ΠΑΡΑΚΛΗΤΙΚΟΣ ΚΑΝΩΝ ΕΙΣ ΤΗΝ ΠΑΝΑΓΙΑΝ ΦΑΝΕΡΩΜΕΝΗΝ

Page 1

ΠΑΡΑΚΛΗΤΙΚΟΣ ΚΑΝΩΝ ΕΙΣ ΤΗΝ ΚΥΡΙΑΝ ΚΑΙ ΔΕΣΠΟΙΝΑΝ ΗΜΩΝ ΘΕΟΤΟΚΟΝ, ΤΗΝ ΦΑΝΕΡΩΜΕΝΗΝ

1


Ἐποιήθη ἐν Ἁγίῳ Ὄρει τοῦ Ἄθωνος ὑπὸ

Ἀθανασίου ἱερομονάχου Σιμωνοπετρίτου, Ὑμνογράφου τῆς Ἁγίας τοῦ Χριστοῦ

Μεγάλης Ἐκκλησίας, φιλοθεομητορικῇ αἰτήσει

τοῦ Σεβ. Μητροπολίτου Ἱεραπύτνης καὶ Σητείας κ.κ. Εὐγενίου,

ἐνεκρίθη δὲ ὑπὸ τῆς Ἱερᾶς Ἐπαρχιακῆς Συνόδου τῆς Ἐκκλησίας Κρήτης,

ἐν ἔτει 2014 μηνὶ Φεβρουρίῳ 24ῃ.

2


ΠΑΡΑΚΛΗΤΙΚΟΣ ΚΑΝΩΝ ΕΙΣ ΤΗΝ ΚΥΡΙΑΝ ΚΑΙ ΔΕΣΠΟΙΝΑΝ ΗΜΩΝ ΘΕΟΤΟΚΟΝ,

ΤΗΝ ΦΑΝΕΡΩΜΕΝΗΝ

ΙΕΡΑΠΕΤΡΑ 2014 3


4


ΠΡΟΛΟΓΟΣ ΣΕΒΑΣΜΙΩΤΑΤΟΥ

Μ

έ ἰδιαίτερη χαρά καί ἱκανοποίηση προσφέρουμε στή χρήση τῶν φιλοθεομητορικῶν εὐσεβῶν χριστιανῶν τῆς καθ᾽ ἡμᾶς Ἱερᾶς Μητροπόλεως Ἱεραπύτνης καί Σητείας τήν παροῦσα ἔκδοση τοῦ «Παρακλητικοῦ Κανόνος εἰς τήν Κυρίαν καί Δέσποιναν ἡμῶν Θεοτόκον, τήν Φανερωμένην», ποίημα τοῦ ἐγνωσμένου Ὑμνογράφου τῆς Ἁγίας τοῦ Χριστοῦ Μεγάλης Ἐκκλησίας, Ὁσιολογιωτάτου Ἱερομονάχου Ἀθανασίου Σιμωνοπετρίτου, τόν ὁποῖο ἀπό καρδίας εὐχαριστοῦμε, πού ὁλοπρόθυμα ἀνταποκρίθηκε στό αἴτημά μας καί εὐχαρίστως μᾶς δώρισε καί αὐτήν τήν Ἱερά Ἀκολουθία. Εἶναι ἀδιαμφισβήτητη ἡ ἀξία τῆς ἁγιασμένης λειτουργικῆς παραδόσεώς μας. Αὐτή ἡ λατρευτική ζωή τῆς Ὀρθοδόξου Ἐκκλησίας διακρίνεται γιά τόν πλοῦτο τῶν ἀκολουθιῶν, τήν οὐράνια λαμπρότητα τῆς λατρευτικῆς εὐταξίας καί τόν θεϊκό συμβολισμό τῶν τελουμένων στή Θεία Λατρεία. Ἡ πλούσια αὐτή λατρευτική παράδοση διατηρήθηκε ἀνόθευτη κυρίως στά Μοναστήριά μας, τούς φωτεινούς πνευματικούς φάρους πού προσανατολίζουν μέ ἀσφάλεια τόν πιστό ἄνθρωπο κάθε ἐποχῆς στό ἀσφαλές λιμάνι τῆς «ἀτελέστου τελειότητος καί μεταμορφώσεως τῶν ὄντων», κατά τόν Ἅγιο Γρηγόριο Νύσσης. «Ἐκκλησίας οὐδέν ἴσον. Μή ἀπέχου Ἐκκλησίας· οὐδέν γάρ Ἐκκλησίας ἰσχυρότερον», γράφει ὁ Ἱερός Χρυσόστομος. Ἡ Ὀρθόδοξη Ἐκκλησία εἶναι ἡ κατα5


