164
ΑρΙΣΤΑΙΝΕΤΟΥ ΕρΩΤῖΚΑῖ ΕΠῖΣΤοΛΑῖ
1.25. ῾Εταίρα μέμφεται τῇ ἀδελφῇ
ὑπελϑούσῃ αὐτῆς τὸν φίλον
ϕιλαινὶς Πετάλῃ.
5
10
15
20
25
Χθὲς ἐπὶ πότον ὑπὸ Παμφίλου κληθεῖσα Θελξινόην μετεπεμπόμην τὴν ἀδελφήν· ἐλάνθανον δὲ οὐ τὸ τυχὸν ἐμαυτῇ προξενοῦσα, ὡς ἔργῳ γέγονε δῆλον. πρῶτον μὲν ἦλθε περιεργότερον κοσμηθεῖσα καὶ στίλψασα τὰς παρειὰς ἐντρίμματι, καὶ πρὸς ἔσοπτρον ὡς εἰκὸς διαπλεξαμένη καὶ εὐθετίσασα τὰς κόμας ἀφῆκε τοῦ αὐχένος ὅρμους πολυτελεῖς, ἀγλαΐσματα δέρης, ἄλλην τε πολλὴν περιέκειτο φλυαρίαν ὑπομάζιόν τε καὶ ἀμφωλένια, καὶ οὐδὲ τῶν περικρανίων ἠμέλησε κόσμων. τὸ δὲ ταραντινίδιον, ἐξ οὗ διαφανῶς ἡ ὥρα διέλαμπεν. θαμὰ δὲ καὶ τὴν πτέρναν αὐτὴ πρὸς ἑαυτὴν ἐπιστρεφομένη διεσκοπεῖτο, πολλάκις δ᾽ ἅμα τε ἑαυτὴν ἐθεώρει καὶ εἴ τις αὐτὴν ἄλλος θεᾶται. ἔπειτα παρακαθέζεται μέση ἐμοῦ τε καὶ Παμφίλου, ἵνα χωρὶς ἡμᾶς διαλάβῃ, καὶ προσπαίζουσα τῷ μειρακίῳ εἰς ἑαυτὴν ἐκείνου μετάγει τὸ βλέμμα, καὶ τῶν ἐκπωμάτων πρὸς αὐτὸν ἀντίδοσιν ἐποιεῖτο. ὃ δὲ ῥᾳδίως ἠνείχετο, ἅτε νέος ἐρωτικός, καὶ οἴνου πολλοῦ διαθερμαίνοντος αὐτοῦ τὴν ψυχήν, καὶ τοῦτον δὴ τὸν τρόπον ὥσπερ ἐκ στομάτων ὑπεφίλουν ἀλλήλους καταπίνοντες τὰ φιλήματα, καὶ τὸν οἶνον τοῖς χείλεσι κεκραμένον μέχρι καὶ αὐτῆς παρέπεμπον τῆς καρδίας. Πάμφιλος δὲ μήλου μικρὸν ἀποδακὼν εὐστόχως ἠκόντισεν εἰς τὸν κόλπον ἐκείνης, ἣ δὲ φιλήσασα μεταξὺ τῶν μαστῶν ὑπὸ τῷ περιδέσμῳ, ὃν περιεστερνίσατο, παρέβυσε. τούτοις οὖν ἐδακνόμην. τί δὲ οὐκ ἤμελλον, ζήλην ἐμοὶ καθορῶσα τὴν ἐμὴν ἀδελφήν, ἣν ταῖς ἐμαῖς ἀνέτρεφον ἀγκάλαις; τοιαῦτά μοι παρ᾽ αὐτῆς τὰ τροφεῖα· οὕτω με νῦν ἀντιπελαργοῦσα δικαίαν ἀποδίδωσι χάριν. καίτοι πολλάκις ὧδε παρ᾽ ἕκαστον αὐτὴν ἐμεμφόμην «κατ᾽