡΑΣ ΜΗΤΡΟΠΟΛΕΩΣ ΙΕΡΑΠΥΤΝΗΣ ΚΑΙ ΣΗΤΕΙΑΣ ΑΡΙΘΜΟΣ ΕΚΔΟΣΕΩΣ Νο. 12

ΙΕΡΑΠΕΤΡΑ 2014


ΠΑΡΑΚΛΗΤΙΚΟΣ ΚΑΝΩΝ ΕΙΣ ΤΗΝ ΚΥΡΙΑΝ ΚΑΙ ΔΕΣΠΟΙΝΑΝ ΗΜΩΝ ΘΕΟΤΟΚΟΝ, ΤΗΝ ΕΛΕΟΥΣΑΝ

1


Ἐποιήθη ἐν Ἁγίῳ Ὄρει τοῦ Ἄθωνος ὑπὸ

Ἀθανασίου ἱερομονάχου Σιμωνοπετρίτου, Ὑμνογράφου τῆς Ἁγίας τοῦ Χριστοῦ

Μεγάλης Ἐκκλησίας, φιλοθεομητορικῇ αἰτήσει

τοῦ Σεβ. Μητροπολίτου Ἱεραπύτνης καὶ Σητείας κ.κ. Εὐγενίου,

* βιδ´ * 2014 * ´

2


ΠΑΡΑΚΛΗΤΙΚΟΣ ΚΑΝΩΝ ΕΙΣ ΤΗΝ ΚΥΡΙΑΝ ΚΑΙ ΔΕΣΠΟΙΝΑΝ ΗΜΩΝ ΘΕΟΤΟΚΟΝ,

ΤΗΝ ΕΛΕΟΥΣΑΝ

ΙΕΡΑΠΕΤΡΑ 2014 3


4


ΠΡΟΛΟΓΟΣ ΣΕΒΑΣΜΙΩΤΑΤΟΥ

Ο

ὀρθόδοξος λαός τοῦ Θεοῦ εἶναι στενά συνδεδεμέ­ νος μέ τό ἱερό πρόσωπο τῆς Παναγίας μας. Ἔχει

πάντα στά χείλη του τό ὄνομά Της. Ἐπιζητεῖ τή βοή­

θειά Της σέ κάθε στιγμή. Καί τή βλέπει ὡς Μητέρα, «σκέπη, προστασία, ἀντίληψη καί καύχημα». Αὐτή ἡ αὐθόρμητη καταφυγή τοῦ λαοῦ μας ἔγινε αἰτία νά

ἔχουμε σήμερα δύο δημοφιλεῖς ἱερές Ἀκολουθίες ἀφιε­

ρωμένες στήν Παναγία μας, τή Μικρή καί τή Μεγάλη Παράκληση. Καί μέσα σ’ αὐτές ὁ πιστός καί ἀγωνιζό­

μενος χριστιανός, ὅταν ψάχνει λιμένα σωτηρίας στήν

πολυκύμαντη ζωή του, βρίσκει πράγματι παράκληση, δηλ. παρηγοριά, ἀνακούφιση καί παραμυθία.

Μόνο ἡ Παναγία ὡς Μεγάλη Μάνα προστατεύει

μητρικά καί θεραπεύει σωστικά ὅσους τήν παρακα­ λοῦν καί καταφεύγουν σ’ Αὐτήν. Ἔχει τή «Μητρική

παρρησία», δηλ. τό θάρρος, νά ζητήσει ἀπό τόν Υἱό Της καί Κύριο ἡμῶν Ἰησοῦ Χριστό τήν ἄμεση παρέμ­ βαση καί σωτηρία. Εἶναι ἡ γέφυρα πού μᾶς ἑνώνει καί

ἡ σκάλα πού κατέβηκε ὁ Θεός στή γῆ καί ἀνέβασε τόν ἀδύνατο ἄνθρωπο στούς οὐρανούς. Εἶναι ἡ διαρκής

καί ἀκαταμάχητη προστασία, ἡ καταφυγή καί δύνα­

μη ὅλων μας καί ἡ ἀμετάθητη μεσιτεία καί σκέπη μας. Ὅλα αὐτά περιγράφονται καί ἐξιστοροῦνται στό

νέο Παρακλητικό κανόνα πρός τήν Ὑπεραγία Θεοτό­ 5


κο, τήν Ἐλεοῦσα, εὔχυμο καρπό τῆς ὀξυτάτης γραφί­ δος τοῦ Πανοσιολ. Ἱερομονάχου π. Ἀθανασίου Σιμωνο­ πετρίτου, ἔχοντος τό χάρισμα καί τήν ἀξία τοῦ Ὑμνο­

γράφου τῆς Ἁγίας τοῦ Χριστοῦ Μεγάλης Ἐκκλησίας, τοῦ Σεπτοῦ Οἰκουμενικοῦ μας Πατριαρχείου, ὁ ὁποῖος