φυγή καί ἡ ἐλπίδα τῆς σωτηρίας μας. Οἱ Ἱεροί Ναοί καί τά Μοναστήρια εἶναι τόποι συνεχοῦς ἐπίγειας ἐπικοινωνίας καί θεοκοινωνίας μεταξύ θνητῶν ἀνθρώπων καί τοῦ ἀθάνατου Βασιλέως Χριστοῦ. Εἶναι ἡ πύλη τοῦ οὐρανοῦ, πού ἀνοίγει ἡ Παναγία καί οἱ Ἅγιοι γιά νά εἰσέλθουν οἱ πιστοί στήν οὐράνια δόξα. Ἡ Ἱερά Μονή Παναγίας Φανερωμένης Γουρνιῶν Ἱεράπετρας, ἀπό τή Β΄ Βυζαντινή περίοδο (961-1204 μ.Χ.) πού ἱδρύθηκε ἕως καί σήμερα, ἀποτελεῖ τό καταφύγιο κάθε πονεμένου, δοκιμασμένου καί καταπονημένου ἀνθρώπου, πού ζητᾶ τίς ἀκοίμητες πρεσβεῖες τῆς Θεομήτορος. Ὁ πιστός ὅλων τῶν ἐποχῶν αἰσθάνεται ὅτι ἡ Ἱερά Μονή Φανερωμένης ἀποτελεῖ Οἶκο τῆς Παναγίας, τόπο πού ἡ Θεοτόκος ὑπέδειξε μέσα στό σπήλαιο, στόν ἱερό αὐτό βράχο, ὅπου «κρυβόταν» ἡ ἱερά καί θαυματουργή εἰκόνα της μέχρι νά φανερωθεῖ. Χῶρο ἱερό, πού ἡ ἴδια ὡς ἡ Μεγάλη Μάνα ὅλων μας διάλεξε νά κατοικήσει γιά νά μᾶς εὐλογεῖ, νά μᾶς παρηγορεῖ, νά μᾶς ἰατρεύει, νά μᾶς χαρίζει δύναμη καί ἐλπίδα, νά ἀκούει καί νά ἐκπληρώνει τά αἰτήματά μας. Καθ᾽ ὅλη τή διάρκεια τοῦ ἔτους, ἰδιαίτερα, ὅμως, τίς ἡμέρες τοῦ Δεκαπενταύγουστου, τό «Πάσχα τοῦ καλοκαιριοῦ», ἑκατοντάδες προσκυνητές συρρέουν καθημερινά ἀπό ὅλη τήν Ἀνατολική Κρήτη γιά νά προσκυνήσουν τή θαυματουργή εἰκόνα τῆς Κυρίας Φανερωμένης στόν κατανυκτικό καί χαριτόβρυτο σπηλαιώδη ναό καί νά λάβουν ψυχική ἀνακούφιση καί «δύναμιν ἐξ ὕψους» γιά νά συνεχίσουν τόν ἀνηφορικό δρόμο τῆς παρούσας ζωῆς. Στήν κραταιά σκέπη καί προστασία 6


τῆς Ὑπεραγίας Θεοτόκου ἐναποθέτουν τόν πόνο καί τίς προσδοκίες τους, γιατί γνωρίζουν καλά ὅτι ἡ Ἀειπάρθενος Μαρία καί Δέσποινα τοῦ κόσμου εἶναι τό πλέον ἱερό, σεμνό, τίμιο, καθαρό, ταπεινό καί σιωπηλό πρόσωπο τῆς ἀνθρωπότητας. Γι’ αὐτό καί μέ βεβαιότητα ψάλλουν: «Τήν πᾶσαν ἐλπίδα μου εἰς σέ ἀνατίθημι, Μήτηρ τοῦ Θεοῦ, φύλαξόν με ὑπό τήν σκέπην Σου». Πατρικά εὐχόμαστε ψάλλοντες τόν ἀνά χεῖρας «Παρακλητικόν Κανόνα εἰς τήν Κυρίαν καί Δέσποιναν ἡμῶν Θεοτόκον, τήν Φανερωμένην» νά ἐπιζητοῦμε τίς Μητρικές πρεσβεῖες τῆς Θεομήτορος καί τίς εὐχές τῶν Πατέρων καί Ἀσκητῶν, οἱ ὁποῖοι ἀνά τούς αἰῶνες ἔζησαν στήν ἱστορική αὐτή Μονή καί ἀσκήθηκαν στά γύρω ἀπ᾽ αὐτή σπήλαια, κατά τόν πρόσφατα ἀναγνωρισμένο σύγχρονο Ἅγιο τῆς Ἐκκλησίας μας, Ὅσιο Πορφύριο τόν Καυσοκαλυβίτη, γιά νά ἐνισχύουν καί νά συνοδεύουν πάντοτε ὅλους μας κατά τήν οὐρανοδρόμο πορεία καί ψυχική ἀνάτασή μας. † Ὁ Ἱεραπύτνης καί Σητείας ΕΥΓΕΝΙΟΣ

