Akolouthiakaiparaklisisosioupaisiouagioreitoy

Page 1

ΑΚΟΛΟΥΘΙΑ ΤΟΥ ΟΣΙΟΥ ΠΑΤΡΟΣ ΗΜΩΝ ΠΑΪΣΙΟΥ ΤΟΥ ΑΓΙΟΡΕΙΤΟΥ Ψαλλομένη τῇ 12ῃ τοῦ μηνὸς Ἰουλίου Ποίημα τοῦ Μητροπολίτου Ἐδέσσης Ἰωήλ

Ἐν τῷ Μικρῷ Ἑσπερινῷ Ἱστῶμεν στίχους δ΄ καὶ ψάλλομεν τὰ ἑξῆς Προσόμοια. Ἦχος δ΄. Ἔδωκας σημείωσιν. Ὅσιε Παΐσιε, Φαράσων δένδρον πολύκαρπον, τῶν τοκέων σου καύχημα, Ἄθωνος τὸ κλέϊσμα, καὶ τῆς Ἐκκλησίας, στύλος ἐγκρατείας, ἐν τοῖς ἐσχάτοις τοῖς καιροῖς, σημείοις ὄντως τοῖς θαυμασίοις σου, ἐφάνης ἀξιάγαστε, διὸ πιστῶν τὰ ἀθροίσματα, κατὰ χρέος τὸν βίον σου, εὐφημοῦμεν τοῖς ᾄσμασιν. Ἔχων πρὸς τὸν Κύριον, ἐξ ἁπαλῶν τῶν ὀνύχων σου, ἀκατάβλητον ἔρωτα, πάτερ ἀνεγίνωσκες, βίους τῶν ἁγίων, καὶ ὁσίων πάντων, καὶ εὐσεβείας ὁδηγούς, ἐκλέξας τούτους θεοχαρίτωτε, συνέμπορος στεῤῥότατος, τῆς ἐγκρατείας γεγένησαι, καὶ νηστείας Παΐσιε, τῆς Κονίτσης καλλώπισμα.


Turn static files into dynamic content formats.

Create a flipbook
Issuu converts static files into: digital portfolios, online yearbooks, online catalogs, digital photo albums and more. Sign up and create your flipbook.
Akolouthiakaiparaklisisosioupaisiouagioreitoy by Telis-pantelis Mel - Issuu