μέ τήν παράκληση καί προτροπή μας καί μέ τό μονα­ δικό ὑμνογραφικό τάλαντο πού πλούσια τόν προίκισε ὁ Θεός, τόν συνέθεσε καί εὐγενῶς τόν προσφέρει στό

εὐσεβές ποίμνιο τῆς Ἱερᾶς Μητροπόλεώς μας, ἰδιαίτε­

ρα δέ στήν Ἐνορία τῆς Παναγίας Ἐλεούσης πόλεως

Ἱεράπετρας. Τόν εὐχαριστοῦμε γιά τό μεγάλο αὐτό δῶρο καί τήν πολύτιμη προσφορά του καί εὐχόμαστε

νά συνεχίσει νά ὑμνεῖ τόν Θεό, τήν Ὑπεραγία Θεοτό­

κο καί τούς Ἁγίους τῆς Ἐκκλησίας μας θεοφιλῶς καί θεαρέστως.

Ἐμεῖς δέ νά συνεχίσουμε νά τιμοῦμε τήν Παναγία

τοῦ Ἄξιόν Ἐστιν, τήν Ἐλεοῦσα, «ἐν ψαλμοῖς καί ὕμνοις καί ᾠδαῖς πνευματικαῖς» (Ἐφεσ. 5,19) μπροστά στή

θαυματουργό εἰκόνα Της. Πρόσφυγας καί Ἐκείνη ἀπ’ τό Ρεϊσδερέ τῆς Ἰωνικῆς γῆς, πού τήν ἔφεραν μαζί τους πολύτιμο κειμήλιο καί ἱερό φυλακτό οἱ ξεριζωμέ­ νοι πρόσφυγες τῆς πονεμένης Ρωμηοσύνης τῶν ἀλη­ σμόνητων πατρίδων μας, βρῆκε καταφύγιο στή φιλό­ ξενη καί ζεστή Ἱεράπετρα καί ἔγινε ὁ ἐπιστηριγμός

τους γιά νά συνεχίσουν τή μακραίωνη παράδοση τοῦ Γένους μας. Φτωχοί αὐτοί σέ ὑλικά ἀγαθά μᾶς πλού­ τισαν μέ τό μεγαλύτερο πνευματικό πλοῦτο, «τόν θη­ 6


σαυρόν τῆς πίστεως ἐν ὀστρακίνοις σκεύεσι» (Β΄ Κορ. 4,7), πού γίνεται ὅμως σωτήρια παράκληση, ἔμπνευση καί ποίηση, θαῦμα καί διέξοδος σέ κάθε δυσκολία τῆς παρούσης ζωῆς. Ἄς ψάλλουμε, λοιπόν, μέ πόθο καί πόνο τόν ἀνά χεῖρας Παρακλητικό Κανόνα καί γρήγορα θά νιώσου­ με ὅτι «οὐδείς προστρέχων ἐπί Σοί, κατησχυμμένος ἀπό Σοῦ, ἐκπορεύεται, ἁγνή Παρθένε Θεοτόκε, ἀλλ’ αἰτεῖται τήν χάριν, καί λαμβάνει τό δώρημα, πρός τό συμφέρον τῆς αἰτήσεως», γιατί «πολλά γάρ ἰσχύει δέ­ ησις Μητρός πρός εὐμένειαν Δεσπότου». † Ὁ Ἱεραπύτνης καί Σητείας ΕὐΓΈΝΙΟΣ, τῆς Ὑπεράγνου Μητρός, τῆς καί Ἐλεούσης, ὑπέρ πάντων ὑμῶν δεόμενος

7


ΠΑΡΑΚΛΗΤΙΚΟΣ ΚΑΝΩΝ

ΕΙΣ ΤΗΝ ΠΑΝΑΓΙΑΝ ΔΕΣΠΟΙΝΑΝ

ΤΗΝ ΕΛΕΟΥΣΑΝ ***

Μετὰ τό, Εὐλογητός, ὁ ψαλμὸς ΡΜΒ´ (142) Κύριε, εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτι­ σαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ σου, εἰσάκουσόν μου ἐν τῇ δικαιοσύνῃ σου· καὶ μὴ εἰσέλθῃς εἰς κρίσιν μετὰ τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχήν μου, ἐτα­ πείνωσεν εἰς γῆν τὴν ζωήν μου. Ἐκάθισέ με ἐν σκοτεινοῖς ὡς νεκροὺς αἰῶνος· καὶ ἠκηδίασεν ἐπ᾽ ἐμὲ τὸ πνεῦμά μου, ἐν ἐμοὶ ἐτα­ ράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶ­ σι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. 8