7


ΠΑΡΑΚΛΗΤΙΚΟΣ ΚΑΝΩΝ

ΕΙΣ ΤΗΝ ΚΥΡΙΑΝ ΚΑΙ ΔΕΣΠΟΙΝΑΝ ΗΜΩΝ ΘΕΟΤΟΚΟΝ,

ΤΗΝ ΦΑΝΕΡΩΜΕΝΗΝ ***

Μετὰ τό, Εὐλογητός, ὁ ψαλμὸς 142 Κύριε, εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ σου. Εἰσάκουσόν μου ἐν τῇ δικαιοσύνῃ σου· καὶ μὴ εἰσέλθῃς εἰς κρίσιν μετὰ τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου. Ἐκάθισέ με ἐν σκοτεινοῖς ὡς νεκροὺς αἰῶνος· καὶ ἠκηδίασεν ἐπ᾽ ἐμὲ τὸ πνεῦμά μου, ἐν ἐμοὶ ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶ­ σι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. 8


Διεπέτασα πρὸς σὲ τὰς χεῖράς μου, ἡ ψυχή μου ὡς γῆ ἄνυδρός σοι. Ταχὺ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τὸ πνεῦμά μου. Μὴ ἀποστρέψῃς τὸ πρόσωπόν σου ἀπ᾽ ἐμοῦ, καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μοι τὸ πρωὶ τὸ ἔλεός σου, ὅτι ἐπὶ σοὶ ἤλπισα. Γνώρισόν μοι, Κύριε, ὁδὸν ἐν ᾗ πορεύσομαι, ὅτι πρὸς σὲ ἦρα τὴν ψυχήν μου. Ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρὸς σὲ κατέφυγον. Δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεός μου. Τὸ Πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ. Ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις με. Ἐν τῇ δικαιοσύνῃ σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου. Καὶ ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τοὺς ἐχθρούς μου. Καὶ ἀπολεῖς πάντας τοὺς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγὼ δοῦλός σού εἰμι.

Ε

τό, Θεὸς Κύριος καὶ τὰ Τροπάρια Ἦχος δ΄. Ὁ ὑψωθείς.

ν τῷ Σπηλαίῳ Βηθλεὲμ τὸν Σωτῆρα, Φανερωμένη ὥσπερ βρέφος τεκοῦσα, καὶ ἐν σπηλαίῳ ἔδειξας εἰκόνα σου σεπτήν, ἣν πλουτοῦντες ἔχομεν, ἰατρὸν καὶ προστάτιν, ἐν ταῖς βίου θλίψεσι, 9


καὶ ἐν νόσοις ποικίλαις, οἱ καταφεύγοντες Μονῇ σου ἱερᾷ, Ἱεραπέτρας, Παρθένε τὸ καύχημα.

Ο

Δόξα. Καὶ νῦν. Θεοτοκίον, ὅμοιον.

ὐ σιωπήσομέν ποτε Θεοτόκε, τὰς δυναστείας σου λαλεῖν οἱ ἀνάξιοι, εἰ μὴ γὰρ σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῥῤύσατο, ἐκ τοσούτων κινδύνων· τίς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους· οὐκ ἀποστῶμεν Δέσποινα ἐκ σοῦ, σοὺς γὰρ δούλους σῴζεις ἀεί, ἐκ παντοίων δεινῶν. Εἶτα ὁ Ν΄ ψαλμός·

Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου. Ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μού ἐστι διὰ παντός. Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα, ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε. Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ, καὶ καθαρισθήσομαι, πλυνεῖς με, καὶ ὑπὲρ χιόνα λευκανθήσομαι. 10


Ἀκουτιεῖς με ἀγαλλίασιν καὶ εὐφροσύνην, ἀγαλ­λιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοί, ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου σου καὶ τὸ Πνεῦμά σου τὸ Ἅγιον μὴ ἀντανέλῃς ἀπ᾽ ἐμοῦ. Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τὰς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσιν. Ῥῦσαί με ἐξ αἱμάτων, ὁ Θεός, ὁ Θεὸς τῆς σωτηρίας μου, ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου. Κύριε, τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου. Ὅτι εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν, ὁλοκαυ­ τώματα οὐκ εὐδοκήσεις. Θυσία τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρ­ δίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει. Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιών, καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ. Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφο­ ρὰν καὶ ὁλοκαυτώματα. Τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους. 11


Εἶτα ὁ κανών, οὗ ἡ ἀκροστιχίς: «Φανερωμένη, φάνηθι πιστῶν προστάτις. Ἀ(θανάσιος)». ᾨδὴ α΄. Ἦχος πλ.δ΄. Ὑγρὰν διοδεύσας.

