ΤΟ ΧΩΡΙΟΝ

Page 1

Un niño griego en casa ΤΟ ΧΩΡΙΟΝ

λέγω δή σοι, ὦ φίλε, ὅτι ἐν χωρίῳ οἰκοῦμεν, καὶ ὅτι τέκνα ἐσμὲν τοῦ Θρασύλλου καὶ τῆς Εὐρυδίκης ἐγω τε καὶ Θρασύστομος καὶ Ἑλένη. ἐν δὲ τῇ οἰκίᾳ ἡμῶν οἰκεῖ τις καὶ ἄλλη· ἡ δ’ ἐστὶ τροφός, καὶ ὀνομάζουσι τὴν τροφὸν ἡμῶν Λαδίκην. ἆρ’ ἐρωτᾷς, ποῖόν τί ἐστι τροφός; καὶ δὴ λέγω. τροφὸς γὰρ τρέφει τὰ μικρὰ τέκνα. ἡ οὖν τροφὸς ἡ ἡμετέρα οἰκεῖ μεθ’ ἡμῶν ἐν τῇ οἰκίᾳ. οὐκ ἄδηλόν πού ἐστί σοι ὅτι οἰκοῦμεν ἅμα, ἐγώ τε καὶ ὁ Θράσυλλος ὁ γεωργός, καὶ ὁ ἀδελφός μου Θρασύστομος, καὶ ἡ ἀδελφὴ Ἑλένη, καὶ ἡ Εὐρυδίκη, ἧς τέκνα ἐσμέν, καὶ ἡ Λαδίκη, ἥ τροφός ἐστιν. καὶ ἐν ᾦ χρόνῳ λέγω σοι, μανθάνεις ἕκαστα. δῆλον οὖν δή πού ἐστι, διὰ τί λέγω πολλάκις ἔκαστα. καὶ ἐν ᾧ ἐγὼ λέγω, σὺ ἀκούεις. ἔπειτα λέγω περὶ τοῦ ἡμετέρου χωρίου. τὸ γὰρ ἡμέτερον χωρίον λόφοι περιέχουσιν. ἆρ’ ἐρωτᾷς τί ποτ’ ἐστι λόφος; λέγω δή. λόφος γάρ ἐστι τόπος ὑψηλός, ἡ δὲ γῆ ἣν γεωργοῦμεν οὔκ ἐστιν ὑψηλή, ἀλλ’ ἔστιν ὁμαλή. ἆρα νῦν δῆλον ὅ τι ἐστὶ λόφος; εἰ μὴ δῆλον, λέγω ἄλλως δή. ἔστι γάρ τοι λόφος μάλιστα ὑψηλὸς ἐν Ἑλβετίᾳ, ὃν ὀνομάζουσι Λόφον Λευκόν· ἔστι δὲ καὶ ἐν Σκωτίᾳ λόφος Νέβις, καὶ ἐν Ἱβερνίᾳ λόφοι Πυρηναῖοι, καὶ ἄλλοι ἐν Ἰταλίᾳ Ἀπεννῖνοι· νῦν που δῆλόν ἐστί σοι. ἀλλὰ οἱ λόφοι οἱ ἡμέτεροι οὔκ εἰσιν οὕτως ὑψηλοὶ ὡς οἱ Πυρηναῖοι· μικροὶ γὰρ μᾶλλόν εἰσιν οἱ ἡμέτεροι. περιέχουσιν οὖν οἱ λόφοι τὸ χωρίον ἡμῶν κύκλῳ, ὑψηλοὶ μέν, ἀλλ’ οὐχ οὕτως ὑψηλοὶ ὡς καὶ ἄλλοι. ἐν μέσῳ δὲ τῶν λόφων τὸ χωρίον ἐστίν, ἐν ᾦ γεωργοῦμεν. καὶ οὐ μόνον τὸ ἡμέτερον χωρίον ἐστὶν ἐνταῦθα, χωρία δ’ ἐστὶν ἐγγὺς ἄλλα. ἐκ δεξιᾶς μὲν τὸ ἡμέτερον, ἐξ ἀριστερᾶς δὲ τὰ ἄλλα· καὶ ἐν μέσῳ ὁδός. ἡ οὖν ὁδός ἐστιν ἐν μέσῳ τοῦ θ’ ἡμετέρου χωρίου καὶ τῶν ἄλλων, καὶ τὰ χωρία ἐν μέσῳ τῶν λόφων. δῆλον δή σοί ἐστι νῦν τὰ περὶ τοῦ τόπου, ὡς νομίζω.

MORFOLOGÍA 

Nominal  Declinación temática en -ος/ -ου (femeninos)  ἡ δ’ ἐστὶ τροφός, καὶ ὀνομάζουσι τὴν τροφὸν ἡμῶν Λαδίκην

N V A G D

Sing. ἥ -ος -ε τήν -ον τῆς -ου τῇ -ῶ

Plur. αἱ -οι -οι τάς -ους τῶν -ων ταῖς -οις

1


Un niño griego en casa ΤΟ ΧΩΡΙΟΝ

 Adjetivos de tres terminaciones (2-1-2n)

N A G D

Masc.

Fem.

Neutro.

Masc.

Fem.

Neutro.