Διεπέτασα πρὸς σὲ τὰς χεῖράς μου, ἡ ψυχή μου ὡς γῆ ἄνυδρός σοι. Ταχὺ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τὸ πνεῦμά μου. Μὴ ἀποστρέψῃς τὸ πρόσωπόν σου ἀπ᾽ ἐμοῦ, καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μοι τὸ πρωῒ τὸ ἔλεός σου, ὅτι ἐπὶ σοὶ ἤλπισα. Γνώρισόν μοι, Κύριε, ὁδὸν ἐν ᾗ πορεύσομαι, ὅτι πρὸς σὲ ἦρα τὴν ψυχήν μου. Ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρὸς σὲ κατέφυγον. Δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεός μου. Τὸ Πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ. Ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις με. Ἐν τῇ δικαιοσύνῃ σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου. Καὶ ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τοὺς ἐχθρούς μου. Καὶ ἀπολεῖς πάντας τοὺς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγὼ δοῦλός σού εἰμι.

Τ

εἶτα τό, Θεὸς Κύριος καὶ τὰ Τροπάρια Ἦχος δ΄. Ὁ ὑψωθείς.

ὸν Ἐλεήμονα Θεὸν ἡ τεκοῦσα, ἐκ τῆς γαστρός σου, ἀγαθὴ Ἐλεοῦσα, πλουτεῖς εὐπαῤῥησία­ στον πρεσβείαν πρὸς Αὐτόν· ὅθεν τοὺς τιμῶντάς σου τὴν ἁγίαν εἰκόνα, φύλαττε ἀείποτε, ἐκ κιν­ 9


δύνων παντοίων, καὶ τῷ ἐλέει θείας σου στοργῆς, ἡμῖν συγχώρει, τὰ ἄπειρα πταίσματα.

Ε

Δόξα, ὅμοιον.

κ τοῦ Ρεΐζ Ντερέ σεμνή Ἐλεοῦσα, εἰς Ἱερά­ πετραν ἡ θεία εἰκών σου, ὡς πρόσφυξ μετε­ νήνεκται καί πᾶσι χορηγεῖ, χάριτος ἀκτῖνας σου, ἰωμένη τάς νόσους, διαβόλου λύουσα, πειρασμούς τούς ποικίλους, καί πρός Υἱοῦ σου τοῦ Μονογε­ νοῦς, δοξολογίαν, προτρέπεται ἅπαντας.

Ο

Καὶ νῦν, ὅμοιον.

ὐ σιωπήσωμέν ποτε, Ἐλεοῦσα, τὰς δυνα­ στείας σου λαλεῖν οἱ ἀνάξιοι, εἰ μὴ γὰρ σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων· τίς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους· οὐκ ἀποστῶμεν, Δέσποινα, ἐκ σοῦ, σοὺς γὰρ δούλους σῴζεις ἀεί, ἐκ παντοίων δεινῶν. Εἶτα ὁ Ν΄ ψαλμός· Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου. Ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρ­ τία μου ἐνώπιόν μού ἐστιν διὰ παντός. Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου 10


ἐποίησα, ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε. Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρ­ τίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ, καὶ καθαρισθήσομαι, πλυ­νεῖς με, καὶ ὑπὲρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρ­ τιῶν μου καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοί, ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου σου καὶ τὸ Πνεῦμά σου τὸ Ἅγιόν μὴ ἀντανέλῃς ἀπ᾽ ἐμοῦ. Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου καὶ Πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τὰς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι. Ῥῦσαί με ἐξ αἱμάτων, ὁ Θεός, ὁ Θεὸς τῆς σω­ τηρίας μου, ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δι­ καιοσύνην σου. Κύριε, τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου. Ὅτι εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν, ὁλοκαυ­ τώματα οὐκ εὐδοκήσεις. 11


Θυσία τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρ­ δίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει.

Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιών,

καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ.

Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφο­

ρὰν καὶ ὁλοκαυτώματα.

Τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσ­

χους.

Εἶτα ψάλλεται ὁ κανών, οὗ ἡ ἀκροστιχίς:

«Ἐλέους ἄνοιξον ἡμῖν, Ἐλεοῦσα, τὴν πύλην. Ἀ(θανάσιος)».

Ε

ᾨδὴ α΄. Ἦχος πλ.δ΄. Ὑγρὰν διοδεύσας. λέους τεκοῦσα Θεόν, Ἁγνή, Αὐτὸν ἐκδυσώ­πει, ὑπὲρ πάντων τῶν εὐλαβῶς, τιμώντων τὴν θεί­

αν σου εἰκόνα, τὴν ἐκπηγάζουσαν ῥεῖθρα ἰάσεων.

Λ

ιμένα εὑρίσκομεν, Ἀγαθή, σεπτήν σου εἰκόνα, ἐν κινδύνοις καὶ πειρασμοῖς, εἰδότες ὡς πά­

ντοτε ἐκβλύζει, θείου ἐλέους ἀείζωα νάματα.