Φ

ανεῖσα εἰκών σου ἡ ἱερά, ποιμένι προβάτων, ἐν σπηλαίῳ βρύσις ζωῆς, ἐδείχθη πιστοῖς Φανερωμένη, ἀνεξαντλήτως πηγάζουσα ­θαύματα.

Α

γγέλων μὲν πέλεις ἡ χαρμονή, Μονῆς σου δὲ σκέπη, καὶ προσφύγιον ἐν δεινοῖς, κεχάρισαι ὦ Φανερωμένη, παρὰ Χριστοῦ τοῦ ἐκ σοῦ ἀνατείλαντος.

Ν

ικᾶται μανία τοῦ πονηροῦ, κατὰ χριστωνύμων, προσκυνούντων τὴν σὴν μορφήν, ἣν κέκτηται ὦ Φανερωμένη, ἡ ἱερά σου Μονὴ ὡς θησαύρισμα.

Ε

ν βίου κινδύνοις καὶ πειρασμοῖς, σεπτῇ σου εἰκόνι, καταφεύγοντες εὐλαβῶς, καθάπερ εἰς ἥσυχον λιμένα, Φανερωμένη ταχέως λυτρούμεθα.

Ρ

ᾨδὴ γ΄. Οὐρανίας ἁψῖδος.

ῖψον ἔξω σπηλαίου, ἐμῆς ψυχῆς σκύβαλα, ἅπερ σκοτεινὴ ἁμαρτία, κατεπιστοίβασεν, Φα­νερωμένη μου, καὶ οἶκον δεῖξον Κυρίου, Ὃς τῇ καθαρότητι, ἐπαναπαύεται. 12


Ω

ς τυφλὸς ἀνακράζω, τοὺς νοητοὺς ἄνοιξον, ὀφθαλμοὺς Χριστὸν τετοκυῖα, φῶς τὸ ἀνέσπερον, Φανερωμένη μου, ὅπως τὸ σκότος μου βλέπων, ἔρχωμαι εἰς αἴσθησιν, τῆς ἁμαρτίας μου.

Μ

ὴ ἐάσῃς σὰ τέκνα, ἐν πειρασμοῖς Ἄχραντε, ἀλλὰ μητρικῇ σου ἀγάπῃ, ταῦτα ἐξάρπασον, καὶ τοῦ πειράζοντος, πολυποικίλους παγίδας, σύντριψον ὡς τάχιστα, ὅπως ὑμνῶμέν σε.

Ε

πὶ κλίνης ὀδύνης, σὺ ἰατρὸς φάνηθι, τοῖς κατακειμένοις καὶ πόθῳ, ψυχῆς σοι κράζουσιν, ὡς τὸν Φιλάνθρωπον, Φανερωμένη τεκούσῃ, καὶ πλουτούσῃ ἔκτοτε, χάριν ἰάσεων.

Δ ιάσωσον,

Φανερωμένη πανύμνητε Θεοτόκε, ἀπὸ πάσης ἀνάγκης τοῦ βίου καὶ θλίψεως, τοὺς ὅσοι πόθῳ εὐλαβῶς, προσκυνοῦσι σεπτὴν μορφήν σου.

Ε πίβλεψον, ἐν εὐμενείᾳ, πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι, τῆς ψυχῆς μου τὸ ἄλγος.

Π

Κάθισμα. Ἦχος β΄. Πρεσβεία θερμή.

ολλοῖς πειρασμοῖς, καὶ θλίψεσι κυκλούμενοι, πρὸς σὲ εὐθαρσῶς, Φανερωμένη τρέχομεν, ὡς στρουθοὶ πιστεύοντες, ἐν ἀγάπης σου ταῖς θείαις πτέρυξιν, εὑρεῖν τὴν λύσιν τῶν δεινῶν, ἱκεσίαις σου πρὸς τὸν Φιλάνθρωπον. 13


Ν

ᾨδὴ δ΄. Εἰσακήκοα, Κύριε.

οῦν Χριστοῦ εὐναστήριον, ὦ Φανερωμένη μου δεῖξον ἄϋλον, δι’ εὐχῆς ἥνπερ ὡς δώρημα, σωτηριωδέστατόν μοι χάρισαι.

Η

εἰκών σου ἡ πάντιμος, ἄπειρα πηγάζει πιστοῖς ἰάματα, οἷς ἐν πίστει ταύτην σέβουσι, δίδως τὰ συμφέροντα Πανάμωμε.

Φ

ανερῶς δείκνυς Δέσποινα, τὰς εὐεργεσίας σου πρὸς τοὺς πάσχοντας, λυτρουμένη τούτους θλίψεως, καὶ ποικίλας νόσους θεραπεύουσα.

Α

γχη βίου δυσβάστακτα, ὦ Φανερωμένη ὡς νέφη δίωξον, ἐκ ψυχῶν τῶν προσκυνούντων σε, καὶ πανευγνωμόνως δοξαζόντων σε.

Ν

ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.

