Ἅγιον Ὄρος
Διαχρονικὴ μαρτυρία στοὺς ἀγῶνες ὑπὲρ τῆς Πίστεως Πανσέβαστε
Τήν
Πορταΐτισσα Δέσποινα, ἐν τοῖς νῦν δεινοῖς καιροῖς τῆς καὶ ἐκ τῶν ἡμετέρων ἀμφισβητήσεως τῶν ἀδιαπραγματεύτων ἁγίων δογμάτων καὶ ἱερῶν κανόνων τῆς ἀμωμήτου ἡμῶν πίστεως, μὴ ἐγκαταλίπῃς τὸ Ἅγιον Περιβόλιόν Σου, διὰ τὰς ἁμαρτίας ἡμῶν, ἀλλὰ προηγοῦ ἡμῶν Ἄχραντε Γερόντισσα, τῇ πανσθενεῖ Σου ῥάβδῳ, διδοῦσα ἡμῖν πνεῦμα φόβου Θεοῦ, πνεῦμα συνέσεως, πνεῦμα ἀνδρείας καὶ ῥωννύουσα ἡμᾶς εἰς ἀγῶνας στερροὺς ὑπὲρ τῆς ἁγίας ἡμῶν πίστεως. (Δέησις)
σεπτήν Σου Εἰκόνα, Πορταΐτισσα Δέσποινα, ἣ διά θαλάσσης ἐπέστη, θαυμαστῶς ἐν τῇ ποίμνῃ Σου, τιμῶμεν ὡς ἁγίασμα σεπτόν, καὶ σκήνωμα τῆς δόξης Σου πιστῶς· ἐξ αὐτῆς γὰρ ἀναβλύζεις τὰς δωρεάς, τοῖς πόθῳ ἐκβοῶσι Σοί· δόξα τοῖς θαυμασίοις Σου ἁγνή, δόξα τῇ προμηθείᾳ Σου, δόξα τῇ πρὸς ἡμᾶς Σου πλουσίᾳ χρηστότητι. Ἀπολυτίκιον τῆς Παναγίας τῆς Πορταΐτισσας, Γερασίμου Μοναχοῦ Μικραγιαννανίτου. Ἦχος α΄. Τῆς ἐρήμου πολίτης.
Ἡ Παναγία ἡ Πορταΐτισσα, Προστάτις καὶ Ἔφορος τοῦ Ἁγίου Ὄρους, Ἱερὰ Μονὴ Ἰβήρων.
Ἔκδοση Ἁγιορειτῶν Πατέρων - Ἅγιον Ὄρος 2014