Ε

λέησον πάντας τοὺς εὐλαβῶς, κατασπαζο­ μένους, Ἐλεοῦσα, τὴν σὴν μορφήν, καὶ δίδου

ἑκάστῳ τὸ συμφέρον, πρὸς σωτηρίας ψυχῆς τὴν ἐπί­τευξιν.

12


Ο

ὐράνιον δῶρον παρὰ Θεοῦ, ἡμῖν ἐχαρίσθη, Ἐλεοῦσα, ἡ σὴ εἰκών, ἐν ταύτῃ γὰρ ᾤκησεν ἡ χάρις, ἣν διανέμεις τοῖς πόθῳ τιμῶσί σε.

Υ

ᾨδὴ γ΄. Οὐρανίας ἁψῖδος.

ψωσόν σου τὰς χεῖρας, πρὸς τὸν Θεὸν, Πάνα­ γνε, καὶ ὑπὲρ ἡμῶν ἐκδυσώπει, τῶν προσκυ­ νούντων σε, εἰ γὰρ καὶ σφάλλομεν, ὅμως εἰς σὲ τὴν ἐλπίδα, Ἐλεοῦσα, ἔχομεν, ἐπανορθώσεως.

Σ

τῆσον, ὦ Ἐλεοῦσα, τὰ τοῦ ἐχθροῦ σκάνδαλα, καὶ ψυχαῖς εἰρήνην σου δίδου, ἀπαρασάλευ­ τον, ὅπως δοξάζωμεν, τὴν ἀνυπέρβλητον χάριν, ἣν παρέσχε Κύριος, σοὶ τῇ Μητρὶ Αὐτοῦ.

Α

σθενοῦντας ἐν κλίνῃ, καὶ νοσεροῖς πάθεσι, ἴα­ σαι, σεμνὴ Ἐλεοῦσα, ταῖς ἱκεσίαις σου· ὅπως εὐγνώμονα, εὐχαριστίαν καρδίας, σοὶ ἀεὶ προσφέ­ ρωμεν, ὡς εὐεργέτιδι.

Ν

ικητάς, Ἐλεοῦσα, κατὰ παθῶν ἅπαντας, δεῖξον τοὺς αἰτοῦντας ἀπαύστως, τὴν σὴν βοήθειαν, ὅτι ὑπέρκειται, ἡμῶν τὸ βάρος τοῦ ἔθους, ὅπερ προσεγένετο, φύσις δευτέρα τις.

Διάσωσον, ἀπὸ κινδύνων καὶ βλάβης ἀντικειμέ­

νου, τοὺς προστρέχοντας πίστει ἁγία εἰκόνι σου, καὶ δίδου χάριν μητρικὴν, Ἐλεοῦσα Παρθένε.

Επίβλεψον, ἐν εὐμενείᾳ, πανύμνητε Ἐλεοῦσα, ἐπὶ 13


τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴα­ σαι, τῆς ψυχῆς μου ἄλγος.

Ε

Κάθισμα. Ἦχος β΄. Πρεσβεία θερμή.

λέους πηγήν, τὸν Κύριον γεννήσασα, ἐλέους καὶ σύ, παρέχεις τὰ χαρίσματα, Ἐλεοῦσα πάνσεμνε, τοῖς τιμῶσι σεπτὴν εἰκόνα σου, καὶ προστασία ὄντως ἀῤῥαγής, ὑπάρχεις, πιστῶν Θεο­μακάριστε.

Ο

ᾨδὴ δ΄. Εἰσακήκοα, Κύριε.

ταν νέφη σκοτίζωσι, Μῆτερ Ἐλεοῦσα, ψυχὰς τῶν τέκνων σου, καὶ δεινὰς θλίψεις κομίζω­ σιν, ἥλιον ἡμῖν δὸς τῆς ἀγάπης σου.

Ι

ατρὸς ἐπιφάνηθι, ἐν ταῖς ἀσθενείαις ψυχῆς καὶ σώματος, Ἐλεοῦσα, τῶν τιμώντων σε, ῥῶσιν ἀδιά­σειστον παρέχουσα.

Ξ

ενωθέντας τοῖς πταίσμασι, αὖθις, Ἐλεοῦσα, ἡμᾶς ἐπίστρεψον, εἰς ἀγάπην θείου Τόκου σου, καὶ ἀεὶ ἀπτώτους διαφύλαξον.

Ο

ὐδαμόθεν βοήθειαν, ἄλλην, Ἐλεοῦσα, τῆς σῆς ἐλπίζομεν, ἐν κινδύνοις καὶ ἐν θλίψεσιν, ἃς γεννᾷ τοῦ βίου ἡ περίστασις.

Ν

ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.

οῦν ἡμῶν ναόν, Ἐλεοῦσα, δεῖξον ἅγιον, ἔνθα τὸ ὄνομα Κυρίου Ἰησοῦ, παραμένον, ἁγιάσει πᾶσαν ἔννοιαν. 14


Η

ς δόξης Θεοῦ, ἀπολαύουσιν οἱ Ἅγιοι, σε­ πταῖς εὐχαῖς σου καταξίωσον, Ἐλεοῦσα, τοὺς τιμῶντας τὴν εἰκόνα σου.