όσον τὴν δεινήν, τοῦ καρκίνου ἀποδίωξον, Φανερωμένη ταῖς ἁγίαις σου εὐχαῖς, ἐκ τῶν πασχόντων, καὶ αἰτούντων μεσιτείαν σου.

Η

λιον Χριστόν, ἀληθῆ τῷ κόσμῳ δείξασα, Φανερωμένη μὴ ἐλλίπῃς ἐκτενῶς, καθικετεύειν, ὑπὲρ πάντων προστρεχόντων σοι.

Θ

αύματα πολλά, ἐνεργεῖς σεπτῇ εἰκόνι σου, Φανερωμένη φανεροῦσα τοῖς πιστοῖς, οἵαν Υἱός σοι, ὑπὲρ φύσιν χάριν δέδωκεν. 14


Ι

λεων ἡμῖν, τὸν Δεσπότην δεῖξον ἄχραντε, Φανερωμένη Ὅν λυποῦμεν ἀδεῶς, τοῖς ἐν γνώσει, καὶ ἀγνοίᾳ ἁμαρτήμασι.

Π

ᾨδὴ Ϛ΄. Τὴν δέησιν.

αράκλησιν, καὶ στεῤῥὸν προπύργιον, σὲ πλουτοῦντες ἐν ταῖς θλίψεσι βίου, ἱκετικῶς, τῇ σεπτῇ σου εἰκόνι, Φανερωμένη πανύμνητε Δέσποινα, προσπίπτομεν καὶ ταχινήν, αἰτημάτων τὴν λύσιν λαμβάνομεν.

Ι

άτρευσον, τῆς ψυχῆς τὰ τραύματα, καὶ τὰς νόσους τῶν σωμάτων σῶν δούλων, ἔχεις καὶ γάρ, πρὸς Υἱὸν τὸν γλυκύν σου, Φανερωμένη τὸ θάῤῥος εὐπάρεδρον, ὅπως τιμῶμεν εὐλαβῶς, ἐν Μονῇ σου τὸ θεῖον εἰκόνισμα.

Σ

ωτήριος, τοῖς πιστοῖς δεδώρηται, ἡ σὴ κλῆσις Παναγία Παρθένε, ἣν ὥσπερ πῦρ, τοῦ ἐχθροῦ αἱ δυνάμεις, καταπτοοῦνται καὶ φόβῳ συνέχονται, ἡμεῖς δὲ στόματι ὁμοῦ, καὶ νοΐ σε καλοῦντες ζωούμεθα.

Τ

ὰς χεῖράς σου, τὰς ἀχράντους ἔπαρον, ὑπὲρ ὅσοι σὴν εἰκόνα τιμῶσιν, καὶ πρὸ αὐτῆς, κατατίθενται πάντα, Φανερωμένη πιστῶς τὰ αἰτήματα, παρέχουσα αὐτῶν ψυχαῖς, ὥσπερ οἶδας, τὴν λύσιν συμφέρουσαν.

15


Δ ιάσωσον,

Φανερωμένη πανύμνητε Θεοτόκε, ἀπὸ πάσης ἀνάγκης τοῦ βίου καὶ θλίψεως, τοὺς ὅσοι πόθῳ εὐλαβῶς, προσκυνοῦσι σεπτὴν μορφήν σου.

Α χραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως,

ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.

Ε

Κοντάκιον. Ἦχος β΄. Προστασία τῶν Χριστιανῶν.

γνωκότες τὴν χάριν Πανάμωμε, ἣν πηγάζεις ἐκ θείας εἰκόνος σου, τῇ Μονῇ σου, ἀεὶ προστρέχομεν λαβεῖν τὰς δωρεάς, πολλῷ πόθῳ ἐκ ψυχῆς, κατασπαζόμεθα μορφήν, καὶ βοῶμεν οἱ δοῦλοί σου· ἴασαι ἀσθενείας, δίωξον ἐπηρείας, τοῦ πονηροῦ ὅπως θερμῶς, Φανερωμένη σὲ δοξάζωμεν. Προκείμενον. Μνησθήσομαι τοῦ ὀνόματός σου ἐν πάσῃ γενεᾷ καὶ γενεᾷ. Στίχ. Ἄκουσον Θύγατερ καὶ ἴδε, καὶ κλῖνον τὸ οὖς σου καὶ ἐπιλάθου τοῦ λαοῦ σου καὶ τοῦ οἴκου τοῦ πατρός σου καὶ ἐπιθυμήσει ὁ βασιλεὺς τοῦ κάλλους σου.

16


Ε

Εὐαγγέλιον. Ἐκ τοῦ κατὰ Λουκᾶν.

