194
ΑρΙΣΤΑΙΝΕΤΟΥ ΕρΩΤῖΚΑῖ ΕΠῖΣΤοΛΑῖ
2.7. Περὶ δούλης φιλούσης
τὸν προσφϑειρόμενον τῇ κεκτημένῃ
Τερψίων Πολυκλεῖ.
5
10
15
20
25
Θεράπαινά τις παρθένος τοῦ μοιχοῦ τῆς δεσποίνης ἠράσθη· διακονουμένη γὰρ ἀμφοῖν τὰ δοκοῦντα ταύτην ἔλαχε τοῦ ἔρωτος ἀφορμήν. πολλάκις οὖν αὐτῶν ἐρωτικῶς ὁμιλούντων ἀλλήλοις ἠκροᾶτο, πλησίον ὡς φύλαξ παρισταμένη καὶ προορῶσα μή τις ἐξαίφνης ἀναφανείη κατάσκοπος. καί που καὶ συμπλεχθέντας αὐτοὺς εἶδεν ἡ κόρη, καὶ δι᾽ ἀκοῆς τε καὶ θέας ὤλισθεν ῎ Ερως ἐπὶ τὴν ἐκείνης ψυχὴν αὐτῇ λαμπάδι καὶ τόξοις. καὶ πρὸς τὴν τύχην ἐσχετλίαζεν ἡ παιδίσκη, ὅτι δὴ καὶ αὐτὸς δεδούλωται τῆς δουλείας ὁ ἔρως· οὐ γὰρ εἶχε παρρησίαν τῶν αὐτῶν μετασχεῖν τῇ δεσποίνῃ, ἀλλὰ μόνου τοῦ ἔρωτος ἐκοινώνει τῇ κεκτημένῃ. τί οὖν ἡ κόρη ; οὐ γὰρ ἀμήχανον αὐτὴν ἀφῆκεν ὁ ῎ Ερως. ἀποσταλεῖσα προσκαλέσασθαι τὸν μοιχὸν ἔφη πρὸς ἐκεῖνον ἁπλῶς, μηδὲν ποικίλλουσα· «εἰ βούλει, φίλτατε, ἐμὲ συμπράττειν καὶ διακονεῖσθαί σοι πάλιν προθύμως – ἀλλὰ τί σοι λέξω ; τὸν ἐμὸν ὡς ἐρωτικὸς ἤδη νενόηκας πόθον. ἆρα δοκῶ σοι καλὴ καὶ μετὰ τὴν σὴν εὐμορφίαν ἀρέσκω σοι ; τί φής; ποιήσεις ἤδη ; ποιήσεις, οἶδα ἐγώ.» ὁ δ᾽ οὖν νέος (καλὴ γὰρ ἦν καὶ παρθένος) ἅμα ἔπος ἅμα ἔργον ἄσμενος αὐτίκα μάλα τὴν αἴτησιν τῆς κόρης ἐπλήρου, περικρατῶν ὀμφάκια τοῦ στέρνου τὰ μῆλα καὶ φιλημάτων ἀπολαύων ἅμα γνησίων· φιλήματα γὰρ ἕωλα μὲν τὰ τῶν γυναικῶν, ἄπιστα δὲ τὰ τῶν ἑταιρῶν, ἀψευδῆ δὲ τὰ τῶν παρθένων, ἐοικότα τοῖς σφετέροις ἤθεσι. μέμικται δὲ ἁπαλῷ μὲν ἱδρῶτι, θερμῷ δὲ καὶ πολλῷ τῷ τοῦ πνεύματος ῥεύματι {τὸ δὲ ἆσθμα πυκνόν}. ἐγγὺς μὲν <γὰρ> τοῦ στόματος ἡ καρδία, ἡ δὲ ψυχὴ τῶν θυρῶν· εἰ δὲ τὴν χεῖρα τῷ στέρνῳ προσαγάγῃς, ὄψει τὸ πήδημα.