Μ

εῖνον μεθ’ ἡμῶν, Ἐλεοῦσα, ἐν ταῖς θλίψεσι, καὶ ταῖς τοῦ βίου ἀδοκήτοις συμφοραῖς, χο­ ρηγοῦσα, τὴν ἐλπίδα τῆς ἀγάπης σου.

Ι

να σε ἀεί, Ἐλεοῦσα, μεγαλύνωμεν, σύντριψον βέλη τοῦ ἀλάστορος, τοῦ πολεμοῦντος, πειρα­ σμοῖς ἡμᾶς ἀείποτε.

Ν

ᾨδὴ ϛ . Τὴν δέησιν.

εότητα, ἐκ πολέμων φύλαττε, Ἐλεοῦσα πα­ ναμώμητε Κόρη, σκέπην τὴν σήν, μυστικῶς ἐφαπλοῦσα, καὶ προστασίαν διδοῦσά σου ἄμα­ χον, ἐν ὥρᾳ τῇ τῶν πειρασμῶν, οὓς ὡς νέφη τα­ χέως ἀφάνιζε.

Ε

λέησον, Ἐλεῆμον Δέσποτα, ταῖς πρεσβείαις Ἐλεούσης Μητρός σου, πάντας ἡμᾶς, τοὺς εἰς σὲ βαπτισθέντας, καὶ τὴν σὴν κλῆσιν πλου­ τοῦντας τὴν πάντιμον, εἰ γὰρ καὶ πίπτομεν ἀεί, ἐξαιτούμεθα μέγα σου ἔλεος.

Λ

υποῦμέν σε, Ἐλεῆμον Κύριε, καθ’ ἑκάστην ταῖς πολλαῖς ἁμαρτίαις, ὅμως πρὸς σέ, προ­ βαλλόμεθα πρέσβιν, τὴν Ἐλεοῦσαν καὶ Ἄχραντον Δέσποιναν, πιστεύοντες ὅτι πολύ, παρὰ σοὶ ἐξι­ σχύει ὡς Μήτηρ σου. 15


Ε

ὑρήκαμεν, ἀσφαλὲς προσφύγιον, Ἐλεοῦσα, τὴν ἁγίαν μορφήν σου, ἐξ ἧς ἀεί, τῶν χαρί­ των τὸ πλῆθος, διαβιβάζεται τοῖς προσκυνοῦσί σε, καὶ πίστει λύσιν τῶν πολλῶν, αἰτημάτων ζητοῦσιν ἑκάστοτε.

Δ ιάσωσον, ἀπὸ κινδύνων καὶ βλάβης ἀντικειμέ­

νου, τοὺς προστρέχοντας πίστει ἁγία εἰκόνι σου, καὶ δίδου χάριν μητρικήν, Ἐλεοῦσα Παρθένε.

Ε πίβλεψον, ἐν εὐμενείᾳ, πανύμνητε Ἐλεοῦσα, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴα­ σαι, τῆς ψυχῆς μου ἄλγος.

Τ

Κοντάκιον. Ἦχος β΄. Προστασία τῶν Χριστιανῶν.

οῦ ἐλέους Κυρίου πεπλήρωνται, οὐρανός, Ἐλεοῦσα, καὶ γήϊνα, ἀφ’ οὗ ἔφυ, ὁ Ἐλεήμων ἐκ κοιλίας σου ἁγνῆς, διὸ Τοῦτον ἐκτενῶς, μὴ δι­ αλίπῃς ἐκζητεῖν, αἰτημάτων ἐκπλήρωσιν, πάντων τῶν προσκυνούντων, θείαν μορφήν σου, Μῆτερ, καὶ ἀξιώσῃ μετασχεῖν, τῶν Ἁγίων θείας χάριτος. Προκείμενον. Μνησθήσομαι τοῦ ὀνόματός σου ἐν πάσῃ γε­ νεᾷ καὶ γενεᾷ. Στίχ. Ἄκουσον, θύγατερ, καὶ ἴδε καὶ κλῖνον τὸ οὖς σου καὶ ἐπιλάθου τοῦ λαοῦ σου καὶ τοῦ οἴκου 16


τοῦ πατρός σου καὶ ἐπιθυμήσει ὁ βασιλεὺς τοῦ κάλλους σου.