ν ταῖς ἡμέραις ἐκείναις ἀναστᾶσα Μαριάμ, ἐπορεύθη εἰς τὴν ὀρεινὴν μετὰ σπουδῆς εἰς πόλιν Ἰούδα, καὶ εἰσῆλθεν εἰς τὸν οἶκον Ζαχαρίου καὶ ἠσπάσατο τὴν Ἐλισάβετ. Καὶ ἐγένετο ὡς ἤκουσεν ἡ Ἐλισάβετ τὸν ἀσπασμὸν τῆς Μαρίας, ἐσκίρτησε τὸ βρέφος ἐν τῇ κοιλίᾳ αὐτῆς· καὶ ἐπλήσθη Πνεύματος Ἁγίου ἡ Ἐλισάβετ καὶ ἀνεφώνησε φωνῇ μεγάλῃ καὶ εἶπεν· Εὐλογημένη σὺ ἐν γυναιξὶ καὶ εὐλογημένος ὁ καρπὸς τῆς κοιλίας σου. Καὶ πόθεν μοι τοῦτο, ἵνα ἔλθῃ ἡ Μήτηρ τοῦ Κυρίου μου πρός με; Ἰδοὺ γὰρ ὡς ἐγένετο ἡ φωνὴ τοῦ ἀσπασμοῦ σου εἰς τὰ ὦτά μου, ἐσκίρτησε τὸ βρέφος ἐν ἀγαλλιάσει ἐν τῇ κοιλίᾳ μου. Καὶ μακαρία ἡ πιστεύσασα, ὅτι ἔσται τελείωσις τοῖς λελαλημένοις αὐτῇ παρὰ Κυρίου. Καὶ εἶπε Μαριάμ· Μεγαλύνει ἡ ψυχή μου τὸν Κύριον καὶ ἠγαλλίασε τὸ πνεῦμά μου ἐπὶ τῷ Θεῷ τῷ σωτῆρί μου, ὅτι ἐπέβλεψεν ἐπὶ τὴν ταπείνωσιν τῆς δούλης αὐτοῦ· ἰδοὺ γὰρ ἀπὸ τοῦ νῦν μακαριοῦσί με πᾶσαι αἱ γενεαί. Ὅτι ἐποίησέ μοι μεγαλεῖα ὁ δυνατὸς καὶ ἅγιον τὸ ὄνομα αὐτοῦ. Ἔμεινε δὲ Μαριὰμ σὺν αὐτῇ ὡσεὶ μῆνας τρεῖς, καὶ ὑπέστρεψεν εἰς τὸν οἶκον αὐτῆς. Δόξα Πατρί. Ταῖς Φανερωμένης, πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη, τῶν ἐμῶν ἐγκλημάτων. 17


Καὶ νῦν. Ταῖς τῆς Θεοτόκου, πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη, τῶν ἐμῶν ἐγκλημάτων. Εἶτα ψάλλομεν τὸ προσόμοιον. Στίχ. Ἐλέησόν με ὁ Θεός...

Ο

Ἦχος πλ.β΄. Ὅλην ἀποθέμενοι.

τε ᾠκονόμησεν, ὁ ὑπερούσιος Λόγος, σαρ­ κωθῆναι Δέσποινα, σοὶ ὥσπερ παλάτιον ἐγκα­ τῴκησεν· ὅθεν χάριν εἴληφας, ὑπὲρ νοῦν ἀφθόνως, ἐνεργεῖν θαυμάτων πλήμμυραν, ἐκ τῶν εἰκόνων σου, ὥσπερ καθ’ ἑκάστην πιστούμεθα, ἐκ ταύτης ἣν πεπλούτηκεν, ὦ Φανερωμένη ἡ Μάνδρα σου, νόσους ἰωμένη, ψυχῶν τε καὶ σωμάτων τῶν πιστῶν, οἵτινες δόξαν προσάγουσι, σῇ μεγαλειότητι.

Ω

ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.

ς ζωῆς οὖσα Μήτηρ, ἀτεκνοῦσι παρέχεις τέκνα ποθούμενα, σεμνὴ Φανερωμένη, καὶ νόσους ἀφανίζεις, ἀνιάτους σῇ χάριτι, ἐκ τῶν πιστῶς σῇ Μορφῇ, ὡς ζώσῃ προστρεχόντων.

Ν

αὸς οὗτος ὑπάρχει, Βηθεσδὰ ἰαμάτων τοῖς προσκυνοῦσί σου, μορφὴν Φανερωμένη, ἐξ ἧς πληθὺς θαυμάτων, ἀναβλύζει καὶ ἅπασιν, ὡς δωρεὰ μητρική, παρέχεται ἀφθόνως. 18


Π

αντοκράτορος Μήτηρ, γεγονυῖα Παρθένε ἅπαντα δύνασαι, καὶ γὰρ Φανερωμένη, τῆς φύσεως τοὺς ὅρους, ὑπερέβης ὑπέρμετρα, διὸ τὴν χάριν πιστοῖς, ὑπέρμετρον δωρεῖσαι.