καλ -ός

καλ -ή

καλ -όν

καλ -οί

καλ -αί

καλ -ά

καλ -όν

καλ -ήν

καλ -όν

καλ -ούς

καλ -ᾶς

καλ -ά

καλ -οῦ

καλ -ῆς

καλ -οῦ

καλ -ῶν

καλ -ῶν

καλ -ῶν

καλ-ῷ

καλ -ῇ

καλ -ῷ

καλ -οῖς

καλ -αῖς

καλ -οῖς

SINGULAR

PLURAL

 λόφος γάρ ἐστι τόπος ὑψηλός, ἡ δὲ γῆ ἣν γεωργοῦμεν οὔκ ἐστιν ὑψηλή, ἀλλ’ ἔστιν ὁμαλή.  ἔστι γάρ τοι λόφος μάλιστα ὑψηλὸς ἐν Ἑλβετίᾳ.  τροφὸς γὰρ τρέφει τὰ μικρὰ τέκνα.  Pronombres/ Adjetivos Posesivos  de ἐμοῦ (de mi)  ἐμός, ή, όν ( mío, -a )  de σοῦ (de ti)  σός, σή, σόν ( tuyo, -a)

 de ἡμῶν ( de nosotros)  ἡμέτερος, α, ον ( nuestro, -a)  de ὑμῶν ( de vosotros)  ὑμέτερος, α, ον (vuestro, -a)

 ἔπειτα λέγω περὶ τοῦ ἡμετέρου χωρίου. εἰσιν οἱ ἡμέτεροι. περιέχουσιν οὖν οἱ λόφοι τὸ χωρίον ἡμῶν κύκλῳ Θρασύμαχον,  ἡ οὖν τροφὸς ἡ ἡμετέρα οἰκεῖ μεθ’ ἡμῶν ἐν τῇ οἰκίᾳ.  ἀλλὰ οἱ λόφοι οἱ ἡμέτεροι οὔκ εἰσιν οὕτως ὑψηλοὶ ὡς οἱ Πυρηναῖοι· Los adjetivos conciertan con sus sustantivos en género, número y caso. Cuando el sustantivo no tiene artículo, el adjetivo puede precederle o seguirle: λευκὸν ῥόδον / ῥόδον λευκόν una rosa blanca El sustantivo y el adjetivo con el artículo admiten las siguientes construcciones: ἡ καλὴ οἰκία ἡ οἰκία ἡ καλή la hermosa casa οἰκία ἡ καλή

2


Un niño griego en casa ΤΟ ΧΩΡΙΟΝ

 Adverbios  οὕτως<ὡς : así<como

 ἀλλὰ οἱ λόφοι οἱ ἡμέτεροι οὔκ εἰσιν οὕτως ὑψηλοὶ ὡς οἱ Πυρηναῖοι  περιέχουσιν οὖν οἱ λόφοι τὸ χωρίον ἡμῶν κύκλῳ, ὑψηλοὶ μέν, ἀλλ’ οὐχ οὕτως ὑψηλοὶ ὡς καὶ ἄλλοι.  Conjunciones  copulativa: y (e), ni, que

 καὶ ὅτι τέκνα ἐσμὲν τοῦ Θρασύλλου καὶ τῆς Εὐρυδίκης ἐγω τε καὶ Θρασύστομος καὶ Ἑλένη.

τέ-τέ (menos común) τέ-καί καί-και

 Preposiciones  ἐξ (ἐκ) ( sólo rige Gen.) ( ἐξ delante de vocal/ ἐκ delante de consonante) “de, desde”  ἐκ δεξιᾶς μὲν τὸ ἡμέτερον, ἐξ ἀριστερᾶς δὲ τὰ ἄλλα· καὶ ἐν μέσῳ ὁδός  περί (rige Gen. Dat. Acc.) περὶ τοῦ/τῶν “sobre, acerca de”; τῲ τόν

 δῆλον δή σοί ἐστι νῦν τὰ περὶ τοῦ τόπου, ὡς νομίζω.  μετά ( rige Gen. Acc.) μετὰ τοῦ/τῶν “con” ; μετὰ τόν

 ἡ οὖν τροφὸς ἡ ἡμετέρα οἰκεῖ μεθ’ ἡμῶν ἐν τῇ οἰκίᾳ.

3


Un niño griego en casa ΤΟ ΧΩΡΙΟΝ

 Verbal  Presente de Indicativo  verbos contractos (en – εω)  λέγω δή σοι, ὦ φίλε, ὅτι ἐν χωρίῳ οἰκοῦμεν  ἐν μέσῳ δὲ τῶν λόφων τὸ χωρίον ἐστίν, ἐν ᾦ γεωργοῦμεν.

Ποιε-ωποιῶ S.

1 ποι-ῶ 2 ποι –εῖς 3 ποι –εῖ Pl. 1 ποι –οῦμεν 2 ποι –εῖτε 3 ποι –οῦσιν  ε +ε ει  ε +ο ου  ε+ vocal larga o diptongo  es absorbida

· SINTAXIS  Oracional  oraciones subordinadas completivas  Τί; (¿qué?)  C.DIRECTO λέγω δή σοι, ὦ φίλε, ὅτι ἐν χωρίῳ οἰκοῦμεν, τί λέγω; ὅτι ἐν χωρίῷ οἰκουμεν

4


Turn static files into dynamic content formats.

Create a flipbook
Issuu converts static files into: digital portfolios, online yearbooks, online catalogs, digital photo albums and more. Sign up and create your flipbook.