Ε

ΕΥΑΓΓΕΛΙΟΝ Ἐκ τοῦ κατὰ Λουκᾶν (1,39-49.56)

ν ταῖς ἡμέραις ἐκείναις ἀναστᾶσα Μαριὰμ ἐπορεύθη εἰς τὴν ὀρεινὴν μετὰ σπουδῆς, εἰς πόλιν Ἰούδα, καὶ εἰσῆλθεν εἰς τὸν οἶκον Ζαχαρί­ ου, καὶ ἠσπάσατο τὴν Ἐλισάβετ. Καὶ ἐγένετο ὡς ἤκουσεν ἡ Ἐλισάβετ τὸν ἀσπασμὸν τῆς Μαρίας, ἐσκίρτησε τὸ βρέφος ἐν τῇ κοιλίᾳ αὐτῆς καὶ ἐπλή­ σθη Πνεύματος Ἁγίου ἡ Ἐλισάβετ καὶ ἀνεφώνησε φωνῇ μεγάλῃ καὶ εἶπεν· Εὐλογημένη σὺ ἐν γυναιξὶ καὶ εὐλογημένος ὁ καρπὸς τῆς κοιλίας σου. Καὶ πόθεν μοι τοῦτο, ἵνα ἔλθῃ ἡ μήτηρ τοῦ Κυρίου μου πρός μεϗ Ἰδοὺ γὰρ ὡς ἐγένετο ἡ φωνὴ τοῦ ἀσπα­ σμοῦ σου εἰς τὰ ὦτά μου ἐσκίρτησε τὸ βρέφος ἐν ἀγαλλιάσει ἐν τῇ κοιλίᾳ μου. Καὶ μακαρία ἡ πι­ στεύσασα, ὅτι ἔσται τελείωσις τοῖς λελαλημένοις αὐτῇ παρὰ Κυρίου. Καὶ εἶπε Μαριάμ· Μεγαλύνει ἡ ψυχή μου τὸν Κύριον, καὶ ἠγαλλίασε τὸ πνεῦμά μου ἐπὶ τῷ Θεῷ τῷ σωτῆρί μου, ὅτι ἐπέβλεψεν ἐπὶ τὴν ταπείνωσιν τῆς δούλης αὐτοῦ. Ἰδοὺ γὰρ ἀπὸ τοῦ νῦν μακαριοῦσί με πᾶσαι αἱ γενεαί. Ὅτι ἐποί­ ησέ μοι μεγαλεῖα ὁ Δυνατὸς καὶ ἅγιον τὸ Ὄνομα αὐτοῦ. Ἔμεινε δὲ Μαριὰμ σὺν αὐτῇ ὡσεὶ μῆνας τρεῖς καὶ ὑπέστρεψεν εἰς τὸν οἶκον αὐτῆς. 17


Δόξα Πατρί. Ταῖς τῆς Ἐλεούσης, πρεσβείαις, Ἐλεῆμον, ἐξά­ λειψον τὰ πλήθη, τῶν ἐμῶν ἐγκλημάτων. Καὶ νῦν. Ταῖς τῆς Θεοτόκου, πρεσβείαις, Ἐλεῆμον, ἐξά­ λειψον τὰ πλήθη, τῶν ἐμῶν ἐγκλημάτων. Εἶτα ψάλλομεν τὸ προσόμοιον. Στίχ. Ἐλέησόν με ὁ Θεός...

Ἦχος πλ.β΄. Ὅλην ἀποθέμενοι.

Ε

λεῆμον Κύριε, τῆς Ἐλεούσης Μητρός σου, ταῖς θερμαῖς δεήσεσιν, θύραν τοῦ ἐλέους σου πᾶσιν ἄνοιξον, τοῖς πιστῶς προσπίπτουσι τῇ αὐ­ τῆς εἰκόνι, πᾶσαν νόσον ἐξιώμενος, ψυχῆς καὶ σώ­ ματος, καὶ ἐχθροῦ τὰ βέλη ἀφάνισον· εἰρήνην δὸς τὴν ἄσειστον, καὶ ἁμαρτιῶν τὴν συγχώρησιν.

Ε Ο

ν δὲ τῇ ἐσχάτῃ, ἡμέρᾳ καταξίωσον ἡμᾶς, τῆς ποθητῆς Βασιλείας σου, μετὰ τῶν Ἁγίων σου.

ὐδεὶς προστρέχων ἐπὶ σοί, κατῃσχυμμένος ἀπὸ σοῦ ἐκπορεύεται, Ἁγνὴ Παρθένε Ἐλε­ οῦσα, ἀλλ’ αἰτεῖται τὴν χάριν καὶ λαμβάνει τὸ δώ­ ρημα, πρὸς τὸ συμφέρον τῆς αἰτήσεως.

Μ

εταβολὴ τῶν βλιβομένων, ἀπαλλαγὴ τῶν ἀσθενούντων ὑπάρχουσα, Ἐλεοῦσα Παρ­ θένε, σῷζε πάντας τοὺς πιστούς, τῶν πολεμουμέ­ 18


νων ἡ εἰρήνη, τῶν χειμαζομένων ἡ γαλήνη, ἡ μόνη προστασία τῶν πιστῶν.

Ο

ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.