Ρ

ῦσαι ὅσοι κολάσει, οὐσιῶν ἐξαρτήσει Μῆτερ ὑπόκεινται, καὶ τούτους σὴν εἰκόνα, ἐμπόθως προσκυνοῦντας, ἐλευθέρους ἀνάδειξον, Φανερωμένη ἁγνή, ὅπως σε ἀνυμνῶσιν.

Ο

ᾨδὴ η΄. Τὸν βασιλέα.

ὐρανοδρόμους, δεῖξον τοὺς σὲ προσκυνοῦντας, Παναγία ἁγνὴ Φανερωμένη, τούτους ὁδηγοῦσα, εἰς χώραν Παραδείσου.

Σ

κέπε Μονήν σου, Φανερωμένη καὶ πάντας, τοὺς προστρέχοντας τῇ σεπτῇ Μορφῇ σου, πᾶσι χορηγοῦσα, τὴν χάριν σου ἀφθόνως.

Τ

εῖχος γενοῦ μοι, ἐν τῷ καιρῷ τοῦ πολέμου, ἐνισχύουσα ὦ Φανερωμένη, πόδας κλονουμένους, καὶ χεῖρας παρειμένας.

Α

μαρτημάτων, Φανερωμένη μου σβέσον, τὸ ἀμέτρητον πλῆθος ἐκ ψυχῆς μου, ὅπερ ἀνοήτως συνήγαγον ὁ τάλας.

19


Τ

ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.

ὴν ὥραν τῆς ἐξόδου, ἐκ τοῦ βίου τούτου, Φανερωμένη μεσῖτίς μοι φάνηθι, καὶ ποθητῆς σωτηρίας, δεῖξόν με μέτοχον.

Ι

δοὺ καὶ νῦν προσπίπτω, πρὸ σεπτῆς μορφῆς σου, Φανερωμένη καὶ πόθῳ κραυγάζω σοι· Χαῖρε ψυχῆς μου ἀθλίας, ἐλπὶς καὶ καύχημα.

Σ

τερέωσον τοὺς οἴκους, ὦ Φανερωμένη, τοὺς κλονουμένους μανίᾳ τοῦ ὄφεως, καὶ τὴν ἀγάπην παράσχου, εἰρηνοβράβευτον.

Α

γκάλαις μητρικαῖς σου, κλεῖσον τοὺς σοὺς δούλους, Φανερωμένη ὡς βρέφη καὶ σύναψον, τῷ γλυκυτάτῳ Υἱῷ σου, Ὃν μεγαλύνομεν.

Α

εἶτα ἐπιψάλλομεν τό,

ξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν σε τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον, καὶ Μητέρα τοῦ Θεοῦ ἡμῶν.

Τ

ὴν τιμιωτέραν τῶν Χερουβίμ, καὶ ἐνδοξοτέραν, ἀσυγκρίτως τῶν Σεραφίμ, τὴν ἀδιαφθόρως, Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, σὲ μεγαλύνομεν.

20


Ω

Μεγαλυνάρια

σπερ τὴν εἰκόνα σου τὴν σεπτὴν, πάλαι τῷ ποιμένι, ἐφανέρωσας θαυμαστῶς, οὕτω φανερώσαις, Ἁγνὴ Φανερωμένη, ἐν ὥρᾳ τῇ ἐσχάτῃ, ἡμῖν τὸν Κύριον.

Χ

αίροις παντευλόγητε Μαριάμ, τὸν Χριστὸν Σωτῆρα, φανερώσασα ἐν τῇ γῇ, ἡ λαβοῦσα χάριν, ὑπὲρ πάντας Ἁγίους, καὶ ταύτην χορηγοῦσα, τοῖς σὲ δοξάζουσι.

Π

άντας τοὺς προστρέχοντας εὐλαβῶς, καὶ ἐξαιτουμένους, τὴν ταχεῖάν σου ἀρωγήν, ὦ Φανερωμένη, εὐλόγει καθὼς οἶδας, ἑκάστῳ χορηγοῦσα, λύσιν τὴν πρόσφορον.

Ω

ς Χριστὸν βαστάσασα σαῖς χερσί, ὦ Φανερωμένη, γεγονυῖα Μήτηρ Θεοῦ, δὸς τοῖς ἀτεκνοῦσι, καὶ πόθῳ σε τιμῶσι, καρπὸν κοιλίας τέκνα, εὐχαῖς ἁγίαις σου.

Δ

ίωκε τὰς νόσους ἐκ τῶν πιστῶν, καὶ ὑγίειαν δίδου, ἀσθενοῦσι παντοδαπῶς, ὅπως ἀνυμνῶσι, σεμνὴ Φανερωμένη, τὴν θείαν δύναμίν σου, καὶ τὰ θαυμάσια.