ὐρανὸς καὶ γῆ πᾶσα, διηγοῦνται τὸ ἔλεος Παντοκράτορος, δι’ ὅπερ σε παρέσχε, ἡμῖν τοῖς χριστωνύμοις, Ἐλεοῦσα προσφύγιον, ἐν τοῖς τοῦ βίου δεινοῖς, καὶ νόσοις πολυτρόποις.

Υ

πὲρ ποίμνης σου ταύτης, τῆς τιμώσης εἰκόνα τὴν σεβασμίαν σου, δυσώπει Ἐλεοῦσα, Φι­ λάνθρωπον Δεσπότην, ὅπως ἔλεος ἄπειρον, δείξῃ ἡμῖν τοῖς Αὐτόν, ἀεὶ δοξολογοῦσι.

Σ

άλον κόπασον Μῆτερ, λογισμῶν ἀμφιβόλων τῶν ἀνυμνούντων σε, καὶ πάρεχε εἰρήνην, ψυ­χαῖς ταῖς κλονουμέναις, Ἐλεοῦσα ἐκ θλίψεων, χαρὰν δὲ δίδου ἡμῖν, πρεσβείαις σου ἁγίαις.

Α

γχη λῦε ταχέως, Ἐλεοῦσα ὡς νέφη ταῖς ἱκε­ σίαις σου, τῆς νόσου δὲ καρκίνου, ἀπάλλαττε τοὺς ὅσοι, ἐπὶ κλίνης κατάκεινται, ὅπως τιμῶσιν ἀεί, τὴν θείαν σου εἰκόνα.

Τ

ᾨδὴ η΄. Τὸν βασιλέα.

οὺς δουλωθέντας, τῇ οὐσιῶν ἐπιδράσει, Ἐλε­ οῦσα ἀπάλλαττε ταχέως, καὶ ἐλευθερίαν, ψυ­ χῶν τούτοις παράσχου. 19


Η

πόλις αὕτη, πολυπληθῆ θαύματά σου, Ἐλε­ οῦσα κηρύττει διατόρως, ἣν ἀεὶ φυλάττοις, ἐκ θλίψεων παντοίων.

Ν

ίκην παράσχου, κατὰ παθῶν Ἐλεοῦσα, τῶν θλιβόντων ψυχὰς τῶν προσκυνούντων, θείαν σου εἰκόνα, ἐν πάσῃ εὐλαβείᾳ.

Π

οίαν ἑτέραν, καταφυγὴν Ἐλεοῦσα, πλήν σου εὕρωμεν πάντες ἐν τῷ βίῳ, οἱ τὴν σὴν εἰκό­ να, πλουτοῦντες εὐγνωμόνως.

Υ

ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.

πὲρ παντὸς τοῦ κόσμου, εὔχου Ἐλεοῦσα, καὶ αἰτημάτων τὴν δέησιν πρόσδεξαι, λύσιν πα­ ρέχουσα τούτων, καὶ χάριν πέμπουσα.

Λ

αόν σου Ἐλεοῦσα, καταφεύγοντά σοι, πλῆσον ἐλέους καὶ πάριδε πταίσματα, ὅπως τυχὼν Παραδείσου, ὑπερδοξάζῃ σε.

Η

χάρις σου μεγίστη, Ἐλεοῦσα Κόρη, καὶ ἡ ἰσχὺς τῶν εὐχῶν σου ἀπέραντος, ἃς τοῖς σε­ πτήν σου εἰκόνα, τιμῶσι δώρησαι.

Ν

υκτός τε καὶ ἡμέρας, ὕψωσον τὰς χεῖρας, πρὸς τὸν Δεσπότην Πανύμνητε Δέσποινα, καὶ τοῦ ἐλέους τὴν χάριν, ἡμῖν κατάγαγε.

Α

γκάλαις σου κρατοῦσα, Ἐλεοῦσα Μῆτερ, Παντελεήμονα Κύριον αἴτησαι, ἁμαρτιῶν καὶ πταισμάτων, ἡμῶν τὴν ἄφεσιν. 20


Α

εἶτα ἐπιψάλλομεν τό,

ξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν σε τὴν Θεο­ τόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον, καὶ Μητέρα τοῦ Θεοῦ ἡμῶν.

Τ

ὴν τιμιωτέραν τῶν Χερουβίμ, καὶ ἐνδοξοτέ­ ραν, ἀσυγκρίτως τῶν Σεραφίμ, τὴν ἀδιαφθό­ ρως, Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, σὲ μεγαλύνομεν.

Μ

καὶ τὰ ἑξῆς Μεγαλυνάρια

ῆτερ Ἐλεοῦσα θαυματουργέ, τοὺς ἀσπαζο­ μένους, τὴν εἰκόνα σου τὴν σεπτήν, σκέπε καθ’ ἑκάστην, ἀπὸ παντὸς κινδύνου, καὶ Βασιλεί­ ας πύλας, τούτοις ὑπάνοιξον.

Μ

ὴ ἐλλίπῃς σκέπειν ἡμᾶς ἀεί, Ἐλεοῦσα Μῆ­ τερ, ἀπὸ θλίψεων καὶ κακῶν, τοῦ ἀντικει­ μένου, παρέχουσα εἰρήνην, καὶ σταθηρὰν ὑγίειαν, ψυχῆς καὶ σώματος.

Θ

είῳ σου ἐλέει πληγὰς ἡμῶν, τὰς ἐξ ἁμαρτί­ ας, Ἐλεοῦσα ὡς ἀγαθή, ἴασαι καὶ δίδου, με­ τάνοιαν πταισμάτων, καὶ ἀλλαγὴν τοῦ βίου, ψυ­ χοσωτήριον.

Μ

ητρικήν σου χάριν δίδου Ἁγνή, τοῖς ἐν ἀσθε­ νείαις, καὶ παντοίοις βίου δεινοῖς, ὅπως Ἐλεοῦσα, εἰκόνα σου τὴν θείαν, τιμῶμεν ἐκ καρδί­ ας, καὶ σὲ δοξάζωμεν. 21


Ω

σπερ ἔχομέν σε ἐν τῇ ζωῇ, Ἐλεοῦσα σκέπην, καὶ προσφύγιον ἀσφαλές, οὕτως ἐν ἡμέρᾳ, Δευτέρας Παρουσίας, γενοῦ πρὸς τὸν Δεσπότην, ἡμῶν μεσίτρια.

Π

άντες οἱ χριστώνυμοι εὐλαβῶς, σὲ δοξολο­ γοῦμεν, Ἐλεοῦσα Μῆτερ Θεοῦ, καὶ παρα­ καλοῦμεν, συγχώρησιν παράσχου, τοῖς γνώσει καὶ ἀγνοίᾳ, ἐξαμαρτάνουσι.

Χ

αίροις Ἐλεοῦσα Μῆτερ Θεοῦ, τῶν σὲ προ­ σκυνούντων, ἡ προστάτις καὶ ἰατρός, τῆς δὲ Ἱεραπέτρας, σὲ πόθῳ δοξαζούσης χριστόδοτος νεφέλη, ταύτην ἡ σκέπουσα.

Σ

κέπε Ἱεράπετραν ἀσινῆ, Μῆτερ Ἐλεοῦσα, ἐξ ἀλάστορος προσβολῶν, τοὺς δὲ χριστωνύ­ μους, αὐτῆς μὴ διαλίπῃς, κρατεῖν ἐν τῇ ἀγάπῃ, Υἱοῦ φιλτάτου σου.

Π

ᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πά­ ντες, μετὰ τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν, εἰς τὸ σωθῆναι ἡμᾶς.

Δ

Εἰς τὴν ἀπόλυσιν ψάλλομεν τὸ παρὸν προσόμοιον. Ἦχος β΄. Ὅτε ἐκ τοῦ ξύλου σε. εῦτε Ἐλεούσης τὴν μορφήν, καταπροσκυνή­ σωμεν πόθῳ ἵνα ἀντλήσωμεν, ἔλεος ἀμέτρη­ 22


τον τοῦ Φιλανθρώπου Χριστοῦ, νόσων σώματος ἴασιν, καὶ λύσιν ἀνάγκης, ἄρσιν πάσης θλίψεως, καὶ πειρασμοῦ τοῦ ἐχθροῦ.

Α ὕτη γὰρ ὡς Μήτηρ δωρεῖται, τοῖς ἐξαιτουμέ­ νοις ἐν πίστει, τάχιστα δεήσεων ἐκπλήρωσιν.

Δ έσποινα

πρόσδεξαι, τὰς δεήσεις τῶν δούλων σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.

Τ ὴν πᾶσαν ἐλπίδά μου, εἰς σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην σου. Δι’ εὐχῶν. Στίχοι Τέξασα πηγὴν ἐλέους, Ἐλεοῦσα, Τοῦτο πάρεχε τοῖς σὲ τιμῶσι πόθῳ.

23


Ἐγράφη, σὺν Θεῷ ἁγίῳ, ὁ παρὼν Παρακλητικὸς κανὼν ἐν τῇ Ἱερᾷ Μονῇ Σίμωνος Πέτρας Ἁγίου Ὄρους Ἄθω, τῇ 31.1.2014

ISBN: 978-618-81482-1-5

ΕΚΔΟΣΙΣ ΙΕΡΑΣ ΜΗΤΡΟΠΟΛΕΩΣ ΙΕΡΑΠΥΤΝΗΣ ΚΑΙ ΣΗΤΕΙΑΣ ΑΡΙΘΜΟΣ ΕΚΔΟΣΕΩΣ Νο. 12

24


Turn static files into dynamic content formats.

Create a flipbook
Issuu converts static files into: digital portfolios, online yearbooks, online catalogs, digital photo albums and more. Sign up and create your flipbook.