Φ

ύλαττε Μονήν σου τὴν ἱεράν, τὴν φιλοξενοῦσαν, σὴν εἰκόνα θαυματουργόν, καὶ τοῖς ἀσκουμένοις, ἐν ταύτῃ δίδου χάριν, Μῆτερ Φανερωμένη, Ἁγίου Πνεύματος. 21


Π

ᾶσαι τῶν ᾿Αγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες, μετὰ τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν, εἰς τὸ σωθῆναι ἡμᾶς. Τρισάγιον. Παναγία Τριάς. Πάτερ ἡμῶν. Ὅτι σοῦ ἐστιν. καὶ τὰ τροπάρια

λέησον ἡμᾶς, Κύριε ἐλέησον ἡμᾶς. Πάσης γὰρ ἀπολογίας ἀποροῦντες, ταύτην σοι τὴν ἱκεσίαν ὡς Δεσπότῃ οἱ ἁμαρτωλοὶ προσφέρομεν· ἐλέησον ἡμᾶς.

Κ

Δόξα Πατρί.

ύριε, ἐλέησον ἡμᾶς· ἐπὶ σοὶ γὰρ πεποίθαμεν. Μὴ ὀργισθῇς ἡμῖν σφόδρα, μηδὲ μνησθῇς τῶν ἀνομιῶν ἡμῶν· ἀλλ’ ἐπίβλεψον καὶ νῦν ὡς εὔσπλαγχνος καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σὺ γὰρ εἶ Θεὸς ἡμῶν καὶ ἡμεῖς λαός σου· πάντες ἔργα χειρῶν σου καὶ τὸ ὄνομά σου ἐπικεκλήμεθα.

Τ

Καὶ νῦν.

ῆς εὐσπλαγχνίας τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε. Ἐλπίζοντες εἰς σὲ μὴ ἀστοχήσαιμεν· ῥυσθείημεν διὰ σοῦ τῶν περιστάσεων. Σὺ γὰρ εἶ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν. 22


Ω

Εἰς τὴν ἀπόλυσιν ψάλλομεν τὸ παρὸν προσόμοιον. Ἦχος β.΄ Ὅτε ἐκ τοῦ ξύλου σε.

Φανερωμένη ἀγαθή, πάντας τοὺς πιστῶς προσκυνοῦντας, τὴν ἱεράν σου Μορφήν, σκέ­πε καὶ τὴν ἄφθονον, πάρεχε χάριν σου· ἀσθε­ νοῦντας ἰάτρευσον, ἀπέλασον θλίψεις, ἀτεκνοῦντας ποίησον, γονεῖς ὡς τάχιστα. Πάντων τὰς αἰτήσεις ἐκπλήρου, ὅπως ἀνυμνῶμεν συμφώνως, σὴν μεγαλειότητα Πανάχραντε.

Δ

έσποινα πρόσδεξαι, τὰς δεήσεις τῶν δούλων σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.

Τ Ε

ὴν πᾶσαν ἐλπίδα μου, εἰς σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην σου.

κ παντοίων κινδύνων τοὺς δούλους σου, φύλαττε, εὐλογημένη Θεοτόκε, ἵνα σε δοξάζωμεν, τὴν ἐλπίδα τῶν ψυχῶν ἡμῶν.

Τ

ῇ πρεσβείᾳ, Κύριε, πάντων τῶν Ἁγίων, καὶ τῆς Θεοτόκου, τὴν σὴν εἰρήνην δὸς ἡμῖν, καὶ ἐλέησον ἡμᾶς, ὡς μόνος οἰκτίρμων. Δι’ εὐχῶν. Στίχοι Ὕψωσον χεῖρας, Ἁγνὴ Φανερωμένη, Πρὸς τὸν Ἰησοῦν ὑπὲρ τῶν σὲ τιμώντων. 23


Ἐγράφη, σὺν Θεῷ ἁγίῳ, ὁ παρὼν Παρακλητικὸς κανὼν ἐν τῇ Ἱερᾷ Μονῇ Σίμωνος Πέτρας Ἁγίου Ὄρους Ἄθω, τῇ 15/28.5.2013

ISBN: 978-618-81482-0-8

Ἱερά Μονή Παναγίας Φανερωμένης Ἱεράπετρας 722 00 Παχεία Ἄμμος, τηλ. 28410 24444 ΕΚΔΟΣΙΣ ΙΕΡΑΣ ΜΗΤΡΟΠΟΛΕΩΣ ΙΕΡΑΠΥΤΝΗΣ ΚΑΙ ΣΗΤΕΙΑΣ ΑΡΙΘΜΟΣ ΕΚΔΟΣΕΩΣ Νο. 11

24


Turn static files into dynamic content formats.

Create a flipbook
Issuu converts static files into: digital portfolios, online yearbooks, online catalogs, digital photo albums and more. Sign up and create your flipbook.